Historia ecclesiastica (fragmenta e passione Artemii)

 Θεοδώρας ἕτεροι γεγόνασιν αὐτῷ παῖδες ὅ τε προρρηθεὶς ∆αλμάτιος καὶ Ἀναβαλλιανὸς καὶ Κωνστάντιος· οὓς καὶ Καίσαρας ὁ Κωνσταντῖνος καὶ νοβελλησίμους ἐτ

 μόνον τὰ πρὸς θεὸν σπουδαῖός τε καὶ ἐράσμιος ὑπῆρχεν, εἰ καὶ πρὸς τὴν Ἀρειανικὴν ἀπέκλινεν αἵρεσιν, ὑπὸ τοῦ δυσσεβοῦς τε καὶ ἀθεωτάτου Εὐσεβίου τοῦ τῆ

 Γάλλος ὡς τότε παρὰ τοῦ Κωνσταντίου πεμφθεὶς ἐπὶ τῆς Ἑῴας εἴχετο τῶν πραγμάτων· ὃν αὐτίκα μαθόντες οἱ Πέρσαι κατωρρώδησαν νέον τε αὐτὸν καὶ θερμουργὸν

 τοῦ πάθους ἀνακαλούμενον. ὁ δὲ Εὐσέβιος καὶ οἱ σὺν αὐτῷ πείθουσι τὸν πεμφθέντα μαγιστριανὸν μὴ πρότερον ἐπιστῆναι δεικνύντα τὸ γράμμα, πρὶν ἂν πύθοιτο

 φθάσειεν αὐτὴν ὑφ' ἑαυτὸν ποιησάμενος, ἠπείγετο οὖν κατὰ τὸ δυνατὸν προκαταλαβεῖν. ἐν ὅσῳ δὲ ὁ στρατὸς αὐτῷ συνελέγετο κατὰ τὰς πόλεις τῆς Ἑῴας ἐσκεδα

 τούτων τεμένη καὶ τοὺς βωμοὺς ἀνιστᾶν μετὰ πολλῆς σπουδῆς τε καὶ προθυμίας. Artemii Passio 35 Artemius' Rede an Julian: Γίνωσκε τοίνυν ὡς ἡ τοῦ Χριστο

 τῆς Ἑῴας ὃν καλοῦσι κόμητα ἐξέπεμψεν, ἐντειλάμενος τὰ μὲν τῶν ἐκκλησιῶν πράγματα κακοῦν τε καὶ διαφθείρειν, πανταχοῦ δὲ καὶ διὰ πάσης ἰδέας τὸν Ἑλληνι

 πολλὴ τοῖς θεησομένοις· ὑάκινθοί τε αὐτῷ δύο λίθοι μεγάλοι τὸν τῶν ὀφθαλμῶν ἐξεπλήρουν τύπον κατὰ μνήμην τοῦ Ἀμυκλαίου παιδὸς Ὑακίνθου. καὶ ἀεὶ τὸ τῶν

 νέους, ὑπ' αὐτῷ ἀνατρεφομένους, ἁρπαγῆναί τε καὶ αὐτοὺς ὑπὸ τοῦ βασιλέως καὶ ὡς οὐδ' αὐτοὶ θύειν ἤθελον, καίτοι παντοίας ἀνάγκης αὐτοῖς προσαγομένης,

 πάντα δημοσιοῦν. ∆έδωκε δὲ καὶ τοῖς Ἕλλησιν ἄδειαν ὥστε εἰσέρχεσθαι αὐτοὺς εἰς τὰς τῶν Χριστιανῶν ἐκκλησίας καὶ ποιεῖν ὅσα καὶ βούλονται. τούτων οὖν π

 κατακόψαντες τῷ θανάτῳ παρέπεμψαν· εὐθέως δὲ καὶ μετὰ τῆς τηλικαύτης ταλαιπωρίας προσπίπτουσιν ἄκοντες τῷ τῶν Περσῶν στρατεύματι καὶ συμβολῆς γενομένη

τοῦ πάθους ἀνακαλούμενον. ὁ δὲ Εὐσέβιος καὶ οἱ σὺν αὐτῷ πείθουσι τὸν πεμφθέντα μαγιστριανὸν μὴ πρότερον ἐπιστῆναι δεικνύντα τὸ γράμμα, πρὶν ἂν πύθοιτο τὸν Γάλλον ἀνῃρημένον. ἐγένετο ταῦτα, καὶ ὁ Γάλλος ἐτεθνήκει. 4.2α Artemii Passio 15 unmittelbar nach ἐτεθνήκει ob. S. 58, 26: Ὁ δὲ Κωνστάντιος περὶ τοῖς πράγμασι δείσας μὴ οὐχ οἷός τε ᾖ μόνος ἁπάσης εἶναι τῆς ἀρχῆς ἐγκρατής, ἄλλως τε καὶ τῶν Γαλατῶν ὀξύτατα δὴ καὶ ὁπότε προθυμηθεῖεν εἰς τὰς τυραννίδας ἐγειρομένων διά τε σώματος ἰσχὺν καὶ κουφότητα φρονημάτων, μετεμέλετό τε ἤδη τὸν Γάλλον ὑπεξελὼν καὶ λογισάμενος ὡς τὸ συγγενὲς τοῦ ὀθνείου καὶ ἀλλογενοῦς ἀσφαλέστερον εἶναι μακρῷ πρὸς κοινωνίαν τῆς βασιλείας, Ἰουλιανὸν τὸν ἀδελφὸν τοῦ Γάλλου ἐκ τῆς Ἰωνίας μεταπεμψάμενος ἐν τῇ Μεδιολάνῳ Καίσαρα ἀνέδειξε· καὶ τὴν ἀδελφὴν αὐτῷ τὴν ἑαυτοῦ Ἐλένην εἰς γάμον ἐκδοὺς καὶ τὰ πιστὰ πρὸς αὐτὸν ποιησάμενος, τοῦτον μὲν ἐξέπεμψεν εἰς τὰς Γαλλίας φύλακα τῆς ἐκεῖσε βασιλείας ἐσόμενον. 4.3α ebd. Folge Αὐτὸς δὲ εἰς Ἰλλυριοὺς ἀφικόμενος ἐν τῷ Σιρμίῳ διῆγεν. § 16 ἀκούσας δὲ ὅτι οἱ πέραν Ἴστρου βάρβαροι μέλλουσιν ἐπιστρατεύειν τῇ τῶν Ῥωμαίων ἀρχῇ, ἀπάρας ἀπὸ τοῦ Σιρμίου, πρὸς τὸν Ἴστρον διέβη. καὶ πρὸς αὐτῇ τῇ ὄχθῃ χρόνον οὐκ ὀλίγον ποιήσας, ἐπεὶ τὰ τῶν βαρβάρων ἠρέμει συστήματα, πάλιν ἐπὶ τὴν Θρᾴκην ἤλαυνεν. 6.5α Artemii Passio 19: Ὁ δὲ Κωνστάντιος ἄρας ἀπὸ τῆς Κωνσταντινουπόλεως τὴν ἐπὶ Συρίας ἐποιεῖτο ὁδόν· καὶ φθάσας τὴν μεγαλόπολιν Ἀντιόχειαν, αὐτοῦ κατασκηνοῖ τὸν πρὸς τοὺς Πέρσας ἑτοιμαζόμενος πόλεμον. αὐτοῦ δὲ χρονοτριβήσαντος ἐν τῇ πόλει καὶ τὸν στρατὸν ἐξαρτύοντος, ἀφίκετο γράμματα πρὸς αὐτὸν δηλοῦντα τὴν τοῦ Ἰουλιανοῦ ἐπανάστασιν. ὁ γὰρ Ἰουλιανός, ὡς δεδήλωταί μοι καὶ πρόσθεν, ἡνίκα τὸν περὶ τούτων ἐποιούμην λόγον, ἐπὶ φυλακῇ τῶν Ἑσπερίων εἰς τὰς Γαλλίας ὑπὸ τοῦ Κωνσταντίου Καῖσαρ ἀναδειχθείς, αὐτὸς ἐπὶ πλεῖον ἐν τῷ τοῦ Καίσαρος σχήματι εἶναι μὴ ἀνασχόμενος, τό τε διάδημα περιτίθεται καὶ τῆς μείζονος ἀνθάπτεται βασιλείας. ἐπεὶ δὲ ἀντελάβετο τῶν πραγμάτων, οὐκέτι μικρὸν οὐδὲν ἐνενόει οὐδὲ διαμέλλειν ἐγίγνωσκε δεῖν· ἀλλὰ τὴν Εὐρώπην τέως ὑφ' ἑαυτῷ ποιήσασθαι πᾶσαν ἐθέλων ὁπόση Ῥωμαίοις ὑπακούει, zu Z. 18 ff Artemii Passio 41 Julians Rede: Καὶ ὁ ... Κωνστάντιος ... τὸν ἐμὸν ἀδελφὸν Γάλλον πεφόνευκε ... ἡμᾶς τε αὐτούς, εἰ μὴ θεῶν προνοίᾳ περιεσώθημεν, τὸ αὐτὸ ἠβούλετο δρᾶσαι. ἀλλ' οἱ θεοὶ διεκώλυσαν, αὐτοψεί μοι τὴν σωτηρίαν μηνύσαντες· εἰς οὓς ἐγὼ τεθαρρηκὼς τὸν Χριστιανισμὸν ἐξωμοσάμην καὶ πρὸς τὸν Ἕλληνα βίον ἀπέκλινα, εὖ εἰδὼς ὡς ὁ τῶν Ἑλλήνων καὶ Ῥωμαίων ἀρχαιότατος βίος, καλοῖς ἔθεσι καὶ νόμοις χρησάμενος, θεοὺς προσαγορεύει τοὺς τὸ πιστὸν ἐκ τῶν πραγμάτων ἔχοντας. τῷ στρατῷ συνταξάμενος διὰ Γερμανῶν ἐπὶ τὸν Ἴστρον ἐχώρει καὶ τῆς πέραν ὄχθης λαβόμενος διὰ τῶν ἐκείνης χωρίων ἤλαυνεν, ἀμφοτέρους τοὺς ὑπάρχους διαλαθών, τόν τε τῶν Ἰταλιῶν Ταῦρον οὕτω καλούμενον καὶ τὸν τῶν Ἰλλυριῶν Φλορέντιον. ἐπεὶ δὲ κατὰ Παίονας ἐγένετο, διαβὰς ἐπὶ θάτερα τὸν ποταμόν, αὐτίκα τήν τε Ἰλλυρίδα πᾶσαν ὑφ' ἑαυτῷ γῆν εἶχε καὶ τὰς Ἰταλίας καὶ τὰ μέχρι τοῦ ἑσπερίου Ὠκεανοῦ σύμπαντα ἔθνη ὁπόσα τῆς Ῥωμαίων ἐπικρατήσεως ἦν. §20 ὁ δὲ Κωνστάντιος ταῦτα διὰ τῶν γραμμάτων μαθὼν ἐταράχθη τε ὥσπερ καὶ εἰκὸς ἦν καὶ περὶ τῇ Κωνσταντινουπόλει μάλιστα δείσας μή, ὅπερ κἀκεῖνος διενοεῖτο,