Commentarii in Matthaeum (in catenis) 1 Mt 1, 2 Ἀβραὰμ διὰ πίστεως ἐδικαιώθη· τούτῳ δὲ πιστεύσαντι εἶπεν ὁ θεός· πληθυνῶ τὸ σπέρμα σου καὶ δώσω σοι τὴ

 θεῷ πιστεύσας, διέλαμψεν· οἱ οὖν θεῷ πιστεύοντες, κἂν ἐξ ἀσήμων καὶ εὐτελῶν προέλθωσιν, ἐγείρονται ὑπὸ τοῦ θεοῦ καὶ τῆς Ἀβραὰμ γονῆς εἰς τὸν κλῆρον ἐγ

 τέκτονος υἱὸν ἐξευτελίζοντες δηλονότι καὶ τὰς αὐτοῦ ἐντολὰς εὐτελεῖς καὶ ἐξουθενημένας ἡγοῦντο, ἀλλὰ τῆς μὲν εἰς ἑαυτὸν παροινίας αὐτῶν καὶ καταφρονήσ

 ἐποίησεν ὡς γεγονότας αὐτοῦ μιμητὰς βρέχοντός τε ἐπὶ δικαίους καὶ ἁμαρτωλοὺς καὶ πᾶσιν ὁμοίως ἀνατέλλοντος τὸν ἥλιον. 22 Mt 6, 3 4 Μὴ γνώτω, φησίν, ἡ

 ἀσώματος οὖσα οὔτε ἐσθίει οὔτε πίνει, ἀλλὰ μὴ μεριμνήσητε τῇ ψυχῇ τί φάγητε ὑμεῖς ἢ τί πίητε· καὶ γὰρ ἡ ψυχὴ προβάλλεται τὴν ὀρεκτικὴν δύναμιν, ἀλλ' ο

 πρό χειρον βουλόμενος. ἵνα γὰρ μή τις λέγοι, ὅτι οὐκ ὀνειδίσαι οὐδὲ λυπῆσαι τὸν ἀδελφὸν θέλων, ἀλλ' ἐκκαθᾶραι τοῦ νοσήματος προνοούμενος εἰς τὸ κρίνει

 ἐκλαμβανόντων ἡμῶν κεκλῆσθαι τὴν πύλην καὶ τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ζωὴν τὴν αἰώνιον στενήν, οὐδὲ τὸ ὁ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφ

 αὐτοῖς τὰ ἁμαρτήματα, ὑπὲρ ὧν ἡ θυσία, ἐπηγγέλοντό τε καὶ ἐδόκουν καταπράττεσθαι, ἄνθρωπον δὲ παραλελυμένον οὐδενὶ τρόπῳ κατίσχυον ἐξιάσασθαι. διὸ εὐκ

 χάριτος, ἀλλὰ κατὰ τὸ παλαιὸν ἔθος ἐνήστευον. ἀνάρμοστον οὖν ἦν καὶ ἀνοίκειον τὰς ἐκείνων νηστείας νηστεύειν τοὺς τῆς καινῆς πολιτείας νομοθέτας καθισ

 ἀλλὰ τὰς βασιλικὰς οἰκίας καταδιώκουσιν. ἐπεὶ οὖν ὑμεῖς οὐδὲν τοιοῦτον περὶ τοῦ ἀνδρὸς ὑπειλήφατε, ἀλλὰ προφήτην ἔργοις καὶ λόγοις αὐτὸν εἶναι ἠπιστήθ

 καταφρονήσασι πλούτου καὶ περιφανείας καὶ γονέων ἅμα καὶ παίδων καὶ αὐτοῦ τοῦ θανάτου. πρὸ δὲ τῆς διδασκαλίας τοῦ Χριστοῦ καὶ τῆς τοῦ Ἰωάννου παρουσία

 εἰλήφατε, μᾶλλον δὲ δι' ὧν τῆς εὐεργεσίας ἀφθόνως ἀπηλαύσατε, δι' ἐκείνων ἐχρῆν τὴν τιμωρίαν σφοδροτέραν, ἂν ἀγνωμονῆτε, καὶ ἀναμφίβολον ἀπεκδέχεσθαι·

 οἰκεῖον πλάσμα ἔργοις ἀγαθοῖς εἰς ἐπίγνωσιν ἀναγόμενον αὐτοῦ τε καὶ τοῦ οἰκείου πατρὸς καὶ τοῦ ὁμοουσίου καὶ ἰσοσθενοῦς πνεύματος. τέσσαρες οὖν εἰσι τ

 ἐνανθρωπήσαντα, καὶ ἀκοῦσαι φωνὴν θεοῦ ἑνωθέντος σαρκὶ καθ' ὑπόστασιν. 61 Mt 13, 24 52 Βασιλεία τῶν οὐρανῶν καὶ βασιλεία τοῦ θεοῦ λέγεται μὲν ἡ πρώτη

 ἐπίγνωσις καὶ κατάληψις καθώς φησιν· διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ ἑξῆς· καὶ γὰρ διὰ τῆς γνώσεως αὐτῶν κτώμεθα τ

 γὰρ παῖδες οὐδὲν τῶν οἰκείων πόνων καὶ πόρων ἐνόμιζον ἴδιον εἶναι, ἀλλὰ πάντα τοῖς πατράσι προσεπόριζον δεδιότες μὴ προσκρούσωσιν τῷ τιμᾶν τοὺς γονεῖς

 ἀνέμενε γνώμην καὶ μαρτυρίαν περὶ αὐτοῦ· εἰ γὰρ ἔλεγεν· τίνα με λέγουσιν οἱ ἄνθρωποι τὸν υἱὸν τοῦ θεοῦ, κολακείας ἂν ἦν ἡ τῶν μαθητῶν ἀπόκρισις, ὅτι σ

 τῶν ὑψηλοτέρων καὶ θαυμασιωτέρων τὴν διήγησιν. οὐ ποιεῖται δὲ τοῖς γραμματεῦσιν οἰκείαν τῆς δοκούσης ἀπορίας ὁ δεσπότης τὴν ἐπίλυσιν δεικνύς, ὅτι οὐδὲ

 τοὺς πολιτικοὺς θορύβους ἐξέφυγον. καὶ ὁ μὲν Ἠλίας ᾤκει τὸν Κάρμηλον, ὁ δὲ Ἰωάννης ἐν τῇ ἐρήμῳ διέτριβε καὶ κατὰ τὰ ἄλλα δὲ πλείστη ἐτύγχανεν αὐτοῖς ἡ

 ἐκεῖθεν ἀχλύι οὐδὲν τῶν πραττομένων συνιδεῖν ἠδυνήθησαν, ὕστερον δὲ τῆς συγχύσεως ἐκείνης ἀπαλλαγέντες καὶ καθ' ἑαυτοὺς γεγονότες ἐν συναισθήσει λοιπὸ

 κακῶν) οὐ μόνον τὸν πλοῦτον λεληθότως ἅμα καὶ σοφῶς τῆς ἐπικλήσεως ἐκβάλλει τοῦ ἀγαθοῦ, ἀλλὰ καὶ τὰ ἄλλα ἅπαντα, τῇ περὶ πάντων ἀποφάσει ἀνύποπτόν τε

 ἀπειθήσαντας ἐλέγξουσιν τοὺς Ἰουδαίους, ἀλλ' αὐτοὶ μὲν ἐν τιμῇ διαλάμποντες καὶ δόξῃ, ἐκεῖνοι δὲ ἐν ἀδοξίᾳ ἐσχάτῃ καὶ κατηφείᾳ. ἵνα οὖν ἑκάτερον τούτω

 δυσβάστακτα, ἀλλὰ τὰ τῇ αὐτῶν ἐκείνων τῶν ἱερέων κρίσει βαρέα φανέντα καὶ δυσβάστακτα· ἃ γὰρ αὐτοὶ οὐδὲ τῷ δακτύλῳ κινοῦσιν, τοῦτ' ἔστιν οὐδὲ ἀπάρχοντ

 διακόνων καὶ ὑστέρων τάξιν ἐπιζήτει, τοῦτ' ἔστιν ταπεινοφροσύνην ἄσκει· διὰ ταύτης γάρ ἐστιν τυχεῖν τῶν ὡς ἀληθῶς πρωτείων καὶ τῆς ἀνεκφράστου δόξης.

 δικαίους ἀποκτενεῖν. διὸ καὶ μαρτυρεῖτε τοῖς προγόνοις ὡς ἀσεβέσι ποθοῦντες ὅμοιοι ἐκείνοις γίνεσθαι. καὶ ὑμεῖς πληρώσατε, φησίν, τὸ μέτρον τῶν πατέρω

 φλεγμαῖνον ἔχων ἀεὶ τὸ τῆς φιλαργυρίας πάθος πανταχοῦ ἀγανακτεῖ ἀποστερούμενος τοῦ κέρδους. διὸ καὶ ὁ δεσπότης πρὸς τὴν ἐκείνων τε καὶ τούτου διάνοιαν

 κηρυχθήσεται, οὐχὶ ἀποστερῶν δὲ θατέραν τὴν μισθαποδοσίαν θατέρας· καὶ γὰρ ἑκατέρα τῶν ἁμαρτιῶν τὴν ἄφεσιν εὕρηται καὶ διὰ τῆς πράξεως ἐν ὅλῳ τῷ κόσμῳ

 φησιν, ὅτι πρὶν αὐτὴ ἀπαρτισθῇ ἡ ὅλη ἀλεκτοροφωνία ἡ πρώτη, τρὶς ἀπαρνήσῃ με. ὅταν δὲ ὁ Μᾶρκος φησίν· πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με τὰ

 ἀσφάλειαν τοῦτο παρακεχώρηται, ἵνα ἀεὶ νήφωμεν, ἵνα ἀεὶ κἄν τι δοκῶμεν ἀγαθοεργεῖν, τῆς ἄνωθεν αὐτὸ δωρεᾶς ἡγώμεθα, ἵνα μηδέποτε ἐν μηδενὶ ἀπαυθαδιαζώ

 αὐτῷ καὶ σῳζομένων ἐπὶ γῆς μέν ἐστιν ἡ πολιτεία, ἐν οὐρανῷ δὲ ἡ μισθαποδοσία καὶ ἡ κληρονομία. ἐπεὶ δέ, φησίν, ἔλαβον τὴν ἐξουσίαν πάντων, πορευθέντες

κακῶν) οὐ μόνον τὸν πλοῦτον λεληθότως ἅμα καὶ σοφῶς τῆς ἐπικλήσεως ἐκβάλλει τοῦ ἀγαθοῦ, ἀλλὰ καὶ τὰ ἄλλα ἅπαντα, τῇ περὶ πάντων ἀποφάσει ἀνύποπτόν τε καὶ εὐπαράδεκτον τὴν τοῦ πλούτου ποιούμενος ἐκβολήν· οὐδεὶς γάρ φησιν ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός . προεπιτιμῶν δὲ καὶ τὴν ἐπ' αὐτοῦ κλῆσιν τοῦ ἀγαθοῦ ἀναρμόστως προσενεχθεῖσαν καὶ πολὺ τῆς ἀκολουθίας παρασφάλλουσαν· τί με , φησίν, καλεῖς ἀγαθὸν ἀντὶ τοῦ τί με ἄνθρωπον ἡγούμενος ψιλὸν ἀγαθὸν καλεῖς; εἰ ψιλὸν ἄνθρωπον ἡγῇ, μηδὲ ἀγαθὸν κάλει· εἰ δὲ καλεῖς ἀγαθόν , ἐπιγίνωσκε καὶ θεόν· οὐδεὶς γὰρ ἀγαθὸς πλὴν θεοῦ, οὐ διδάσκαλος, οὐκ ἄρχων, οὐκ ἐξουσιαστής, οὐχ ὁ νίκαις κρατῶν τῶν ἄλλων, οὐχ ὁ κάλλει διαφέρων, οὐχ ὁ πλούτῳ κομῶν, οὐδ' αὐτὸς ὁ πλοῦτος, πρὸς ὃν σὺ κέχηνας· οὐδὲν ὅλως τῶν παρόντων καὶ ῥεόντων ἐστὶν ἀγαθόν. οὕτως οὖν ὁ φιλάνθρωπος δεσπότης ἐκ πρώτης ἀποφάσεως τήν τε νομιζομένην εὐφημίαν ἀσύμβατον οὖσαν τῇ ἄλλῃ αὐτοῦ ὑπολήψει διακρουσάμενος καὶ μηδὲν ἀγαθὸν ἡγεῖσθαι μηδὲ τὸν πλοῦτον πλὴν θεοῦ προτρεψάμενος ἐπὶ τὴν κατὰ μέρος ἔρχεται τῶν ἐντολῶν ἀπαρίθμησιν καὶ διδασκαλίαν, ἐκείνας τέως προάγων εἰς μέσον, πρὸς ἃς μηδ' ἐκεῖνον δυσφόρως ἐγίνωσκεν ἔχειν, ἵνα τῇ περὶ τούτων ἀποδοχῇ καὶ συγκαταθέσει καὶ τὴν τῆς φιλοχρηματίας καὶ τοῦ πλούτου ἐκτομὴν καὶ ἀποστροφὴν ἀκολούθως καταδέξασθαι παρασκευάσῃ. ὁ δὲ πρὸς τὰς προενεχθείσας ἐντολὰς ἕτοιμος καὶ προπαρεσκευασμένος φανεὶς τοσοῦτον ἐδέησεν ἀποσπασθῆναι τῆς φιλαργυρίας καὶ τοῦ πλούτου, ὥστε καὶ προτεινομένων αὐτῷ καὶ ὑποτεινομένων ἐπάθλων καὶ στεφάνων, φημὶ δὴ τὸ τέλειον γενέσθαι καὶ οὐρανίων θησαυρῶν εὐπορῆσαι, οὐ μόνον οὐδὲν ἐνέδωκε τῆς προσπαθείας τῆς πρὸς τὸν πλοῦτον καὶ τὰ χρήματα, ἀλλὰ καὶ τὸν διδάσκαλον λιπὼν ἀνεχώρησεν. οὕτως ἐστὶ χαλεπὸν καὶ δυσκαταγώνιστον ἡ τῶν χρημάτων ἐπιθυμία, οὕτως ἐστὶν ἀνίατον σχεδὸν τὸ νόσημα τῆς φιλαργυρίας. φύγωμεν τὸ πάθος πρὶν κατακυριεύσει ἡμῶν, ἀποσεισώμεθα τὴν τυραννίδα ταύτην πρὶν ἢ κατακυριεύσει κατὰ κράτος καὶ δεσπόσει ἡμῶν· ἂν γὰρ κατακυριευθῶμεν καὶ καταδουλωθῶμεν ὑπ' αὐτῆς, εὐκοπώτερον εἰσελεύσεται κάμηλος διὰ τρυπήματος ῥαφίδος ἢ ἡμεῖς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 77 Mt 19, 24 Οἱ μὲν κάμηλον, οἱ δὲ κάρμηλόν φασιν· ἀμφότεροι δὲ οὐ τὸ ζῷον, ἀλλὰ τὸ σχοινίον λέγουσι τὸ τὰς ἀγκύρας δεσμεῦον. 78 Mt 19, 27 Οὐ λέγει ὁ Πέτρος· ἰδοὺ ἡμεῖς ἀφήκαμεν τὸν πλοῦτον καὶ ἠκολουθήσαμέν σοι (οὐ γὰρ εἶχεν πένης καὶ ἁλιεὺς ὑπάρχων πλοῦτον), ἀλλ' ἰδοὺ ἀφήκαμεν πάντα, ὥστε πένης ὢν καὶ σὺ μηδὲν δυσχεράνῃς ὡς ἐπὶ τῇ ἀποβολῇ τῶν ὑπαρχόντων ἐλαττούμενος τοῦ πλουσίου· ὥσπερ γὰρ ἐκεῖνος ἀποφορτιζόμενος τὸν πλοῦτον τέλειός τε γίνεται καὶ θησαυροὺς οὐρανίους ἀντιλαμβάνει, οὕτως καὶ σὺ ἂν ἀφῇς πάντα τὰ σά, κἂν εὐτελῆ καὶ ταπεινὰ καὶ δίκτυα μόνα καὶ ὀλίγα ἰχθύδια ὑπάρχῃ. ἂν οὖν ταῦτα ἀφῇς καὶ ἀκολουθήσῃς τῷ Χριστῷ, τῆς αὐτοῦ δόξης συγκληρονόμος καὶ συμμέτοχος καθάπερ καὶ οἱ ἀπόστολοι ἀναδειχθήσῃ· οὐχ ἁπλῶς δὲ ἂν ἀφῇς, ἀλλ' ἐπὶ τῷ ἀκολουθῆσαι Χριστῷ, ἐπεὶ οὐδ' ὁ πλούσιος ἐπὶ τῇ ἁπλῶς ἀποθέσει τοῦ πλούτου ἐκείνων ἠξιοῦτο τῶν ἐπάθλων, ἀλλὰ προσλαμβάνων καὶ τὸ ἀκολουθῆσαι Χριστῷ· καὶ δεῦρο γάρ φησιν καὶ ἀκολούθει μοι . τί οὖν ἐστιν ἀκολουθῆσαι αὐτῷ; τὰς ἐντολὰς αὐτοῦ καὶ τὰς ἄλλας τηρῆσαι, ἕτοιμον εἶναι πρὸς τὸν ὑπὲρ αὐτοῦ, εἰ δέοι, θάνατον καὶ τοῦτον μετὰ χαρᾶς καὶ προθυμίας προσίεσθαι. ἕτοιμος δέ ἐστιν εἰς τὸν ὑπὲρ αὐτοῦ θάνατον καὶ ὁ ὑπὲρ τῆς συντηρήσεως τῶν αὐτοῦ ἐντολῶν πάντα πράττων καὶ θανάτου καταφρονῶν καὶ μήτε δυναστείαν ὑποπτήσσων μήτε βασιλείαν θεραπεύειν ὑπαγόμενος μήτε κολακείαις χαυνούμενος μήτε φιλίᾳ κλεπτόμενος, ἀλλὰ πάντα παρορῶν καὶ <ὑπὲρ> τῆς συντηρήσεως τῶν δεσποτικῶν ἐντολῶν τὰ λοιπὰ παρωθούμενος. 79 Mt 19, 28 Ἐπειδὴ ἔθος τοὺς ἐλέγχοντας ἀντεξετάζεσθαι καὶ τρόπον <τινὰ> τῆς αὐτῆς τάξεως εἶναι τοῖς ἐλεγχομένοις, δεικνὺς ὁ Χριστός, ὅτι οὐ κατὰ τοῦτον τὸν τρόπον τῶν διελεγχόντων οἱ ἀπόστολοι