De gentibus Indiae et Bragmanibus

 κρεωφαγίᾳ αἰγῶν καὶ προβάτων· χοῖρος γὰρ ἀπὸ Θηβαΐδος οὐκέτι εὑρίσκεται ἐν τοῖς μέρεσιν Ἰνδίας ἢ Αἰθιοπίας δι' ὑπερβολὴν καυμάτων. 1.7 διηγεῖτο οὖν οὗ

 γυναικῶν τεσσαράκοντα ἡμέρας αὖθις ἀντιπερῶσιν. γεννησάσης μέντοι τῆς γυναικὸς δύο παιδία οὐκέτι ὁ ἀνὴρ περᾷ πρὸς τὴν ἑαυτοῦ γυναῖκα κοινωνίας χάριν.

 βέλεσι, ἀλ λὰ τὴν ἐλευθερίαν ἡμῶν οὐ βλάπτουσιν. ἶσον δέ ἐστι τὸ ψεύδεσ θαι καὶ τὸ ταχέως πείθεσθαι· ἀδικεῖ γὰρ ὁ ψευδόμενος ὃν πεί θει, ἀδικεῖ δὲ καὶ

 μίαν φύσιν τῆς φιλαργυρί ας εἰς πολλὰς γνώμας λοιπὸν κατατεμνούσης. 2.11 Κάλανος, ὁ ψευδὴς φίλος ἡμῶν, ταύτην ἔσχε τὴν γνώμην, ἀλλ' ὑφ' ἡμῶν καταπατεῖ

 δὲ γενόμενος ἐγὼ ἀναβήσομαι πρὸς τὸν θεόν μου, ὃς ἡμᾶς κατέκλεισεν ἐν σαρκὶ καταπέμψας ἐπὶ τὴν γῆν πειράζων πῶς καταβάντες ὡς προέταξεν ζήσωμεν αὐ τῷ,

 κτήσῃ ἐκ τῶν ἐμῶν ἀγαθῶν. ὁ γὰρ θεὸς ἐμοὶ φίλος καὶ τοῖς ἔργοις αὐ τοῦ ἀγαλλιῶν προσομιλῶ, καὶ ἔμπνους ἐν ἐμοὶ γίνεται. κακῶν ἀνθρώπων οὐκ ἀκούω. οὐρα

 φονοῦντες αἱμάτων ἀλλοτρίων ἔθνος βλέποντες σῳζόμενον· ἰδί ων γὰρ πλεονεξιῶν εἰσι στρατιῶται τὴν πρόφασιν ἔχοντες ἄδικον. 2.30 πότε βίον ἀμέριμνον κτή

 ὕδωρ εἰς ποτόν, ὕλας εἰς τόπον οἰκίας, ἀέρα εἰς αὔξησιν τῶν πάντων. οὐδὲν γὰρ ὁ θεὸς χρυσίῳ πωλεῖ, ἀλλὰ χαρί ζεται τὰ πάντα ἀγαθὰς φρένας διδοὺς τοῖς

 ἐστε· εἰ γὰρ πολλὰ ἱμά τια θέλετε ἔχειν, δέεσθε τοῦ ποιμένος, τοῦ ὑφάντου, τοῦ γνα φέως ἢ καὶ τοῦ ἀμήττοντος. μή μοι λέγε· οὐ φορῶ μαλακὰ ἱμά τια· ἴ

 ἀφανίσητε· καὶ δεδεμένον τοῦτον δεσμοῖς βιαί οις λελυμένῳ θηρίῳ παραβάλλετε καὶ ἀντικαθεζόμενοι ἐνατενίζε τε τερπόμενοι τῇ ἀνηκέστῳ συμφορᾷ τὸν τοῖς θ

 καὶ τὰ ἐνταῦθα μόνα ἔχειν προσδοκῶντες ἀλλήλους ἀδικοῦσι, τοὺς δὲ ἀσθενεστέρους καὶ φονεύοντες ἀποστεροῦσι καὶ ἃ κέκτηνται ὀλίγα. τὸ δὲ πέρας τούτων ἀ

μίαν φύσιν τῆς φιλαργυρί ας εἰς πολλὰς γνώμας λοιπὸν κατατεμνούσης. 2.11 Κάλανος, ὁ ψευδὴς φίλος ἡμῶν, ταύτην ἔσχε τὴν γνώμην, ἀλλ' ὑφ' ἡμῶν καταπατεῖται· καὶ ὁ παραίτιος πολλῶν κακῶν πᾶσι παρ' ὑμῖν ἐστιν ἔντιμος καὶ τιμᾶται ὑφ' ὑμῶν· ἀνωφελὴς δὲ ὢν ἡμῖν παρ' ἡμῶν παραπέμπεται ἐξουδενωθείς, καὶ πάντα ὅσα ἡμεῖς καταπατοῦμεν, ταῦτα ἐθαύμασεν ὁ φιλαργυρήσας Κάλανος, ὁ μάται ος ὑμέτερος φίλος, ἀλλ' οὐχ ἡμέτερος. μέλεος δὲ καὶ τῶν ἀθλί ων ἐλεεινότερος τὴν ψυχὴν ἑαυτοῦ ἀπώλεσε φιλαργυρήσας. καὶ διὰ τοῦτο ἄξιος ἡμῶν οὐκ ἐφάνη οὐδὲ ἄξιος τῆς πρὸς τὸν θεὸν φιλίας οὐδὲ {τῆς παρ' ἡμῖν ἐλευθερίας οὐδὲ τῆς ἐν ἡμῖν ἀμεριμνίας οὐ δὲ} ἀνεπαύσατο ταῖς ἐν ταῖς ὕλαις ἀμεριμνίαις ἐν ταύταις ἐν τρυφήσας οὐδὲ ἐλπίδα ἔσχε τῆς μετὰ ταῦτα προσδοκίας τὴν ἀθλί αν αὐτοῦ ψυχὴν φιλαργυρίᾳ κατακτείνας. 2.12 ἔστι δέ τις παρ' ἡμῖν ∆άνδαμις, ὃς ἐν ὕλῃ ἀνάκειται ἐπὶ φύλλοις ἐαρινοῖς ἐγγὺς ἔχων πηγὴν ὡς μαζὸν ἀκέραιον ἀμέλγων μητρός". 2.13 τότε Ἀλέξανδρος ὁ βασιλεὺς ἀκούσας ταῦτα πάντα παρεκά λεσε τὸν διδάσκαλον αὐτῶν καὶ πρύτανιν τῶν λόγων τούτων συν τυχεῖν. οἱ δὲ ὑποδεικνύουσι αὐτῷ μακρόθεν τὸν τόπον τοῦ ∆αν δάμεως. ἐλθὼν δὲ ἐκεῖ ὁ Ἀλέξανδρος οὐκ εἶδεν αὐτὸν παριών· ἐν ὕλαις γὰρ κατέκειτο {συχναῖς} ἐπὶ φύλλοις ἀναπαυόμενος ἐν εἰρήνῃ ἔχων πηγὴν ἐγγὺς ὡς μαζὸν ἀκέραιον ἀμέλγων μητρὸς γῆς. ὡς οὖν οὐκ εἶδεν ὁ Ἀλέξανδρος ∆άνδαμιν, τὸν τῶν Βραγμάνων ἐπιστάτην καὶ διδάσκαλον, πέμπει πρὸς αὐτὸν φίλον ἑαυτοῦ τινα Ὀνησίκρατον ὀνόματι λέγων τούτῳ· 2.14 "σπεῦσον πρὸς τὸν διδάσκαλον Βραγμάνων, τὸν μέγαν ∆άν δαμιν, ὦ Ὀνησίκρατε, καὶ ἢ αὐτὸν ἡμῖν ἄγαγε ἢ μαθὼν τὰ περὶ αὐτοῦ, ποῦ διάγει, ἀνάγγειλόν μοι τάχος, ὅπως ἐγὼ αὐτὸς παρα γένωμαι πρὸς αὐτόν". ὁ δὲ Ὀνησίκρατος ἔφη αὐτῷ· "τὸ κελευσθὲν ποιήσω διὰ τάχους· σὸν γὰρ τὸ προστάττειν, τὸ δὲ δρᾶν ἐμόν". πορευθεὶς δὲ οὗτος καὶ τὸν μέγαν ∆άνδαμιν εὑρὼν εἶπε· "χαί ροις, διδάσκαλε Βραγμάνων, υἱὸς θεοῦ ∆ιὸς τοῦ μεγάλου, βασι λεὺς Ἀλέξανδρος, ὅς ἐστι παντὸς ἀνθρώπου δεσπότης, καλεῖ σε, ὃς ἐλθόντι σοι πρὸς αὐτὸν πολλὰ καὶ καλὰ παρέξει δῶρα, μὴ ἐλ θόντος δέ σου τὴν κεφαλὴν ἀποτεμεῖ". ὁ δὲ ∆άνδαμις ἀκούσας καὶ μειδιάσας χαριέντως οὐδ' ἐπῆρεν ἑαυτοῦ τὴν κεφαλὴν ἀπὸ τῶν φύλλων, ἀλλὰ καταγελάσας τούτου κατακείμενος ἀπεκρίνατο οὕτως· 2.15 "ὁ θεός, ὁ μέγας βασιλεύς, ὕβριν οὐδέποτε γεννᾷ, ἀλλὰ φῶς, εἰρήνην, ζωὴν καὶ ὕδωρ, σῶμα ἀνθρώπου καὶ ψυχάς· καὶ ταύ τας δέχεται, ὅταν μοῖρα λύσῃ τὰς μὴ δαμασθείσας ἐπιθυμίᾳ. ἐμὸς οὗτος δεσπότης καὶ θεὸς μόνος, ὃς φόνον ἀποστρέφεται, πολέμους οὐ κατεργάζεται. Ἀλέξανδρος δὲ θεὸς οὔκ ἐστιν εἰδὼς ἀποθνῄσ κειν. πῶς πάντων ἐστὶ δεσπότης, ὃς οὔπω παρῆλθε ποταμὸν Τιβε ροβοὰμ οὐδὲ Κοσσόαλον οὐδὲ θρόνον ἑαυτοῦ τέθεικεν ἐν Παλιμβόθροις οὐδὲ Ζωνενάδη οὔπω παρῆλθε οὐδὲ τῆς Μεσοποταμίας {ἡλίου} ἴδεν τὸν δρόμον, οὔτε ἴδεν τὸν ἐν Μεθορίοις καὶ Καρι σοβορίοις. καὶ Σκυθία οὔπω γινώσκει αὐτοῦ τὸ ὄνομα. εἰ δὲ αὐ τὸν χωρεῖ ἡ ἐκεῖ γῆ, διαβαινέτω Γάγγην καὶ εὑρήσει γῆν δυνα μένην ἀνθρώπους φέρειν, εἴπερ ἡ παρ' αὐτοῖς οὐκέτι ὑπομένει βαστάζειν τοῦτον. 2.16 ὅσα δέ μοι ὁμολογεῖ Ἀλέξανδρος καὶ ὅσα ἐπαγγέλλεται παρέξειν μοι δῶρα, ἐμοὶ ἄχρηστα τυγχάνει. ταῦτα δέ μοι φίλα καὶ χρηστὰ καὶ χρήσιμα τυγχάνει· οἶκος, τὰ φύλλα ταῦτα καὶ τροφὴ πίων, αἱ παραθίνιαι βοτάναι καὶ ὕδωρ εἰς ποτόν. τὰ δὲ λοιπὰ χρήματά τε καὶ πράγματα μετὰ μερίμνης συναγόμενα (καὶ οἱ συνάγοντες ἅμ' ἐκείνοις ἀπολλύμενοι) οὐδὲν ἕτερον ἢ λύπην παρέχει ᾗ ἐστιν ἐμπεπλησμένος πᾶς βροτός. νῦν δὲ ἐγὼ καθεύδω ἐπὶ στρώμνης φύλλων κεκλεισμένοις ὄμμασιν οὐδὲν τηρῶν· χρυσὸν γὰρ ἐὰν θελήσω τηρεῖν, διαφθείρω μου καὶ τὸν ὕπνον. γῆ μοι πάντα φέρει ὡς μήτηρ γάλα {δέ ἐστι} τῷ τεχθέντι. ἐφ' ἃ θέλω ἔρχομαι, ὃ μὴ θέλω μεριμνᾶν οὐκ ἀναγκάζομαι. 2.17 ἐὰν δέ μου τὴν κεφαλὴν ἀφέλῃ ὁ Ἀλέξανδρος, τὴν ψυχὴν οὐκ ἀπολέσει, ἀλλὰ κεφαλὴν μόνην σιωπῶσαν· ψυχὴ δέ μου πρὸς τὸν δεσπότην ἀπελεύσεται τὸ σῶμα ὡς ῥάκος ἐπὶ τῆς γῆς καταλι ποῦσα, ὅθεν καὶ ἐλήφθη. πνεῦμα