Historia ecclesiastica (fragmenta e passione Artemii)

 Θεοδώρας ἕτεροι γεγόνασιν αὐτῷ παῖδες ὅ τε προρρηθεὶς ∆αλμάτιος καὶ Ἀναβαλλιανὸς καὶ Κωνστάντιος· οὓς καὶ Καίσαρας ὁ Κωνσταντῖνος καὶ νοβελλησίμους ἐτ

 μόνον τὰ πρὸς θεὸν σπουδαῖός τε καὶ ἐράσμιος ὑπῆρχεν, εἰ καὶ πρὸς τὴν Ἀρειανικὴν ἀπέκλινεν αἵρεσιν, ὑπὸ τοῦ δυσσεβοῦς τε καὶ ἀθεωτάτου Εὐσεβίου τοῦ τῆ

 Γάλλος ὡς τότε παρὰ τοῦ Κωνσταντίου πεμφθεὶς ἐπὶ τῆς Ἑῴας εἴχετο τῶν πραγμάτων· ὃν αὐτίκα μαθόντες οἱ Πέρσαι κατωρρώδησαν νέον τε αὐτὸν καὶ θερμουργὸν

 τοῦ πάθους ἀνακαλούμενον. ὁ δὲ Εὐσέβιος καὶ οἱ σὺν αὐτῷ πείθουσι τὸν πεμφθέντα μαγιστριανὸν μὴ πρότερον ἐπιστῆναι δεικνύντα τὸ γράμμα, πρὶν ἂν πύθοιτο

 φθάσειεν αὐτὴν ὑφ' ἑαυτὸν ποιησάμενος, ἠπείγετο οὖν κατὰ τὸ δυνατὸν προκαταλαβεῖν. ἐν ὅσῳ δὲ ὁ στρατὸς αὐτῷ συνελέγετο κατὰ τὰς πόλεις τῆς Ἑῴας ἐσκεδα

 τούτων τεμένη καὶ τοὺς βωμοὺς ἀνιστᾶν μετὰ πολλῆς σπουδῆς τε καὶ προθυμίας. Artemii Passio 35 Artemius' Rede an Julian: Γίνωσκε τοίνυν ὡς ἡ τοῦ Χριστο

 τῆς Ἑῴας ὃν καλοῦσι κόμητα ἐξέπεμψεν, ἐντειλάμενος τὰ μὲν τῶν ἐκκλησιῶν πράγματα κακοῦν τε καὶ διαφθείρειν, πανταχοῦ δὲ καὶ διὰ πάσης ἰδέας τὸν Ἑλληνι

 πολλὴ τοῖς θεησομένοις· ὑάκινθοί τε αὐτῷ δύο λίθοι μεγάλοι τὸν τῶν ὀφθαλμῶν ἐξεπλήρουν τύπον κατὰ μνήμην τοῦ Ἀμυκλαίου παιδὸς Ὑακίνθου. καὶ ἀεὶ τὸ τῶν

 νέους, ὑπ' αὐτῷ ἀνατρεφομένους, ἁρπαγῆναί τε καὶ αὐτοὺς ὑπὸ τοῦ βασιλέως καὶ ὡς οὐδ' αὐτοὶ θύειν ἤθελον, καίτοι παντοίας ἀνάγκης αὐτοῖς προσαγομένης,

 πάντα δημοσιοῦν. ∆έδωκε δὲ καὶ τοῖς Ἕλλησιν ἄδειαν ὥστε εἰσέρχεσθαι αὐτοὺς εἰς τὰς τῶν Χριστιανῶν ἐκκλησίας καὶ ποιεῖν ὅσα καὶ βούλονται. τούτων οὖν π

 κατακόψαντες τῷ θανάτῳ παρέπεμψαν· εὐθέως δὲ καὶ μετὰ τῆς τηλικαύτης ταλαιπωρίας προσπίπτουσιν ἄκοντες τῷ τῶν Περσῶν στρατεύματι καὶ συμβολῆς γενομένη

νέους, ὑπ' αὐτῷ ἀνατρεφομένους, ἁρπαγῆναί τε καὶ αὐτοὺς ὑπὸ τοῦ βασιλέως καὶ ὡς οὐδ' αὐτοὶ θύειν ἤθελον, καίτοι παντοίας ἀνάγκης αὐτοῖς προσαγομένης, καὶ αὐτοὺς κελεῦσαι τὸν βασιλέα τῶν κεφαλῶν ἀφαιρεῖν· οὕς, ἐπειδὴ ἧκον εἰς τὸ προκείμενον χωρίον, ὁ Βαβύλας ἑαυτοῦ προστησάμενος προτέρους προσῆγε τῷ ξίφει, τοῦ μή τινα τρέσαντα αὐτῶν ἀναδῦναι τὸν θάνατον. καὶ ἀποτεμνομένων ταύτην ἀνειπὼν τὴν φωνήν· «ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός», ἔπειτα καὶ αὐτὸς προὔτεινε τὸν αὐχένα τῷ ξίφει, ἐντειλάμενος τοῖς τὸ σῶμα αὐτοῦ ἀναλεξομένοις τὰς ἁλύσεις καὶ τὰς πέδας αὐτῷ συνθάψαι, «ἵν' ᾖ μοι ταῦτα», φησί, «κειμένῳ κόσμος.» καὶ νῦν μετ' αὐτοῦ, ὥς φασι, ταῦτα τυγχάνει κείμενα. von hier an Artemii Passio allein Τοῦτον τὸ Βαβύλαν ὁ Ἰουλιανός, ἐπειδὴ πρὸς τοῦ Εὐσεβίου ἤκουσε κώλυμα τοῖς ἀγάλμασιν εἶναι τοῦ μὴ χρᾶν, αὐτίκα προσέταξεν αὐτῇ θήκῃ (λίθου δ' ἐστὶ μεγάλου πεποιημένη) μετάγειν ἐκ τῆς ∆άφνης οἷς τι τοῦτο διαφέρει πόρρω που αὐτῶν ἀλλαχόσε ἵνα καὶ ᾗ βούλονται μεταστησαμένους. εὐθὺς οὖν ὁ τῆς πόλεως ὄχλος προχυθέντες ὡς ἐπὶ μεγάλῃ αἰτίᾳ καὶ περιβαλλόμενοι εἷλκον τὴν θήκην· ἡ δέ, ὡς οὐχ ὑπ' ἀνθρώπων ἑλκομένη μᾶλλον ἢ κρείττονος αὐτὴν κινούσης δυνάμεως, ἔφθανε τὴν τῶν ἀγόντων προθυμίαν ἐφεπομένη. αὐθήμερόν γέ τοι αὐτὴν σταδίους πλέον ἢ πεντήκοντα κομισάμενοι, ἐν τῷ καλουμένῳ κοιμητηρίῳ κατέθεσαν. ἔστι δὲ πρὸ τῆς πόλεως οἶκος σώματα παλαιῶν ἀνδρῶν καὶ ἐνίων γε ἐπ' εὐσεβείᾳ μαρτυρουμένων πολλὰ δεδεγμένος· τότε μὲν οὖν ἐνταῦθα τὴν θήκην εἰσεκόμισαν. § 56 Ὁ δὲ Ἰουλιανὸς παρεσκευάζετο πλῆθος ἱερείων τε καὶ ἀναθημάτων, ὡς τῇ ὑστεραίᾳ σὺν αὐτοῖς εἰς τὴν ∆άφνην ἀναβησόμενος, νῦν γε δὴ πάντως ἐλπίζων, εἰ μὴ τῶν ἄλλων, ἀλλὰ τοῦ γε Ἀπόλλωνος τεύξεσθαι ἀποκριθησομένου· ἐπὶ τοῦτον γὰρ αὐτῷ πᾶσα τῆς προθυμίας ἡ ἐλπὶς ἦν καὶ ὁ τόνος, ὡς αὐτῷ τι μᾶλλον ἢ ἑτέρῳ τὸ τοιοῦτον διαφέρον κατά τε τὴν μαντικὴν τέχνην καὶ ὅτιπερ αὐτῷ τὸ χωρίον ἀνεῖτο ἡ ∆άφνη, νομίζοντι αὐτὸν ἔν γε τῷ οἰκείῳ τόπῳ εἰκότως πλέον ἢ τῶν ἄλλων ἄν τινα δαιμόνων ἰσχύειν. ὁ δὲ Εὐσέβιος καὶ οἱ λεγόμενοι ἱερεῖς καὶ τῶν νεωκόρων τὸ πλῆθος προσδεχόμενοι τὸν βασιλέα ἐν ἀγῶνι μεγάλῳ ἦσαν, καὶ διηγρύπνουν περὶ τὸ ἄγαλμα πάντα πραγματευόμενοι ὅπως ἐπειδὰν ἀφίκηται τύχοι αὐτοῦ φθεγξομένου, ὡς ἄλλης γε αὐτῷ ἔτι προφάσεως εἰς ἀναβολὴν μὴ ὑπολειπομένης. ἐπειδὴ δὲ πόρρω τῶν νυκτῶν ἦν, ἐκ τοῦ οὐρανοῦ πῦρ ἀθρόως κατενεχθὲν ἐνέσκηψε τῷ νεῷ, καὶ ἅμα πανταχόθεν αὐτοῦ δραξάμενον ἐμπιπρᾷ αὐτῷ ἀγάλματι καὶ αὐτοῖς ἀναθήμασιν. πάντων δὲ ὁμοῦ καταφλεγομένων καὶ τοῦ πυρὸς ἐπὶ μέγα ἐξαιρομένου, βοὴ μὲν αὐτίκα μεγάλη περὶ τὸν νεὼν ἦν καὶ θόρυβος οὐδενὶ ἐοικώς· καὶ δὴ πολλῶν ἐπαμῦναι προθυμουμένων οὐδεὶς ἦν ὁ πρὸς τὸ πῦρ ἀντισχεῖν δυνησόμενος· ἀλλ' οἱ μὲν ἐπὶ τὴν πόλιν ἔθεον τῷ ἄρχοντι τῆς Ἑῴας Ἰουλιανῷ μηνύσοντες, ὁ δὲ λοιπὸς ὄχλος ἔστασαν ὑπ' ἐκπλήξεως, θεαταὶ τοῦ παραδόξου τῆς καταλαβούσης αὐτοὺς συμφορᾶς γινόμενοι. τὸ δὲ πῦρ οὐδενὸς ἦν τῶν ἄλλων ἁπτόμενον, τοσαύτης γε καὶ οὕτως ἀμφιλαφοῦς ὕλης ἐκεῖ πεφυκυίας, ὅ τι μὴ μονώτατον ἐμπεσὸν κατέφλεγε σὺν τοῖς ἐνοῦσι τὸν νεών, ὡς τὸ μὲν ἄγαλμα καὶ πᾶν ὅ τι ἐν ἀναθήμασιν ἦν καθάπαξ ἀφανισθῆναι, βραχέα δὲ λειφθῆναι τῶν οἰκοδομημάτων ἐδάφη μνημεῖα τοῦ πάθους ἃ καὶ νῦν ἔτι δείκνυται σαφέστερον τὸ δεῖγμα τοῦ θεηλάτου πυρός. § 57 Ὁ δὲ Ἰουλιανὸς τὰ συμβάντα ἀκούσας ὀργῆς τε πίμπλαται καὶ δεινὸν ποιησάμενος εἰ οἱ Χριστιανοὶ τοῖς συμβεβηκόσιν ἐπιτωθάσειν μέλλοιεν, αὐτίκα προστάττει τῆς μεγάλης αὐτοὺς ἐξωθεῖν ἐκκλησίας καὶ ταύτην μὲν ἄβατον αὐτοῖς παντελῶς ἀποφαίνειν, ὡς ὅτι ἀσφαλέστατα αὐτὴν ἀποκλεισαμένους, τὰ δὲ κειμήλια