Commentarii in Matthaeum (in catenis) 1 Mt 1, 2 Ἀβραὰμ διὰ πίστεως ἐδικαιώθη· τούτῳ δὲ πιστεύσαντι εἶπεν ὁ θεός· πληθυνῶ τὸ σπέρμα σου καὶ δώσω σοι τὴ

 θεῷ πιστεύσας, διέλαμψεν· οἱ οὖν θεῷ πιστεύοντες, κἂν ἐξ ἀσήμων καὶ εὐτελῶν προέλθωσιν, ἐγείρονται ὑπὸ τοῦ θεοῦ καὶ τῆς Ἀβραὰμ γονῆς εἰς τὸν κλῆρον ἐγ

 τέκτονος υἱὸν ἐξευτελίζοντες δηλονότι καὶ τὰς αὐτοῦ ἐντολὰς εὐτελεῖς καὶ ἐξουθενημένας ἡγοῦντο, ἀλλὰ τῆς μὲν εἰς ἑαυτὸν παροινίας αὐτῶν καὶ καταφρονήσ

 ἐποίησεν ὡς γεγονότας αὐτοῦ μιμητὰς βρέχοντός τε ἐπὶ δικαίους καὶ ἁμαρτωλοὺς καὶ πᾶσιν ὁμοίως ἀνατέλλοντος τὸν ἥλιον. 22 Mt 6, 3 4 Μὴ γνώτω, φησίν, ἡ

 ἀσώματος οὖσα οὔτε ἐσθίει οὔτε πίνει, ἀλλὰ μὴ μεριμνήσητε τῇ ψυχῇ τί φάγητε ὑμεῖς ἢ τί πίητε· καὶ γὰρ ἡ ψυχὴ προβάλλεται τὴν ὀρεκτικὴν δύναμιν, ἀλλ' ο

 πρό χειρον βουλόμενος. ἵνα γὰρ μή τις λέγοι, ὅτι οὐκ ὀνειδίσαι οὐδὲ λυπῆσαι τὸν ἀδελφὸν θέλων, ἀλλ' ἐκκαθᾶραι τοῦ νοσήματος προνοούμενος εἰς τὸ κρίνει

 ἐκλαμβανόντων ἡμῶν κεκλῆσθαι τὴν πύλην καὶ τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ζωὴν τὴν αἰώνιον στενήν, οὐδὲ τὸ ὁ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφ

 αὐτοῖς τὰ ἁμαρτήματα, ὑπὲρ ὧν ἡ θυσία, ἐπηγγέλοντό τε καὶ ἐδόκουν καταπράττεσθαι, ἄνθρωπον δὲ παραλελυμένον οὐδενὶ τρόπῳ κατίσχυον ἐξιάσασθαι. διὸ εὐκ

 χάριτος, ἀλλὰ κατὰ τὸ παλαιὸν ἔθος ἐνήστευον. ἀνάρμοστον οὖν ἦν καὶ ἀνοίκειον τὰς ἐκείνων νηστείας νηστεύειν τοὺς τῆς καινῆς πολιτείας νομοθέτας καθισ

 ἀλλὰ τὰς βασιλικὰς οἰκίας καταδιώκουσιν. ἐπεὶ οὖν ὑμεῖς οὐδὲν τοιοῦτον περὶ τοῦ ἀνδρὸς ὑπειλήφατε, ἀλλὰ προφήτην ἔργοις καὶ λόγοις αὐτὸν εἶναι ἠπιστήθ

 καταφρονήσασι πλούτου καὶ περιφανείας καὶ γονέων ἅμα καὶ παίδων καὶ αὐτοῦ τοῦ θανάτου. πρὸ δὲ τῆς διδασκαλίας τοῦ Χριστοῦ καὶ τῆς τοῦ Ἰωάννου παρουσία

 εἰλήφατε, μᾶλλον δὲ δι' ὧν τῆς εὐεργεσίας ἀφθόνως ἀπηλαύσατε, δι' ἐκείνων ἐχρῆν τὴν τιμωρίαν σφοδροτέραν, ἂν ἀγνωμονῆτε, καὶ ἀναμφίβολον ἀπεκδέχεσθαι·

 οἰκεῖον πλάσμα ἔργοις ἀγαθοῖς εἰς ἐπίγνωσιν ἀναγόμενον αὐτοῦ τε καὶ τοῦ οἰκείου πατρὸς καὶ τοῦ ὁμοουσίου καὶ ἰσοσθενοῦς πνεύματος. τέσσαρες οὖν εἰσι τ

 ἐνανθρωπήσαντα, καὶ ἀκοῦσαι φωνὴν θεοῦ ἑνωθέντος σαρκὶ καθ' ὑπόστασιν. 61 Mt 13, 24 52 Βασιλεία τῶν οὐρανῶν καὶ βασιλεία τοῦ θεοῦ λέγεται μὲν ἡ πρώτη

 ἐπίγνωσις καὶ κατάληψις καθώς φησιν· διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ ἑξῆς· καὶ γὰρ διὰ τῆς γνώσεως αὐτῶν κτώμεθα τ

 γὰρ παῖδες οὐδὲν τῶν οἰκείων πόνων καὶ πόρων ἐνόμιζον ἴδιον εἶναι, ἀλλὰ πάντα τοῖς πατράσι προσεπόριζον δεδιότες μὴ προσκρούσωσιν τῷ τιμᾶν τοὺς γονεῖς

 ἀνέμενε γνώμην καὶ μαρτυρίαν περὶ αὐτοῦ· εἰ γὰρ ἔλεγεν· τίνα με λέγουσιν οἱ ἄνθρωποι τὸν υἱὸν τοῦ θεοῦ, κολακείας ἂν ἦν ἡ τῶν μαθητῶν ἀπόκρισις, ὅτι σ

 τῶν ὑψηλοτέρων καὶ θαυμασιωτέρων τὴν διήγησιν. οὐ ποιεῖται δὲ τοῖς γραμματεῦσιν οἰκείαν τῆς δοκούσης ἀπορίας ὁ δεσπότης τὴν ἐπίλυσιν δεικνύς, ὅτι οὐδὲ

 τοὺς πολιτικοὺς θορύβους ἐξέφυγον. καὶ ὁ μὲν Ἠλίας ᾤκει τὸν Κάρμηλον, ὁ δὲ Ἰωάννης ἐν τῇ ἐρήμῳ διέτριβε καὶ κατὰ τὰ ἄλλα δὲ πλείστη ἐτύγχανεν αὐτοῖς ἡ

 ἐκεῖθεν ἀχλύι οὐδὲν τῶν πραττομένων συνιδεῖν ἠδυνήθησαν, ὕστερον δὲ τῆς συγχύσεως ἐκείνης ἀπαλλαγέντες καὶ καθ' ἑαυτοὺς γεγονότες ἐν συναισθήσει λοιπὸ

 κακῶν) οὐ μόνον τὸν πλοῦτον λεληθότως ἅμα καὶ σοφῶς τῆς ἐπικλήσεως ἐκβάλλει τοῦ ἀγαθοῦ, ἀλλὰ καὶ τὰ ἄλλα ἅπαντα, τῇ περὶ πάντων ἀποφάσει ἀνύποπτόν τε

 ἀπειθήσαντας ἐλέγξουσιν τοὺς Ἰουδαίους, ἀλλ' αὐτοὶ μὲν ἐν τιμῇ διαλάμποντες καὶ δόξῃ, ἐκεῖνοι δὲ ἐν ἀδοξίᾳ ἐσχάτῃ καὶ κατηφείᾳ. ἵνα οὖν ἑκάτερον τούτω

 δυσβάστακτα, ἀλλὰ τὰ τῇ αὐτῶν ἐκείνων τῶν ἱερέων κρίσει βαρέα φανέντα καὶ δυσβάστακτα· ἃ γὰρ αὐτοὶ οὐδὲ τῷ δακτύλῳ κινοῦσιν, τοῦτ' ἔστιν οὐδὲ ἀπάρχοντ

 διακόνων καὶ ὑστέρων τάξιν ἐπιζήτει, τοῦτ' ἔστιν ταπεινοφροσύνην ἄσκει· διὰ ταύτης γάρ ἐστιν τυχεῖν τῶν ὡς ἀληθῶς πρωτείων καὶ τῆς ἀνεκφράστου δόξης.

 δικαίους ἀποκτενεῖν. διὸ καὶ μαρτυρεῖτε τοῖς προγόνοις ὡς ἀσεβέσι ποθοῦντες ὅμοιοι ἐκείνοις γίνεσθαι. καὶ ὑμεῖς πληρώσατε, φησίν, τὸ μέτρον τῶν πατέρω

 φλεγμαῖνον ἔχων ἀεὶ τὸ τῆς φιλαργυρίας πάθος πανταχοῦ ἀγανακτεῖ ἀποστερούμενος τοῦ κέρδους. διὸ καὶ ὁ δεσπότης πρὸς τὴν ἐκείνων τε καὶ τούτου διάνοιαν

 κηρυχθήσεται, οὐχὶ ἀποστερῶν δὲ θατέραν τὴν μισθαποδοσίαν θατέρας· καὶ γὰρ ἑκατέρα τῶν ἁμαρτιῶν τὴν ἄφεσιν εὕρηται καὶ διὰ τῆς πράξεως ἐν ὅλῳ τῷ κόσμῳ

 φησιν, ὅτι πρὶν αὐτὴ ἀπαρτισθῇ ἡ ὅλη ἀλεκτοροφωνία ἡ πρώτη, τρὶς ἀπαρνήσῃ με. ὅταν δὲ ὁ Μᾶρκος φησίν· πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με τὰ

 ἀσφάλειαν τοῦτο παρακεχώρηται, ἵνα ἀεὶ νήφωμεν, ἵνα ἀεὶ κἄν τι δοκῶμεν ἀγαθοεργεῖν, τῆς ἄνωθεν αὐτὸ δωρεᾶς ἡγώμεθα, ἵνα μηδέποτε ἐν μηδενὶ ἀπαυθαδιαζώ

 αὐτῷ καὶ σῳζομένων ἐπὶ γῆς μέν ἐστιν ἡ πολιτεία, ἐν οὐρανῷ δὲ ἡ μισθαποδοσία καὶ ἡ κληρονομία. ἐπεὶ δέ, φησίν, ἔλαβον τὴν ἐξουσίαν πάντων, πορευθέντες

οἰκεῖον πλάσμα ἔργοις ἀγαθοῖς εἰς ἐπίγνωσιν ἀναγόμενον αὐτοῦ τε καὶ τοῦ οἰκείου πατρὸς καὶ τοῦ ὁμοουσίου καὶ ἰσοσθενοῦς πνεύματος. τέσσαρες οὖν εἰσι τάξεις τῶν τὴν τοῦ Χριστοῦ διδασκαλίαν καὶ τὰς ἐντολὰς μὴ συντηρούντων, ὡς καὶ διὰ τῆς παραβολῆς τοὺς καθ' ἑκάστην τάξιν ὑποφαινομένους παρεδήλωσεν· τούτων γὰρ οἱ μὲν ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ παντελεῖ καὶ οἰκείᾳ μοχθηρίᾳ προαιρέσεως οὐδὲν ὧν ἐδέξαντο συνετήρησαν, ἀλλὰ πάντων ἐζημιώθησαν· οἱ δὲ παρακατέσχον μὲν μηδενὸς ἐνοχλοῦντος, ἐνοχλησάντων δὲ πειρασμῶν καὶ αὐτοὶ τὸ τέως κατασχεθὲν ἀπεώσαντο μείναντες τῆς διδασκαλίας ὥσπερ οἱ πρότερον ἔρημοι· τρίτοι, οἵτινες τὸν μὲν σπόρον οὐκ ἐξ ἐπιπολῆς, ἀλλ' ἐν βάθει ὑποδέχονται, διὰ δὲ τὸ καὶ πρὸς ἕτερα μὴ προσήκοντα τὴν σπουδὴν μερίσαι καὶ ἀκάνθας ἀναφῦναι τῷ καλῷ σπέρματι παρεσκεύασαν· ἄκανθαν γὰρ τὸ τῆς ἁμαρτίας κέντρον ἔθος τῇ γραφῇ ὀνομάζειν. διὰ ταύτας οὖν τὰς ἀκάνθας οἳ ὑπεδέξαντο σπέρμα καλὸν ζημιοῦνται, ὧν εἰ μὴ ταχεῖα δι' ἐπιμελείας ἡ ἐκκοπὴ γίνηται, ἀνάγκη ταύταις ὅλον ἐναποπνιγῆναι καὶ ἀφανισθῆναι τὸ σπέρμα. 57 Mt 13, 11 12 Ὑμῖν δέδοται· τίσιν; τοῖς παρασκευάσασιν ἑαυτοὺς διὰ τῆς ὑπακοῆς καὶ προσοχῆς ἀξίους τοῦ δωρήματος· ἐκείνοις δὲ οὐ δέδοται. τίσιν; τοῖς μὴ προαιρουμένοις λαβεῖν, ἀλλ' ἀναξίους τῆς δωρεᾶς διὰ τῆς ἐθελοκάκου αὐτῶν γνώμης καὶ πωρώσεως ἑαυτοὺς ἀποφήνασιν· ὅστις γὰρ ἔχει προαίρεσιν καὶ σπουδήν, τούτῳ καὶ παρὰ τοῦ θεοῦ δοθήσεται οὐ κατὰ τὸ μέτρον τῆς τῶν σπουδασάντων ἐπιμελείας καὶ προαιρέσεως, ἀλλὰ φιλοτιμότερόν τε καὶ περισσότερον· δοθήσεται γὰρ αὐτῷ φησιν καὶ περισσευθήσεται. ὅστις δὲ οὐκ ἔχει σπουδὴν καὶ ἐπιμέλειαν μηδὲ τῇ τοῦ θεοῦ χάριτι συνεισφέρει τὰ παρ' ἑαυτοῦ, οὗτος καὶ ἅπερ ὁ θεὸς ἀφάτῳ φιλανθρωπίας πλούτῳ παρέχειν ἐβούλετο καὶ κατέχειν αὐτόν, καὶ ταῦτα ἀφαιρεθήσεται οὐκ ἄλλου τινὸς ἀφαιροῦντος, ἀλλ' αὐτοῦ ἐκείνου διὰ τῆς οἰκείας ἀμελείας καὶ μοχθηρίας ἀποστεροῦντος τῆς δωρεᾶς ἑαυτόν. 58 Mt 13, 16 Μακαρίζει τοὺς μαθητὰς ὁ σωτήρ, ἐπειδὴ ἐξ ἰδίας προαιρέσεως ἐπεδείξαντο τὴν εἰς αὐτὸν πίστιν, δι' ἧς καὶ ἐδόθη αὐτοῖς ἡ γνῶσις ὡς ἀξιωθεῖσι θείας ἀκροάσεως. 59 Mt 13, 16 Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσιν ὀρθῶς καὶ ἀνεπιλήπτως, οὐ φθόνῳ καὶ ἀναισχυντίᾳ τὴν τῶν πραγμάτων ἀλήθειαν ἐπικρύπτοντες καὶ τυφλώττοντες, καὶ τὰ ὦτα, ὅτι εὐκρινῶς καὶ χωρὶς βασκανίας καὶ ἀντιπαθείας τὸν τῆς διδασκαλίας λόγον ἀκούουσιν. 60 Mt 13, 16 17 Ἤτοι μακαρίους αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ τὰ ὦτα ἔσεσθαί φησιν ἐν τῷ καιρῷ τῆς ἀναστάσεως. καὶ περὶ παντὸς δὲ τοῦ βλέποντος τὰ θεῖα ὀφθαλμοῦ καὶ ὤτων ἀκηκοότων τῶν πνευματικῶν λόγων ταῦτα ἂν λέγοιτο ἀντὶ τοῦ συνιέντος τοῖς ἔνδοθεν ὠσὶν τῆς καρδίας· ὁ γὰρ ἀπερίτμητος τῇ καρδίᾳ ἐκωφώθη τοῖς ἔνδοθεν ὠσί. διὸ καὶ αὐτὴν τὴν ἀκοήν, ἣν ἐδόκουν ἔχειν τοῦ νόμου καὶ τῶν προφητῶν, ἤρθη καὶ ἐδόθη τοῖς ἔχουσιν τὴν καινὴν διαθήκην. ὅτι δὲ οὐδὲ ταύτην λέγει τὴν ὄψιν οὐδὲ τὴν ἀκοήν, ἀλλὰ τὴν ἀπὸ διανοίας δῆλον. καὶ γὰρ καὶ οὗτοι Ἰουδαῖοι ἦσαν, ἀλλ' ὅμως οὐδὲν παρεβλάβησαν ἀπὸ τῆς προφητείας, ἐπειδὴ τὴν προαίρεσιν καὶ τὴν γνώμην εὖ διακειμένην εἶχον· οὐδὲ γὰρ ἐμακαρίσθησαν, εἰ μὴ αὐτῶν ἦν τὸ κατόρθωμα. εἶτα καὶ ἑτέρωθεν αὐτὸ βεβαιοῖ λέγων· ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδον. οἱ ἐπιθυμοῦντες ἰδεῖν δίκαιοι τὰ καταθύμια γνῶσιν ἔλαβον, ὧν ἐπεθύμουν. ἐκεῖνοι μὲν οὖν τῇ πίστει ἐθεάσαντο μόνον, ὑμεῖς δὲ τῇ ὄψει· ἅπερ γάρ φησιν οἱ προφῆται ἐπεθύμησαν ἰδεῖν καὶ οὐκ εἶδον μὴ συγχωρούντων τῶν καιρῶν, τούτων νῦν ὑμεῖς ἠξιώθητε. λέγει δὲ μετὰ τῶν ἄλλων τὴν παρουσίαν αὐτοῦ καὶ τὰ θαύματα καὶ τὴν διδασκαλίαν. οὐ πάντες δὲ οἱ προφῆται οὐδὲ πάντες οἱ δίκαιοι οἱ ἐπιθυμήσαντες ἰδεῖν ἢ ἀκοῦσαι οὐκ εἶδον ἢ οὐκ ἤκουσαν, ἀλλὰ πολλοί· τινὲς γὰρ ἐπιθυμήσαντες εἶδον καὶ ἤκουσαν ὡς Ἀβραὰμ καὶ Μωυσῆς καὶ οἱ διασημότεροι. ὁ δὲ προσιέμενος ταῦτα ἥττονας δώσει εἶναι τοὺς ἐπιθυμήσαντας τῶν μὴ ἐπιθυμησάντων. ἐπεθύμουν δὲ ἰδεῖν, ἃ οἱ ἀπόστολοι ἔβλεπον, θεὸν