Commentarii in Matthaeum (in catenis) 1 Mt 1, 2 Ἀβραὰμ διὰ πίστεως ἐδικαιώθη· τούτῳ δὲ πιστεύσαντι εἶπεν ὁ θεός· πληθυνῶ τὸ σπέρμα σου καὶ δώσω σοι τὴ

 θεῷ πιστεύσας, διέλαμψεν· οἱ οὖν θεῷ πιστεύοντες, κἂν ἐξ ἀσήμων καὶ εὐτελῶν προέλθωσιν, ἐγείρονται ὑπὸ τοῦ θεοῦ καὶ τῆς Ἀβραὰμ γονῆς εἰς τὸν κλῆρον ἐγ

 τέκτονος υἱὸν ἐξευτελίζοντες δηλονότι καὶ τὰς αὐτοῦ ἐντολὰς εὐτελεῖς καὶ ἐξουθενημένας ἡγοῦντο, ἀλλὰ τῆς μὲν εἰς ἑαυτὸν παροινίας αὐτῶν καὶ καταφρονήσ

 ἐποίησεν ὡς γεγονότας αὐτοῦ μιμητὰς βρέχοντός τε ἐπὶ δικαίους καὶ ἁμαρτωλοὺς καὶ πᾶσιν ὁμοίως ἀνατέλλοντος τὸν ἥλιον. 22 Mt 6, 3 4 Μὴ γνώτω, φησίν, ἡ

 ἀσώματος οὖσα οὔτε ἐσθίει οὔτε πίνει, ἀλλὰ μὴ μεριμνήσητε τῇ ψυχῇ τί φάγητε ὑμεῖς ἢ τί πίητε· καὶ γὰρ ἡ ψυχὴ προβάλλεται τὴν ὀρεκτικὴν δύναμιν, ἀλλ' ο

 πρό χειρον βουλόμενος. ἵνα γὰρ μή τις λέγοι, ὅτι οὐκ ὀνειδίσαι οὐδὲ λυπῆσαι τὸν ἀδελφὸν θέλων, ἀλλ' ἐκκαθᾶραι τοῦ νοσήματος προνοούμενος εἰς τὸ κρίνει

 ἐκλαμβανόντων ἡμῶν κεκλῆσθαι τὴν πύλην καὶ τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ζωὴν τὴν αἰώνιον στενήν, οὐδὲ τὸ ὁ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφ

 αὐτοῖς τὰ ἁμαρτήματα, ὑπὲρ ὧν ἡ θυσία, ἐπηγγέλοντό τε καὶ ἐδόκουν καταπράττεσθαι, ἄνθρωπον δὲ παραλελυμένον οὐδενὶ τρόπῳ κατίσχυον ἐξιάσασθαι. διὸ εὐκ

 χάριτος, ἀλλὰ κατὰ τὸ παλαιὸν ἔθος ἐνήστευον. ἀνάρμοστον οὖν ἦν καὶ ἀνοίκειον τὰς ἐκείνων νηστείας νηστεύειν τοὺς τῆς καινῆς πολιτείας νομοθέτας καθισ

 ἀλλὰ τὰς βασιλικὰς οἰκίας καταδιώκουσιν. ἐπεὶ οὖν ὑμεῖς οὐδὲν τοιοῦτον περὶ τοῦ ἀνδρὸς ὑπειλήφατε, ἀλλὰ προφήτην ἔργοις καὶ λόγοις αὐτὸν εἶναι ἠπιστήθ

 καταφρονήσασι πλούτου καὶ περιφανείας καὶ γονέων ἅμα καὶ παίδων καὶ αὐτοῦ τοῦ θανάτου. πρὸ δὲ τῆς διδασκαλίας τοῦ Χριστοῦ καὶ τῆς τοῦ Ἰωάννου παρουσία

 εἰλήφατε, μᾶλλον δὲ δι' ὧν τῆς εὐεργεσίας ἀφθόνως ἀπηλαύσατε, δι' ἐκείνων ἐχρῆν τὴν τιμωρίαν σφοδροτέραν, ἂν ἀγνωμονῆτε, καὶ ἀναμφίβολον ἀπεκδέχεσθαι·

 οἰκεῖον πλάσμα ἔργοις ἀγαθοῖς εἰς ἐπίγνωσιν ἀναγόμενον αὐτοῦ τε καὶ τοῦ οἰκείου πατρὸς καὶ τοῦ ὁμοουσίου καὶ ἰσοσθενοῦς πνεύματος. τέσσαρες οὖν εἰσι τ

 ἐνανθρωπήσαντα, καὶ ἀκοῦσαι φωνὴν θεοῦ ἑνωθέντος σαρκὶ καθ' ὑπόστασιν. 61 Mt 13, 24 52 Βασιλεία τῶν οὐρανῶν καὶ βασιλεία τοῦ θεοῦ λέγεται μὲν ἡ πρώτη

 ἐπίγνωσις καὶ κατάληψις καθώς φησιν· διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ ἑξῆς· καὶ γὰρ διὰ τῆς γνώσεως αὐτῶν κτώμεθα τ

 γὰρ παῖδες οὐδὲν τῶν οἰκείων πόνων καὶ πόρων ἐνόμιζον ἴδιον εἶναι, ἀλλὰ πάντα τοῖς πατράσι προσεπόριζον δεδιότες μὴ προσκρούσωσιν τῷ τιμᾶν τοὺς γονεῖς

 ἀνέμενε γνώμην καὶ μαρτυρίαν περὶ αὐτοῦ· εἰ γὰρ ἔλεγεν· τίνα με λέγουσιν οἱ ἄνθρωποι τὸν υἱὸν τοῦ θεοῦ, κολακείας ἂν ἦν ἡ τῶν μαθητῶν ἀπόκρισις, ὅτι σ

 τῶν ὑψηλοτέρων καὶ θαυμασιωτέρων τὴν διήγησιν. οὐ ποιεῖται δὲ τοῖς γραμματεῦσιν οἰκείαν τῆς δοκούσης ἀπορίας ὁ δεσπότης τὴν ἐπίλυσιν δεικνύς, ὅτι οὐδὲ

 τοὺς πολιτικοὺς θορύβους ἐξέφυγον. καὶ ὁ μὲν Ἠλίας ᾤκει τὸν Κάρμηλον, ὁ δὲ Ἰωάννης ἐν τῇ ἐρήμῳ διέτριβε καὶ κατὰ τὰ ἄλλα δὲ πλείστη ἐτύγχανεν αὐτοῖς ἡ

 ἐκεῖθεν ἀχλύι οὐδὲν τῶν πραττομένων συνιδεῖν ἠδυνήθησαν, ὕστερον δὲ τῆς συγχύσεως ἐκείνης ἀπαλλαγέντες καὶ καθ' ἑαυτοὺς γεγονότες ἐν συναισθήσει λοιπὸ

 κακῶν) οὐ μόνον τὸν πλοῦτον λεληθότως ἅμα καὶ σοφῶς τῆς ἐπικλήσεως ἐκβάλλει τοῦ ἀγαθοῦ, ἀλλὰ καὶ τὰ ἄλλα ἅπαντα, τῇ περὶ πάντων ἀποφάσει ἀνύποπτόν τε

 ἀπειθήσαντας ἐλέγξουσιν τοὺς Ἰουδαίους, ἀλλ' αὐτοὶ μὲν ἐν τιμῇ διαλάμποντες καὶ δόξῃ, ἐκεῖνοι δὲ ἐν ἀδοξίᾳ ἐσχάτῃ καὶ κατηφείᾳ. ἵνα οὖν ἑκάτερον τούτω

 δυσβάστακτα, ἀλλὰ τὰ τῇ αὐτῶν ἐκείνων τῶν ἱερέων κρίσει βαρέα φανέντα καὶ δυσβάστακτα· ἃ γὰρ αὐτοὶ οὐδὲ τῷ δακτύλῳ κινοῦσιν, τοῦτ' ἔστιν οὐδὲ ἀπάρχοντ

 διακόνων καὶ ὑστέρων τάξιν ἐπιζήτει, τοῦτ' ἔστιν ταπεινοφροσύνην ἄσκει· διὰ ταύτης γάρ ἐστιν τυχεῖν τῶν ὡς ἀληθῶς πρωτείων καὶ τῆς ἀνεκφράστου δόξης.

 δικαίους ἀποκτενεῖν. διὸ καὶ μαρτυρεῖτε τοῖς προγόνοις ὡς ἀσεβέσι ποθοῦντες ὅμοιοι ἐκείνοις γίνεσθαι. καὶ ὑμεῖς πληρώσατε, φησίν, τὸ μέτρον τῶν πατέρω

 φλεγμαῖνον ἔχων ἀεὶ τὸ τῆς φιλαργυρίας πάθος πανταχοῦ ἀγανακτεῖ ἀποστερούμενος τοῦ κέρδους. διὸ καὶ ὁ δεσπότης πρὸς τὴν ἐκείνων τε καὶ τούτου διάνοιαν

 κηρυχθήσεται, οὐχὶ ἀποστερῶν δὲ θατέραν τὴν μισθαποδοσίαν θατέρας· καὶ γὰρ ἑκατέρα τῶν ἁμαρτιῶν τὴν ἄφεσιν εὕρηται καὶ διὰ τῆς πράξεως ἐν ὅλῳ τῷ κόσμῳ

 φησιν, ὅτι πρὶν αὐτὴ ἀπαρτισθῇ ἡ ὅλη ἀλεκτοροφωνία ἡ πρώτη, τρὶς ἀπαρνήσῃ με. ὅταν δὲ ὁ Μᾶρκος φησίν· πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με τὰ

 ἀσφάλειαν τοῦτο παρακεχώρηται, ἵνα ἀεὶ νήφωμεν, ἵνα ἀεὶ κἄν τι δοκῶμεν ἀγαθοεργεῖν, τῆς ἄνωθεν αὐτὸ δωρεᾶς ἡγώμεθα, ἵνα μηδέποτε ἐν μηδενὶ ἀπαυθαδιαζώ

 αὐτῷ καὶ σῳζομένων ἐπὶ γῆς μέν ἐστιν ἡ πολιτεία, ἐν οὐρανῷ δὲ ἡ μισθαποδοσία καὶ ἡ κληρονομία. ἐπεὶ δέ, φησίν, ἔλαβον τὴν ἐξουσίαν πάντων, πορευθέντες

ἀσώματος οὖσα οὔτε ἐσθίει οὔτε πίνει, ἀλλὰ μὴ μεριμνήσητε τῇ ψυχῇ τί φάγητε ὑμεῖς ἢ τί πίητε· καὶ γὰρ ἡ ψυχὴ προβάλλεται τὴν ὀρεκτικὴν δύναμιν, ἀλλ' οὐ χάριν ἑαυτῆς, ἀλλὰ τῆς τοῦ σώματος προνοίας· τοῦτο γάρ ἐστι τὸ τρεφόμενον. 26 Mt 7, 1 Ἐὰν κρίνῃς, κριθήσῃ, φησίν, ὑπὸ σεαυτοῦ· εἰ γὰρ ἁμαρτωλοὺς κρίνεις ἁμαρτωλὸς ὤν, κατὰ σεαυτοῦ τὴν ἰδίαν κρίσιν φέρεις. ἄφες λοιπὸν τὸ ἑτέρους κρίνειν καὶ κρῖνε σεαυτὸν μόνον, ὅπως μὴ ἀφ' ἑτέρων κρινόμενος κληρονομήσῃς γέενναν. 27 Mt 7, 2 Ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε ἀντὶ τοῦ· ἐν αὐτῷ τῷ κατακρίνειν ἑτέρους ὑπὸ κρίμα γίνεσθε κριτοῦ ἁρπάσαντες πρόσωπον, οὓς ἐχρῆν τὴν τῶν κρινομένων τάξιν ἐννοοῦντας καὶ τῶν οἰκείων πλημμελημάτων τὸ πλῆθος τρέμειν καὶ δεδοικέναι καὶ περὶ τούτων φροντίζειν καὶ ἀγωνιᾶν, ὅπως ἀπολογήσωνται, ἀλλὰ μὴ τούτων ὑπερορῶντας ἑτέρων ἐλαττώματα λογοθετεῖν καὶ τούτους κατακρίνειν ἐπὶ τούτοις, ὧν αὐτοὶ χείρονα μακρῷ ἐστιν ὅτε διαπράττονται. ἄν τε οὖν μείζονα ἄν τε ὅμοια ἄν τε ἐλάττονα αὐτοῦ ἡμαρτηκότα κατακρίνῃ τις, ἑαυτὸν κατακρίνει· ὁ μὲν γὰρ ἐλάττονα ἁμαρτήσαντα εὔδηλον, ὅτε μᾶλλον ἑαυτὸν κατέκρινε μείζονα αὐτὸς ἡμαρτηκὼς καὶ προσθεὶς τούτοις τὸ καὶ ἑτέρους κατακρίνειν. ὁ δὲ μείζονα ἁμαρτήσαντα κρίνων καὶ αὐτὸς κατέκρινεν ἑαυτόν, ὅτι δέον ἐξαλεῖψαι τὰ οἰκεῖα καὶ τὸν κοινὸν κριτὴν ἐξιλεώσασθαι συντριμμῷ καρδίας καὶ μεταμελείᾳ, ὁ δὲ φυσηθεὶς κατὰ τοῦ πλησίον κριτοῦ ἀξίωμα ἐνέδυ καὶ κρίνειν ἑτέρους ἐπήρθη εἷς καὶ αὐτὸς τυγχάνων τῶν κρινομένων. ὡσαύτως δὲ καὶ ὁ τὸν τὰ ὅμοια ἡμαρτηκότα κατακρίνων κοινὴν ἐξάγει τὴν ψῆφον καθ' ἑαυτοῦ τε <καὶ> τοῦ κατακρινομένου, μᾶλλον δὲ καθ' ἑαυτοῦ· τῷ μὲν γὰρ διὰ τῆς ἰδίας προπετείας καὶ τὰ ἐνόντα ἐμετρίωσε πλημμελήματα, ἂν φιλοσόφως ἐκεῖνος μάλιστα τὴν παροινίαν ἐνέγκῃ τὴν αὐτοῦ, ἑαυτῷ δὲ προσθήκην εἰργάσατο τῶν κακῶν τοῖς ἔμπροσθεν καὶ τὴν ἀπὸ τοῦ κατακρίνειν ἑτέρους τιμωρίαν προσειληφώς. τί οὖν; οὐ δεῖ, φησίν, κρίνειν ἑτέρους κἂν τὰ ἀτοπώτατα εἴησαν ἀναισχυντοῦντες, κλέπτοντες, λῃστεύοντες; μάλιστα μὲν οὐδὲ τούτους σε κατακρίνειν φησίν· τούτους γὰρ καὶ τοὺς τοιούτους νόμοι καὶ δημόσιαι κρίσεις κολάζουσιν, σὲ δὲ συναλγεῖν καὶ συλλυπεῖσθαι προσήκει τοῖς κατακρίτοις ἐν τῷ ἐκείνων πάθει τὰ σὰ ἀποβλέπειν δοκοῦντα κακά, ἀλλὰ μὴ ἐπεμβαίνειν μηδὲ ἐπιπλήττειν τὸν ἐν τῷ πτώματι κείμενον. τί οὖν; μηδὲ νουθετῶμεν μηδὲ παραινῶμεν ἀνανῆψαί τινα τοῦ σφάλματος; μενοῦνγε, ἂν ἑαυτοὺς προτέρους διορθωσώμεθα μάλιστα· ἄλλο γὰρ παραίνεσις καὶ νουθεσία καὶ συμπάθεια καὶ ἄλλο κρίσις καὶ ἐπιτίμησις καὶ ἐπίπληξις καὶ τὰ μὲν πᾶσίν ἐστι χρήσιμα εὐκαίρως γινόμενα, ἐπιτιμᾶν δὲ καὶ κρίνειν καὶ ἐπιπλήττειν ἀρχιερεῦσι θεοῦ μόνοις ἀνήκει, ἐπειδὰν τὰ λοιπὰ πάντα ἐπιδειξάμενοι οὐδὲν βελτίω τὸν θεραπευόμενον διέθηκαν. κρίνει δὲ καὶ ἐπιτιμᾷ καὶ ὁ τὰς δικαστικὰς ἐμπεπιστευμένος ψήφους, οὓς ἂν αἱ πράξεις εἰς δικαστήριον ἄγωσιν, καὶ πατὴρ παῖδα ἐπὶ βελτιώσει ἠθῶν· καὶ δεσπόται δούλοις ἐπιτιμᾶν καὶ κρίνειν καὶ ἐπιπλήττειν φιλανθρώπως καὶ εὐμενῶς οὐ κωλύονται. γίνονται οὖν διαφοραὶ ἀπό τε τῆς κρίσεως αὐτῆς καὶ τῶν κρινόντων καὶ τῶν κρινομένων προσώπων τοσαῦται· μία μὲν ἂν ὁ κρίνων καὶ ἐπιπλήττων, φιλῶν καὶ στέργων, ἀλλὰ μὴ διασύρων καὶ μισῶν τοῦτο ποιῇ· δευτέρα δὲ ἂν νόμῳ καὶ κοινῷ τῆς πολιτείας καὶ δικαίῳ τοῦτο ποιῇ· τρίτη δὲ ἂν κατὰ μηδὲν μὲν τούτων, μισῶν δὲ καὶ διακωδωνίζων τοῦτο ποιῇ· ἢ καὶ μάτην οὐδὲ τὸν κρινόμενον καλῶς ἐγνωκώς· ἢ ἐν ταῖς κατ' ἐκείνου ἐπιτιμήσεσιν ἀκριβής τις εἶναι δόξει πραγματευόμενος καὶ τὰ οἰκεῖα αἴσχη τῇ περὶ ἑτέρους ἀποτομίᾳ καὶ διαβολῇ ἀποκρύπτειν πειρώμενος ὡς ὁ ἐπὶ τούτοις ἑτέρους τραχέως ἐπιτιμῶν οὐκ ἂν αὐτὸς νομισθείη τοῖς ὁμοίοις ἑαλωκώς. ἕκτη δὲ διαφορὰ ἂν αὐτοὶ τῶν κρινομένων ὄντες κρίνειν ἄλλους ἐπιχειρῶσιν· οὔτε γὰρ φιλίαν οὔτε στοργὴν οἱ τοιοῦτοι ἔχουσιν εἰς ἀπολογίαν. 28 Mt 7, 5 Τὸ ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου καὶ τὰ ἑξῆς ἐπήγαγε πᾶσαν πρόφασιν ἐκκόψαι τὴν εἰς τὸ κατακρίνειν