De gentibus Indiae et Bragmanibus

 κρεωφαγίᾳ αἰγῶν καὶ προβάτων· χοῖρος γὰρ ἀπὸ Θηβαΐδος οὐκέτι εὑρίσκεται ἐν τοῖς μέρεσιν Ἰνδίας ἢ Αἰθιοπίας δι' ὑπερβολὴν καυμάτων. 1.7 διηγεῖτο οὖν οὗ

 γυναικῶν τεσσαράκοντα ἡμέρας αὖθις ἀντιπερῶσιν. γεννησάσης μέντοι τῆς γυναικὸς δύο παιδία οὐκέτι ὁ ἀνὴρ περᾷ πρὸς τὴν ἑαυτοῦ γυναῖκα κοινωνίας χάριν.

 βέλεσι, ἀλ λὰ τὴν ἐλευθερίαν ἡμῶν οὐ βλάπτουσιν. ἶσον δέ ἐστι τὸ ψεύδεσ θαι καὶ τὸ ταχέως πείθεσθαι· ἀδικεῖ γὰρ ὁ ψευδόμενος ὃν πεί θει, ἀδικεῖ δὲ καὶ

 μίαν φύσιν τῆς φιλαργυρί ας εἰς πολλὰς γνώμας λοιπὸν κατατεμνούσης. 2.11 Κάλανος, ὁ ψευδὴς φίλος ἡμῶν, ταύτην ἔσχε τὴν γνώμην, ἀλλ' ὑφ' ἡμῶν καταπατεῖ

 δὲ γενόμενος ἐγὼ ἀναβήσομαι πρὸς τὸν θεόν μου, ὃς ἡμᾶς κατέκλεισεν ἐν σαρκὶ καταπέμψας ἐπὶ τὴν γῆν πειράζων πῶς καταβάντες ὡς προέταξεν ζήσωμεν αὐ τῷ,

 κτήσῃ ἐκ τῶν ἐμῶν ἀγαθῶν. ὁ γὰρ θεὸς ἐμοὶ φίλος καὶ τοῖς ἔργοις αὐ τοῦ ἀγαλλιῶν προσομιλῶ, καὶ ἔμπνους ἐν ἐμοὶ γίνεται. κακῶν ἀνθρώπων οὐκ ἀκούω. οὐρα

 φονοῦντες αἱμάτων ἀλλοτρίων ἔθνος βλέποντες σῳζόμενον· ἰδί ων γὰρ πλεονεξιῶν εἰσι στρατιῶται τὴν πρόφασιν ἔχοντες ἄδικον. 2.30 πότε βίον ἀμέριμνον κτή

 ὕδωρ εἰς ποτόν, ὕλας εἰς τόπον οἰκίας, ἀέρα εἰς αὔξησιν τῶν πάντων. οὐδὲν γὰρ ὁ θεὸς χρυσίῳ πωλεῖ, ἀλλὰ χαρί ζεται τὰ πάντα ἀγαθὰς φρένας διδοὺς τοῖς

 ἐστε· εἰ γὰρ πολλὰ ἱμά τια θέλετε ἔχειν, δέεσθε τοῦ ποιμένος, τοῦ ὑφάντου, τοῦ γνα φέως ἢ καὶ τοῦ ἀμήττοντος. μή μοι λέγε· οὐ φορῶ μαλακὰ ἱμά τια· ἴ

 ἀφανίσητε· καὶ δεδεμένον τοῦτον δεσμοῖς βιαί οις λελυμένῳ θηρίῳ παραβάλλετε καὶ ἀντικαθεζόμενοι ἐνατενίζε τε τερπόμενοι τῇ ἀνηκέστῳ συμφορᾷ τὸν τοῖς θ

 καὶ τὰ ἐνταῦθα μόνα ἔχειν προσδοκῶντες ἀλλήλους ἀδικοῦσι, τοὺς δὲ ἀσθενεστέρους καὶ φονεύοντες ἀποστεροῦσι καὶ ἃ κέκτηνται ὀλίγα. τὸ δὲ πέρας τούτων ἀ

καὶ τὰ ἐνταῦθα μόνα ἔχειν προσδοκῶντες ἀλλήλους ἀδικοῦσι, τοὺς δὲ ἀσθενεστέρους καὶ φονεύοντες ἀποστεροῦσι καὶ ἃ κέκτηνται ὀλίγα. τὸ δὲ πέρας τούτων ἀναμένει θάνατος. 2.53 τί δὲ εἴπωμεν περὶ Ἐπικουρίων, ἀνδρῶν μυροβρόχων καὶ μαλακῇ ἐσθῆτι γυναικῶν ἁβρῶς περιπατούντων καὶ βεβιασμένων ἀρωμάτων χυμοῖς τὸν ἀέρα μιαινόντων; τί δὲ δεῖ καὶ λέγειν περὶ Στοϊκῶν λογίων φιλοσόφων τῶν φιλαργυρησάντων; τί δὲ πάλιν ἐροῦμεν περὶ τῶν Περιπατητικῶν φιλοσόφων; πάντες οὗτοι θαυμάσιοι καὶ μεγάλοι παρ' ὑμῖν, ἀλλ' οὐ παρὰ Βραγμᾶσιν. 2.54 ἀκούομεν δὲ καινὴν ἀνθρώπων φύσιν ἐξηυρῆσθαι παρ' ὑμῖν, ὅτι ἐκτέμνετε τοὺς ἀρρένας θήλεια αὐτοὺς βιαζόμενοι ποιῆσαι. καὶ γίνεται ὁ παρ' ὑμῖν ἄνθρωπος γεννηθεὶς οὔτε σπείρων ὡς ἀνὴρ οὔτε τίκτων ὡς γυνή, ζῇ δὲ μόνον εἰς ἰδίαν ὕβριν. τίς οὐκ ἂν ὑμᾶς ἐλεήσει βλέπων ἐν ὑμῖν τοῦτον τὸν ἀφανισμόν; 2.55 οἰκτείροντες δὲ ὑμᾶς ἡμεῖς ὠφελοῦμεν οὐδὲν τῷ μὴ συν τρέχειν τὴν γνώμην ὑμῶν προθέσει τῶν Βραγμάνων. ἡμεῖς τοίνυν μισοῦμεν ὑπερηφανίαν καὶ φιλοῦμεν πᾶσαν ἀνθρωπίνην φύσιν, προκαθήμενοι τῆς ἀληθείας διδάσκαλοι καὶ ἐνδεῖκται ὁδοῦ τῆς δικαιοσύνης τοῖς εὐεργετεῖσθαι βουλομένοις, ἐν τῷ βίῳ τούτῳ ὡς ἐν μεγίστῳ οἴκῳ γυμνῇ τῇ ψυχῇ πρὸς πάντας διαζῶντες ὥσπερ καὶ τῷ σώματι, τουτέστιν ὁλοκλήρῳ τῇ ψυχῇ πρὸς πάντα ἄνθρωπον πλουτοῦμεν. 2.56 ἀκούομεν δέ, ὅτι Μακεδονία βιάζεται πάντα πρότερον αὐτὴ βιασθεῖσα· τῆς γὰρ προτρεπομένης ψυχῆς εἰσι πάντες δοῦλοι. ἀλ λὰ τούτων πάντων ἄπειροί εἰσι Βραγμᾶνες ὑπ' οὐδενὸς πολεμού μενοι· οὐδενὸς γὰρ τῶν ἐν ὑμῖν ἡμεῖς ἐπιθυμοῦμεν. 2.57 σὺ δέ, εἰ βούλει, βασιλεῦ Ἀλέξανδρε, τὰ ἡμέτερα φρονεῖν, παραγενόμενος εἰς Ἰνδοὺς καὶ Βραγμᾶνας ἰδὼν ἐπ' ἐρημίας οἴκη σον γυμνός· ἄλλως γάρ σε οὐ δεχόμεθα ἡμεῖς, ἐὰν μὴ πρῶτον πά σας τὰς ἀρχὰς ἀπορρίψῃς ἀπὸ σεαυτοῦ, ἐφ' αἷς γέγηθας καὶ μέ γα φρονεῖς. ἅψονται δέ σου προνοίας λόγοι, ὅπερ πρότερον εἰ ρήκειν σοι, καὶ ἀγαπήσεις ἐκ καρδίας σου πάντα, ὅσα τότε ἐπῄ νεσας θαυμάσας· καὶ ἐάν μοι πεισθῇς καὶ ποιήσῃς ταῦτα, οὐδεὶς ὅλως οὐκέτι πολεμήσει σε οὐδ' ἀφελέσθαι σού τίς τι δυνήσεται λοιπὸν ὧν οὐ κέκτησαι· ἐὰν γὰρ ἐμοὶ πεισθῇς κατὰ κράτος καὶ ἀσφαλῶς, οὐδεὶς οὐδὲν τοῦ ὑμετέρου βίου εὑρήσει παρά σοι· ὗλαι γάρ σε θρέψουσι λοιπὸν τῆς προνοίας σοι πάντα χορηγούσης ὥσπερ καὶ ἡμῖν, καὶ ἐν πᾶσι πλουτήσεις μιμησάμενος Βραγμᾶνας ἀκριβῶς. καὶ ἐμοὶ τοῦτο καταγραφήσεται εἰς αἰώνιον χαρὰν ἡ σὴ ὠφέλεια· τοῦτο γὰρ καὶ παρ' ἐμοῦ ᾔτησας ἐξ ἀρχῆς. οὐ φθονοῦμεν οὖν ἡμεῖς οὐδένα τῶν βουλομένων ἀληθῶς εὐσεβεῖν εἰς τὸν θεὸν καὶ βίον ἡμέτερον ἐθέλοντας ζηλοῦν οἰκτείροντες πᾶσαν ἀνθρώπου φύσιν".