Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27)

 τῶν κατὰ τοὺς ἀστέρας, ἵνα μὴ ἀπόφασις ᾖ τὸ λεγόμενον ὑπ' αὐτῶν ἀναπόδεικτος, πειραθήτωσαν ἡμᾶς προσάγειν ἀναγκαστικώτερον, διαφορὰν παριστάντες νοῦ τ

 ἐκείνῃ τέρας, λέγων· Τοῦτο τὸ τέρας ὃ ἐλάλησε κύριος λέγων· Ἰδοὺ τὸ θυσια- στήριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ' αὐτῷ.» Καὶ μετ' ὀλίγα δηλο

 τινων τηρήσεων, ἢ καὶ ἐκ διδασκαλίας ἀγγέλων τὴν ἰδίαν τάξιν παραβεβηκότων καὶ ἐπὶ τῇ τοῦ γένους ἡμῶν ἐπιτριβῇ διδαξάντων περὶ τούτων τινά, ᾠήθησαν το

 ψεύσασθαι, ἐνδέχεται δὲ περὶ τῶν ἐνδεχομένων γενέσθαι καὶ μὴ γενέσθαι φρονῆσαι τὸ γενέσθαι αὐτὰ καὶ τὸ μὴ γενέσθαι. 23.9 Σαφέστερον δὲ τοῦτο οὕτως ἐρο

 τοῖσδε τοῖς προγενομένοις οὐκ ἐφ' ἡμῖν, ἐνδεχομένου τοῦ ἐπὶ τοῖς αὐτοῖς προγενομένοις καὶ ἕτερα πρᾶξαι παρ' ἃ πράττομεν. Εἰ δέ τις ζητεῖ τὸ ἐφ' ἡμῖν ἀ

 εἵμαρταί σοι τεκνοποιῆσαι ἢ μὴ τεκνοποιῆσαι· μάτην ἄρα συνέρχῃ γυναικί. Ὡς γὰρ ἐπὶ τούτου, ἐπεὶ ἀμήχανον καὶ ἀδύνατον τεκνο ποιῆσαι τὸν μὴ συνελθόντα

 εὐγνωμόνως συγκαταθήσονται τῷ μηδὲν τῶν κατὰ τοὺς ἀνθρώπους ἀπὸ τῶν ἀστέρων γίνεσθαι, ἀλλ' ὡς προειρήκαμεν, εἰ ἄρα, σημαίνεσθαι· Ὡς εἰ καὶ μὴ ἀπὸ τῶν

 λόγον, ὡς τῶν ἀνθρώπων δυναμένων καταλαμβάνειν τοὺς οὐρανίους σχηματισμοὺς καὶ τὰ σημεῖα καὶ ὧν ἐστὶ σημεῖα, τοῦτο φέρε νῦν ἐξετάσωμεν εἰ ἀληθές ἐστι.

 τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἀνθρωπίνως θείως δὲ διδάσκονται τὰ ἀπόρρητα· ὥσπερ ὁ Παῦλος, λέγων· «Ἤκουσα ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.» Ἴσασ

 ἀναγινώσκουσι τὴν βίβλον τοῦ θεοῦ· καὶ οὕτως ποιοῦσι τὰ αὐτοῖς ἐπιβάλλοντα. Ὡς προείπομεν δέ, ἡμεῖς ἃ ποιοῦμεν, ἢ αἱ ἀντικείμεναι ἐνέργειαι ἃ ἐπιτελοῦ

 ἀναιροῦσι ῥητῶν, συγχρώμενοι καὶ τῷ· «Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας» ἐν ψαλμοῖς εἰρημένῳ. Πρὸς μὲν οὖν τοῦτο εὐχερῶς ἔστιν ἀπαντῆσαι, ἐρωτῶν

 θλίβον ἡμῶν τὸν λόγον· ἐπεί φησιν ὁ Παῦλος· «Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.» Ἀλλὰ π

 τὰς προεγνωσμένας μὲν πρότερον πράξεις ὕστερον δὲ γενομένας ἑκάστην ἐκ τῆς παρασκευῆς καὶ τῆς προαιρέσεως τῆς ἀποστολικῆς. Νῦν δὲ ἀποδιδόναι εἰς τὸ ἀπ

 ἀγαθὸν δὲ δηλονότι τὴν ὑγείαν καὶ τὴν τοῦ σώματος ῥῶσιν. Ἔχει δὲ οὕτως ἡ λέξις· «Ἐὰν μὴ ἀκούσητε ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα

 ὑπολαμβάνοντας ἐπαπορητέον, εἰ τετηρήκασι τὸν νόμον οἱ προφῆται, ὧν ἁμαρτήματα οὐ κατηγορεῖται· οἷον Ἠλίας ὁ ἀκτημονέστατος, ὡς μηδὲ ἄρτον ἔχειν παρ'

 ὧν καὶ ὁ προφήτης μέμφεται τοὺς ἐν τοῖς τοιούτοις τυγχάνοντας, λέγων· «Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα· οὐκ ἔστι

 ἑωσφόρον ποτὲ γενόμενον πρωῒ ἀνατέλλοντα, ὕστερον συντετριμμένον ἐπὶ τὴν γῆν. Οὐ μόνον γὰρ ἐπὶ τοῖς υἱοῖς τῶν ἀνθρώπων, ἐάν τις τέλειος ᾖ, τῆς ἀπὸ θεο

 τῶν ἀποκεκρυμμένων εἶναι καὶ τὸν περὶ ταύτης τῆς γραφῆς ὑγιῆ λόγον. Οἱ δὲ ἕτερον θεὸν φάσκοντες παρὰ τὸν δημιουργὸν δίκαιον μὲν αὐτὸν εἶναι θέλουσι κα

 ὑπολαμβάνουσι περὶ θεοῦ, οὔτε εἰς ἃ δογματίζουσι περὶ φύσεων, συμβάλλεται αὐτοῖς ὡς οἴονται ὁ λόγος ὁ κατὰ τὸ ἐνεστηκὸς ἐξεταζόμενος ἀνάγνωσμα. Ἡμεῖς

 τοὐμφανὲς αὐτὸν ἄγοντι καὶ τάχα διὰ τοῦ πράττειν ἐκλύοντι, ἵνα πάντα τὰ τῆς ἐνυπαρχούσης κακίας ἐκβράσματα ἐπιτελέσας ἄτονον ὕστερον ἔχῃ τὸ τῶν κακῶν

 παιδεύσῃς με»· τοῦ ταῦτα εὐχομένου δεομένου μὴ δεηθῆναι ἐλέγχου τοῦ διὰ θυμοῦ θεοῦ καὶ παιδεύσεως τῆς διὰ τῆς ὀργῆς αὐτοῦ, ὥς τινων ἐλεγχθησομένων τῷ

 χρηστοὶ κύριοι μακροθυμοῦντες ἐπὶ τοὺς ἁμαρτάνοντας τῶν οἰκετῶν λέγειν εἰώθασι τό· Ἐγώ σε ἀπώλεσα· καί· Ἐγώ σε πονηρὸν ἐποίησα· μετὰ ἤθους ἐμφαίνοντες

 καρδίαν Φαραώ»· πότερον ἀληθῶς ταῦτα λέγεσθαι πιστεύουσιν ὑπὸ τοῦ θεοῦ διὰ Μωσέως ἐνθου σιῶντος ἢ ψευδῶς. Εἰ μὲν γὰρ ψευδῶς, οὔτε δίκαιος ἔτι κατ' αὐτ

τῶν ἀποκεκρυμμένων εἶναι καὶ τὸν περὶ ταύτης τῆς γραφῆς ὑγιῆ λόγον. Οἱ δὲ ἕτερον θεὸν φάσκοντες παρὰ τὸν δημιουργὸν δίκαιον μὲν αὐτὸν εἶναι θέλουσι καὶ οὐκ ἀγαθόν, σφόδρα ἰδιωτικῶς ἅμα καὶ ἀσεβῶς ἐνεχθέντες ἐν τῷ χωρίζειν δικαιοσύνην ἀγαθότητος, καὶ οἴεσθαι ὅτι οἷόν τέ ἐστι δικαιοσύνην εἶναι ἔν τινι χωρὶς ἀγαθότητος καὶ ἀγαθότητα δίχα δικαιοσύνης· ὅμως δὲ καὶ τοῦτο λέγοντες ἐναντία τῇ ἰδίᾳ ὑπολήψει περὶ δικαίου προσίενται θεοῦ σκληρύνειν τὴν καρδίαν Φαραὼ καὶ ἀπειθῆ αὐτὴν κατασκευάζειν ἑαυτῷ. Εἰ γὰρ ὁ τὸ κατ' ἀξίαν ἑκάστῳ ἀπονέμων δίκαιος καὶ ἀπὸ τῆς ἑαυτῶν αἰτίας κρείττοσιν ἢ χείροσι γεγενημένοις ἀποδιδοὺς ὧν ἐπιτήδειον ἕκαστον τυγχάνειν ἐπίσταται, πῶς δίκαιος ὁ ἁμαρτίας χείρονος αἴτιος γενόμενος τῷ Φαραώ; Καὶ οὐχ ἁπλῶς αἴτιος, ἀλλ' ὅσον ἐφ' οἷς ἐκεῖνοι ἐξεδέξαντο συνεργήσας εἰς τὸ γενέσθαι αὐτὸν ἀδικώτατον. Ἐπ' οὐδὲν γὰρ ἀνα φέροντες ἄξιον προαιρέσεως δικαίου θεοῦ τὴν σκλήρυνσιν τῆς καρδίας Φαραώ, οὐκ οἶδ' ὅπως δίκαιον θεόν, κἂν καθ' ἃ διηγεῖσθαι βούλωνται, παραστῆσαι δύνανται τὸν σκληρύ νοντα τὴν καρδίαν Φαραώ. Ὅθεν θλιπτέον αὐτοὺς ἐν τοῖς κατὰ τὸν προκείμενον τόπον, ὅπως ἤτοι παραστήσωσι πῶς δίκαιος σκληρύνει, ἢ τολμήσωσιν εἰπεῖν ὅτι ἐπεὶ σκληρύνει πονηρὸς ὁ δημιουργός· ἢ μήτε εὐποροῦντες ἀποδείξεων πρὸς τὸ τὸν δίκαιον σκληρυντικὸν εἶναί τινος, μήτε τολμῶντες τὸ ἐπὶ τοσοῦτον ἀσεβὲς προέσθαι περὶ τοῦ κτίσαντος ὡς περὶ πονηροῦ, καταφύγωσιν ἐπὶ ἑτέραν ὁδὸν ἐξηγητικὴν τοῦ· «Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ»· ἀπο στάντες τοῦ, ἐκ τοῦ νομίζειν τὰ κατὰ τὰς λέξεις νοεῖν, τὰς ἰδίας ἀναιρεῖν περὶ δικαίου θεοῦ νοήσεις. Τὸ δὲ τελευταῖον κἂν ἀπορεῖν ὅ τί ποτε ὁ λόγος ὑποβάλλει ὁμολογήσουσιν. 27.2 Ταῦτα μὲν οὖν ἐσπαράχθω ἐξεταζόμενα περὶ θεοῦ ἐν τῷ προκειμένῳ προβλήματι. Ἐπεὶ δὲ εἰς τὸν περὶ φύσεων τόπον οἱ ὑπολαμβάνοντές τινας ἐκ τῆς κατασκευῆς ἐπ' ἀπωλείᾳ γεγονέναι καὶ ταῦτα φέρουσι, λέγοντες δηλοῦ σθαι ὃ διδάσκουσι διὰ τοῦ ἐσκληρύνθαι ὑπὸ κυρίου τὴν καρδίαν Φαραώ, φέρε ταῦτα αὐτῶν πυνθανώμεθα· ὁ ἐπ' ἀπωλείᾳ κτισθεὶς οὐκ ἄν ποτε ποιῆσαί τι τῶν κρειττόνων δύναιτο, αὐτῆς τῆς ἐνυπαρχούσης φύσεως ἀντιπραττούσης αὐτῷ πρὸς τὰ καλά· τίς οὖν χρεία τὸν Φαραὼ ἀπωλείας, ὥς φατε, υἱὸν τυγχάνοντα σκληρύνεσθαι ὑπὸ τοῦ θεοῦ, ἵνα μὴ ἀποστείλῃ τὸν λαόν; Εἰ γὰρ μὴ ἐσκληρύνετο, ἀπέστειλεν ἄν. Ἀποκρινέσθωσαν δὴ περὶ τούτου λέγοντες, τί ἂν ἐποίησεν ὁ Φαραώ, εἰ μὴ ἐσκληρύνθη; Εἰ μὲν γὰρ ἀπέλυε μὴ σκληρυνθείς, οὐχὶ φύσεως ἀπολλυμένης ἦν. Εἰ δὲ μὴ ἀπέλυε, περισσὸν τὸ σκληρύνεσθαι αὐτοῦ τὴν καρδίαν· ὁμοίως γὰρ οὐκ ἀπέλυε καὶ μὴ σκληρυνθείς. Τί δὲ ἐνεργῶν ὁ θεὸς περὶ τὸ ἡγεμονικὸν αὐτοῦ ἐσκλήρυνεν αὐτόν; Καὶ πῶς αὐτὸν αἰτιᾶται λέγων· Ἀνθ' ὧν ἀπειθεῖς μοι, ἰδοὺ ἐγὼ ἀποκτενῶ τὰ πρωτότοκά σου; Ἆρα γὰρ ὁ σκληρύνων σκληρὸν σκληρύνει; Σαφὲς δ' ὅτι τὸ σκληρὸν οὐ σκληρύ νεται, ἀλλ' ἀπὸ ἁπαλότητος εἰς σκληρότητα μεταβάλλει· ἁπαλότης δὲ καρδίας κατὰ τὴν γραφὴν ἐπαινετή, ὡς πολλαχοῦ τετηρήκαμεν. Λεγέτωσαν τοιγαροῦν εἰ χρηστὸς ὁ Φαραὼ τυγχάνων γεγένηται πονηρός· ἀλλὰ καὶ ἤτοι αἰτιώμενος ὁ θεὸς τὸν Φαραὼ μάτην αἰτιᾶται ἢ οὐ μάτην· εἰ μὲν οὖν μάτην, πῶς ἔτι σοφὸς καὶ δίκαιος; εἰ δὲ μὴ μάτην, αἴτιος ἐτύγχανε τῶν ἁμαρτημάτων τῶν κατὰ τὴν ἀπείθειαν ὁ Φαραώ· καὶ εἰ αἴτιος, οὐ φύσεως ἦν ἀπολλυμένης. Πευστέον μέντοι γε καὶ τοῦτο, διὰ τὸ καταχρώμενον τὸν ἀπόστολον τοῖς ἐντεῦθεν ῥητοῖς λέγειν· «Ἄρ' οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. Ἐρεῖς οὖν μοι, τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;» Τίς ὁ σκληρύνων καὶ ἐλεῶν; Οὐ γὰρ δὴ ἑτέρου τὸ σκληρύνειν καὶ ἑτέρου τὸ ἐλεεῖν κατὰ τὴν ἀποστολικὴν φωνήν, ἀλλὰ τοῦ αὐτοῦ. Ἤτοι οὖν οἱ ἐν Χριστῷ ἐλεούμενοι τοῦ σκληρύ νοντός εἰσι τὴν καρδίαν Φαραώ, καὶ μάτην ἀναπλάσσεται αὐτοῖς ἕτερος θεὸς ἢ ὁ ἀγαθὸς κατ' αὐτοὺς θεός, οὐκ ἐλεήμων μόνον ἀλλὰ καὶ σκληρύνων· ἢ καὶ οὐκέτ' ἂν εἴη, ὡς ὑπολαμβάνουσιν, ἀγαθός. 27.3 Πάντα δὲ ταῦτα ἐπίτηδες ἐπὶ πλεῖον ἐξητάσαμεν πρὸς τοὺς ἀβασανίστως ἑαυτοῖς χαριζομένους τὸ νενοηκέναι καὶ ἐπιβαίνοντας τῇ ἁπλότητι τῶν ἡμετέρων ἐνιστάμενοι, καὶ δεικνύντες ὅτι οὔτε εἰς ἃ