De gentibus Indiae et Bragmanibus

 κρεωφαγίᾳ αἰγῶν καὶ προβάτων· χοῖρος γὰρ ἀπὸ Θηβαΐδος οὐκέτι εὑρίσκεται ἐν τοῖς μέρεσιν Ἰνδίας ἢ Αἰθιοπίας δι' ὑπερβολὴν καυμάτων. 1.7 διηγεῖτο οὖν οὗ

 γυναικῶν τεσσαράκοντα ἡμέρας αὖθις ἀντιπερῶσιν. γεννησάσης μέντοι τῆς γυναικὸς δύο παιδία οὐκέτι ὁ ἀνὴρ περᾷ πρὸς τὴν ἑαυτοῦ γυναῖκα κοινωνίας χάριν.

 βέλεσι, ἀλ λὰ τὴν ἐλευθερίαν ἡμῶν οὐ βλάπτουσιν. ἶσον δέ ἐστι τὸ ψεύδεσ θαι καὶ τὸ ταχέως πείθεσθαι· ἀδικεῖ γὰρ ὁ ψευδόμενος ὃν πεί θει, ἀδικεῖ δὲ καὶ

 μίαν φύσιν τῆς φιλαργυρί ας εἰς πολλὰς γνώμας λοιπὸν κατατεμνούσης. 2.11 Κάλανος, ὁ ψευδὴς φίλος ἡμῶν, ταύτην ἔσχε τὴν γνώμην, ἀλλ' ὑφ' ἡμῶν καταπατεῖ

 δὲ γενόμενος ἐγὼ ἀναβήσομαι πρὸς τὸν θεόν μου, ὃς ἡμᾶς κατέκλεισεν ἐν σαρκὶ καταπέμψας ἐπὶ τὴν γῆν πειράζων πῶς καταβάντες ὡς προέταξεν ζήσωμεν αὐ τῷ,

 κτήσῃ ἐκ τῶν ἐμῶν ἀγαθῶν. ὁ γὰρ θεὸς ἐμοὶ φίλος καὶ τοῖς ἔργοις αὐ τοῦ ἀγαλλιῶν προσομιλῶ, καὶ ἔμπνους ἐν ἐμοὶ γίνεται. κακῶν ἀνθρώπων οὐκ ἀκούω. οὐρα

 φονοῦντες αἱμάτων ἀλλοτρίων ἔθνος βλέποντες σῳζόμενον· ἰδί ων γὰρ πλεονεξιῶν εἰσι στρατιῶται τὴν πρόφασιν ἔχοντες ἄδικον. 2.30 πότε βίον ἀμέριμνον κτή

 ὕδωρ εἰς ποτόν, ὕλας εἰς τόπον οἰκίας, ἀέρα εἰς αὔξησιν τῶν πάντων. οὐδὲν γὰρ ὁ θεὸς χρυσίῳ πωλεῖ, ἀλλὰ χαρί ζεται τὰ πάντα ἀγαθὰς φρένας διδοὺς τοῖς

 ἐστε· εἰ γὰρ πολλὰ ἱμά τια θέλετε ἔχειν, δέεσθε τοῦ ποιμένος, τοῦ ὑφάντου, τοῦ γνα φέως ἢ καὶ τοῦ ἀμήττοντος. μή μοι λέγε· οὐ φορῶ μαλακὰ ἱμά τια· ἴ

 ἀφανίσητε· καὶ δεδεμένον τοῦτον δεσμοῖς βιαί οις λελυμένῳ θηρίῳ παραβάλλετε καὶ ἀντικαθεζόμενοι ἐνατενίζε τε τερπόμενοι τῇ ἀνηκέστῳ συμφορᾷ τὸν τοῖς θ

 καὶ τὰ ἐνταῦθα μόνα ἔχειν προσδοκῶντες ἀλλήλους ἀδικοῦσι, τοὺς δὲ ἀσθενεστέρους καὶ φονεύοντες ἀποστεροῦσι καὶ ἃ κέκτηνται ὀλίγα. τὸ δὲ πέρας τούτων ἀ

ἀφανίσητε· καὶ δεδεμένον τοῦτον δεσμοῖς βιαί οις λελυμένῳ θηρίῳ παραβάλλετε καὶ ἀντικαθεζόμενοι ἐνατενίζε τε τερπόμενοι τῇ ἀνηκέστῳ συμφορᾷ τὸν τοῖς θηρίοις καταπαλαι όμενον καὶ γελῶντες· σπουδάζετε καταλῦσαι κακίστῳ μόρῳ τὴν κοινὴν τῆς φύσεως ἡμῶν εἰκόνα τὴν χειρὶ θεοῦ πλασθεῖσαν· καὶ μετὰ τὸ τοῦτον ὑπ' αὐτοῦ διαφθαρῆναι αὐτὸν πάλιν τὸν θῆρα σφαγιάσαντες ὑμεῖς πῶς ἀποτρέπεσθε, καὶ κακολογοῦντες λέγετε· "ὦ κακὸν θηρίον καὶ φονεῦ ἀνθρώπων". καὶ τὸ πάντων δὲ δεινό τερον, αἱμάτων καὶ σαρκῶν ἀνθρώπων τοῦ θηρὸς ἐμφορηθέντος, τοῦτον κατασφάξαντες πάλιν ὑμεῖς ἐσθίετε καὶ εὑρίσκεσθε τῶν πονηρῶν θηρίων ἀνημερώτεροι αὐτοὺς τούτους ἐσθίοντες καὶ ἀκα ταλάκτους συμφορὰς ἑαυτοῖς ἐν τῇ γαστρὶ σωρεύοντες. 2.48 χώρας πάλιν τοὺς πενεστέρους ἀποστερήσαντες ὑμεῖς οἰ κοδομεῖτε οἰκίας, ἵνα θερμαινόμενοι ἡσυχαίως εὐπεπτῆτε. καὶ ἀναγκάζετε ὑμῶν τὰ ἔντερα πλατεῖς εἶναι τεχνῶν σύνθετα ἐξ ἀμέτρου ἀκρασίας, ζωοφαγίας καὶ οἰνοφλυγίας. ἡμεῖς δὲ εὐχό μεθα μηδὲ ὕδατος διψῆσαι· περισπώμεθα γὰρ ἀληθείας, ὅταν σῶ μα περισσῶς ποτίσωμεν ὕδατι. ὑμεῖς δὲ χαίροντες ἐπὶ τὰς οἰ νοποσίας συνέρχεσθε, καὶ ἐὰν μὴ ἐκμανῆτε πίνοντες οὐ παύεσθε. καὶ μετὰ ταῦτα χεῖρας ἐπὶ σπονδὰς ἐκτείνετε καὶ τοὺς ὀφθαλ μοὺς ὑμῶν εἰς τὸν ἥλιον ἐπαίρετε παντελῶς ἐκδιώξαντες ὑμῶν τὴν φρόνησιν βαρυνόμενοι τὸν νοῦν ἀπὸ τοῦ οἴνου. εὐτυχέστεροι παρ' ὑμῖν εἰσι μᾶλλον οἱ μαινόμενοι· ἐκεῖνοι γὰρ μεθύουσιν οἶνον μὴ ἀγοράσαντες. ὑμεῖς δὲ μεριμνᾶτε τὴν τιμὴν τοῦ οἴνου, ἵνα τοῦτον ἀγοράσαντες τῇ μέθῃ τὴν φρόνησιν ἐκδιώξητε ἑαυτοῖς ἐπεισάγοντες ἔκφρονα μανίαν, κατ' ἀλλήλων χεῖρας κατακλῶντες καὶ τραύματα ἕκαστος τῷ πλησίον ἐμφοροῦντες. καὶ ταῦτα ποιεῖ τε ἀναισθήτως. εἶθ' οὕτως τοῦ οἴνου διαπνευσθέντος μανθάνετε τὰ παρ' αὐτῶν δρασθέντα ἐκ τῶν ἀλγηδόνων. καὶ οὐδ' οὕτως ἰσ χύετε παραφυλάξαι τὴν μέθην. 2.49 πάλιν πολλὰ φαγόντες οὐκ ἰσχύετε αὐτὰ πέψαι, ἀλλ' ὀψὲ ἀναχωρήσαντες τὴν ἀκρασίαν ὑμῶν διὰ στόματος ἐμεῖτε κάτωθεν ἄνω στρέφοντες τὴν φύσιν· πίνοντες ἀμετρήτως πληροῦσθε ὡς ἀγγεῖα καὶ ὀζέσαντος τοῦ οἴνου τελευταῖον τοῦτον ἀναβλύζετε ἄφρονες ἀναστρέψαντες τὸ σῶμα ἀντὶ τῶν ποδῶν ἐπὶ κεφαλὴν περι πατοῦντες ὡς τὰ ζῷα· βιάζεσθε πληροῦσθαι καὶ μετὰ ὕβρεως κε νοῦσθε. νόσον προσλαμβάνοντες συντρίβετε τὸ σῶμα καὶ ἐν οἷς δοκεῖτε τὴν γαστέρα θεραπεύειν, ἐκεῖθεν ἀνιᾶσθε καὶ ἀεὶ κεκο ρεσμένοι πάσης ἡδονῆς ἐστερημένοι· τέλος γὰρ ἀμέτρου κόρου βάσανος σώματος καὶ οὐχ ὑγεία. κολάζεσθε γὰρ νόσοις διὰ τὴν ἀμετρίαν. τί δέ ἐστιν ἡ τοῦ σώματος τρυφὴ πρὸς ψυχῆς εὐδαιμο νίαν; εἰ δὲ ἐπιδείκνυσθαι βούλεσθε, ὅτι ἔχετε πολλά, τοῖς παρ' ὑμῖν ἐνδεομένοις χαρίζεσθε τὰ περισσά. ὡς δὲ ἀκούομεν, πτωχοί ἐστε τῷ ὄντι, ὥστε μήτε ἄρτον τοῖς αἰτοῦσιν ὑμᾶς δίδο τε, ἀναριθμήτους δὲ οὐσίας ἑαυτοῖς σπουδάζετε σωρεύειν· δοῦ λοι γάρ ἐστε σωμάτων καὶ ἐντέρων ἀκορέστων. 2.50 διὰ ταῦτα γὰρ τὰ πάθη πολλοὶ ἰατροὶ ἐν ὑμῖν οἱ κενοῦντες ὑμῶν τὴν ἀπληστίαν ἢ λιμῷ κατάγχοντες τὴν πολυφαγίαν ἢ ἄλλαις τισὶ τέχναις τὴν νόσον χαλινοῦντες καὶ τοὺς τὸ πρὶν πολὺν ἐκ χεομένους οἶνον ὡς εἰς ἀγγεῖον τετρημένον δαμάζοντες τῇ δίψῃ, μηδὲ ῥάνιδος ὕδατος τούτους καταξιοῦντες. καὶ οἱ ποτὲ καρη βαροῦντες νῦν βασανιζόμενοι ξηροὶ διατελοῦσιν. καὶ τότε μὲν παρὰ φύσιν ἔπινον τὸν οἶνον, νῦν δὲ κατὰ φύσιν ὕδωρ ἐπιθυ μοῦσιν. καὶ τότε μὲν πεπεδημένοι ἐπιθυμίᾳ ἀκορέστῳ, νῦν δὲ στρεβλούμενοι τῇ ἐγκρατείᾳ τῆς ἀνάγκης. 2.51 Βραγμᾶνες δὲ οἶνον οὐκ ἐπιζητοῦμεν, οὐκ αὐθαίρετον κτώ μεθα μανίαν· ὕδωρ δέ, ὅσον θέλομεν, ἔχομεν ἐκ θείας προνοίας, ᾧ καὶ ἡδόμεθα. καὶ {δι' αὐτοῦ} φρονοῦντες τὴν κατὰ φύσιν θε ραπεύομεν δίψαν οὐ κτώμενοι μανίαν· μᾶλλον γὰρ ἑλώμεθα θάνα τον ἢ κατακυριευθῆναι μέθῃ. θηρὶ παραδοθῆναι πολλῷ μᾶλλόν ἐστι βέλτιον ἢ δόξης θεοῦ ἀπορριφῆναι διὰ πολυποσίαν. ὁ γὰρ μεθύων ζῴων ἀλόγων ἐστὶ χείρων τεθνηκὼς φρονήσει· τὸν νοῦν γὰρ ἀπολέσας τοῦ θεοῦ ἠλλοτριώθη. 2.52 τί δὲ οἱ ἐν ὑμῖν ἔνδοξοι; τῷ πλούτῳ ἀπατῶνται ψευδῆ ἐνορῶντες