Historia ecclesiastica (fragmenta e passione Artemii)

 Θεοδώρας ἕτεροι γεγόνασιν αὐτῷ παῖδες ὅ τε προρρηθεὶς ∆αλμάτιος καὶ Ἀναβαλλιανὸς καὶ Κωνστάντιος· οὓς καὶ Καίσαρας ὁ Κωνσταντῖνος καὶ νοβελλησίμους ἐτ

 μόνον τὰ πρὸς θεὸν σπουδαῖός τε καὶ ἐράσμιος ὑπῆρχεν, εἰ καὶ πρὸς τὴν Ἀρειανικὴν ἀπέκλινεν αἵρεσιν, ὑπὸ τοῦ δυσσεβοῦς τε καὶ ἀθεωτάτου Εὐσεβίου τοῦ τῆ

 Γάλλος ὡς τότε παρὰ τοῦ Κωνσταντίου πεμφθεὶς ἐπὶ τῆς Ἑῴας εἴχετο τῶν πραγμάτων· ὃν αὐτίκα μαθόντες οἱ Πέρσαι κατωρρώδησαν νέον τε αὐτὸν καὶ θερμουργὸν

 τοῦ πάθους ἀνακαλούμενον. ὁ δὲ Εὐσέβιος καὶ οἱ σὺν αὐτῷ πείθουσι τὸν πεμφθέντα μαγιστριανὸν μὴ πρότερον ἐπιστῆναι δεικνύντα τὸ γράμμα, πρὶν ἂν πύθοιτο

 φθάσειεν αὐτὴν ὑφ' ἑαυτὸν ποιησάμενος, ἠπείγετο οὖν κατὰ τὸ δυνατὸν προκαταλαβεῖν. ἐν ὅσῳ δὲ ὁ στρατὸς αὐτῷ συνελέγετο κατὰ τὰς πόλεις τῆς Ἑῴας ἐσκεδα

 τούτων τεμένη καὶ τοὺς βωμοὺς ἀνιστᾶν μετὰ πολλῆς σπουδῆς τε καὶ προθυμίας. Artemii Passio 35 Artemius' Rede an Julian: Γίνωσκε τοίνυν ὡς ἡ τοῦ Χριστο

 τῆς Ἑῴας ὃν καλοῦσι κόμητα ἐξέπεμψεν, ἐντειλάμενος τὰ μὲν τῶν ἐκκλησιῶν πράγματα κακοῦν τε καὶ διαφθείρειν, πανταχοῦ δὲ καὶ διὰ πάσης ἰδέας τὸν Ἑλληνι

 πολλὴ τοῖς θεησομένοις· ὑάκινθοί τε αὐτῷ δύο λίθοι μεγάλοι τὸν τῶν ὀφθαλμῶν ἐξεπλήρουν τύπον κατὰ μνήμην τοῦ Ἀμυκλαίου παιδὸς Ὑακίνθου. καὶ ἀεὶ τὸ τῶν

 νέους, ὑπ' αὐτῷ ἀνατρεφομένους, ἁρπαγῆναί τε καὶ αὐτοὺς ὑπὸ τοῦ βασιλέως καὶ ὡς οὐδ' αὐτοὶ θύειν ἤθελον, καίτοι παντοίας ἀνάγκης αὐτοῖς προσαγομένης,

 πάντα δημοσιοῦν. ∆έδωκε δὲ καὶ τοῖς Ἕλλησιν ἄδειαν ὥστε εἰσέρχεσθαι αὐτοὺς εἰς τὰς τῶν Χριστιανῶν ἐκκλησίας καὶ ποιεῖν ὅσα καὶ βούλονται. τούτων οὖν π

 κατακόψαντες τῷ θανάτῳ παρέπεμψαν· εὐθέως δὲ καὶ μετὰ τῆς τηλικαύτης ταλαιπωρίας προσπίπτουσιν ἄκοντες τῷ τῶν Περσῶν στρατεύματι καὶ συμβολῆς γενομένη

φθάσειεν αὐτὴν ὑφ' ἑαυτὸν ποιησάμενος, ἠπείγετο οὖν κατὰ τὸ δυνατὸν προκαταλαβεῖν. ἐν ὅσῳ δὲ ὁ στρατὸς αὐτῷ συνελέγετο κατὰ τὰς πόλεις τῆς Ἑῴας ἐσκεδασμένος καὶ ἔμελλεν ἐξαρτύεσθαι ὡς πρὸς τοσαύτην ὁδόν, σημαίνει τοῖς ἐπισκόποις εἰς τὴν Νίκαιαν αὐτὸν ὡς ὅτι τάχιστα φθῆναι προαφικομένους· ἐμελέτα γὰρ δευτέραν ἐν αὐτῇ συγκροτῆσαι σύνοδον, παρὰ τῶν δυσσεβῶν Ἀρειανῶν κατὰ τοῦ ὁμοουσίου παροτρυνόμενος. ἐπεὶ δὲ τὴν Κιλικίαν διεξελθὼν εἰς τὰς Μόψου καλουμένας κρήνας ἀφίκετο, ἀσθένειά τις ἐξαπιναίως αὐτῷ προσέπεσε καὶ οὐχ οἷός τε ἦν ἔτι τὸ πρόσω χωρεῖν. ὡς δὲ ᾔσθετο φαύλως ἔχων ἤδη καὶ οὐκ ἂν βιωσόμενος, τὴν ταχίστην τὸν Ἀντιοχείας ἐπίσκοπον μεταπέμπεται Εὐζώϊον καὶ αὐτῷ βαπτίσαι αὐτὸν ἐπιτρέπει. βαπτισάμενος δὲ καὶ μικρὸν ἐπιβιούς, αὐτόθι προλείπει τὸ ζῆν, βασιλεύσας τὰ σύμπαντα ἔτη τεσσαράκοντα, τὰ μὲν ἡμίσεα μετὰ τοῦ πατρός, τὰ δὲ ἐπίλοιπα μόνος. 6.6a-7a☯ebd. Folge Αὐτὸν δὲ ἡ στρατιὰ ὀλοφυραμένη καὶ τὰ νομιζόμενα ἐπ' αὐτῷ τελέσασα, λάρνακι τοῦτον ἐνέθεσαν τοῖς εἰωθόσιν εἰς τὸ διαρκέσαι σκευάσαντες τὸν νεκρόν. καὶ εἰς ἁρμάμαξαν ἐνθέμενοι, ἐκόμιζον ἐπὶ τὴν Κωνσταντινούπολιν σὺν τοῖς οἰκείοις ἕκαστος ὅπλοις αὐτῷ ἐφεπόμενοι καὶ κατὰ τὸν αὐτὸν κόσμον ὅνπερ καὶ ζῶντος ὑπὸ τοῖς ἡγεμόσι τεταγμένοι ἐτύγχανον. § 21 οὗτοι μὲν δὴ τὴν Κωνσταντινούπολιν εἶχον ἄγοντες τὸν νεκρόν· καὶ ὁ Ἰουλιανὸς συνωμάρτησεν ἐκ τῶν Ἰλλυριῶν ἀφικόμενος καὶ ἤδη βεβαίως ἔχων τὴν πᾶσαν βασιλείαν, οὐδενὸς αὐτῷ μετὰ τὸν Κωνσταντίου θάνατον ἐναντιωθῆναι τολμήσαντος. κομιζομένου δὲ τοῦ νεκροῦ ἐπὶ τὸν νεὼν τῶν ἀποστόλων, ἵναπερ αὐτὸν καταθήσειν πλησίον τοῦ πατρὸς ἔμελλον, αὐτὸς ἡγεῖτο τῆς κλίνης, τὸ διάδημα τῆς κεφαλῆς περιελών. ἐπεὶ δὲ ἔθαψαν αὐτόν, ἐπὶ τὰ βασίλεια ἤδη ἀπαλλαττόμενος, τό τε διάδημα ἐπέθετο αὖθις καὶ τῶν πραγμάτων ἐγκρατὴς ἦν, μόνος ἤδη τὴν ὅλην τῶν Ῥωμαίων βασιλείαν ὑποζωσάμενος. ἐπεὶ οὖν ὁ Κωνστάντιος ἐκ ποδῶν ἦν, εἰς τοὺς ὑπολειπομένους καὶ μάλιστα τῷ φθόνῳ τὴν αἰτίαν παρασχομένους τῆς ἀναιρέσεως Γάλλου ἀνέψυχε τὸ ζέον τῆς ὀργῆς. καὶ αὐτίκα Εὐσέβιον μὲν τὸν πραιπόσιτον τῆς κεφαλῆς ἀφαιρεῖται, διότι τὴν ἀρχήν τε ἐφαίνετο ἐκ τῶν ἑαυτοῦ διαβολῶν τὸν ἅπαντα τῷ Γάλλῳ φόνον συγκερασάμενος· Παῦλον δὲ τὸν Σπανὸν εἰς τοὺς ὑπογραφέας τοῦ βασιλέως τελοῦντα πυρὶ παραδίδωσιν, ὡς πολλὰ δὴ μάλα τῷ Γάλλῳ ἐμπικρανάμενον. τούτους μὲν οὖν ἀμφοτέρους εἰς τὴν Χαλκηδόνα διαπέμψας, ἐκεῖ τῇ οἰκείᾳ δίκῃ ὑπάγει ἑκάτερον· ἀνεῖλεν δὲ καὶ Γαυδέντιον στρατηγὸν τῆς Ἀφρικῆς καὶ ἄλλους τινάς, ὁπόσοι τι εἰς αὐτὸν πεπαρῳνήκεσαν. § 22 ἀλλὰ τούτους μὲν διὰ γραμμάτων ἐκόλασεν. 7.1α Artemii Passio 48: Ὁ γὰρ Ἰουλιανὸς πάλαι τὸν Ἑλληνισμὸνκατὰ ψυχὴν ὠδίνων ἐκ τῶν ἐν Ἰωνίᾳ γενομένων αὐτῷ πρὸς τοὺς ἀμφὶ τὸν Μάξιμον φιλοσόφων συνουσιῶν, ἐφ' ὅσον μὲν ὅ τε ἀδελφὸς αὐτῷ περιῆν καὶ μετ' αὐτὸν Κωνστάντιος, ὁ δὲ οὐδὲν παραγυμνοῦν ἐθάρρει διὰ τὸ ἐξ ἐκείνων δέος· ἐπεὶ δὲ οὗτοι ἐξ ἀνθρώπων ἦσαν, αὐτὸς δὲ τῶν πραγμάτων ἤδη κύριος ἦν, τότε δὴ εἰς τὸ φανερὸν ἀπαμφιασάμενος πάσαις ἀθρόον εἰς τὸν Ἑλληνισμὸν ἐξερράγη ταῖς προθυμίαις. Ebd. 22: Ὁ γὰρ Ἰουλιανός, ὡς δεδήλωται, τὴν τῶν Ῥωμαίων βασιλείαν ὑποζωσάμενος, ἐσπούδαζε μάλιστα τὸν Ἑλληνισμὸν ἐπανορθοῦν. πανταχοῦ τοίνυν γράμματα διαπεμπόμενος ἐκέλευε τὰ