Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27)

 τῶν κατὰ τοὺς ἀστέρας, ἵνα μὴ ἀπόφασις ᾖ τὸ λεγόμενον ὑπ' αὐτῶν ἀναπόδεικτος, πειραθήτωσαν ἡμᾶς προσάγειν ἀναγκαστικώτερον, διαφορὰν παριστάντες νοῦ τ

 ἐκείνῃ τέρας, λέγων· Τοῦτο τὸ τέρας ὃ ἐλάλησε κύριος λέγων· Ἰδοὺ τὸ θυσια- στήριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ' αὐτῷ.» Καὶ μετ' ὀλίγα δηλο

 τινων τηρήσεων, ἢ καὶ ἐκ διδασκαλίας ἀγγέλων τὴν ἰδίαν τάξιν παραβεβηκότων καὶ ἐπὶ τῇ τοῦ γένους ἡμῶν ἐπιτριβῇ διδαξάντων περὶ τούτων τινά, ᾠήθησαν το

 ψεύσασθαι, ἐνδέχεται δὲ περὶ τῶν ἐνδεχομένων γενέσθαι καὶ μὴ γενέσθαι φρονῆσαι τὸ γενέσθαι αὐτὰ καὶ τὸ μὴ γενέσθαι. 23.9 Σαφέστερον δὲ τοῦτο οὕτως ἐρο

 τοῖσδε τοῖς προγενομένοις οὐκ ἐφ' ἡμῖν, ἐνδεχομένου τοῦ ἐπὶ τοῖς αὐτοῖς προγενομένοις καὶ ἕτερα πρᾶξαι παρ' ἃ πράττομεν. Εἰ δέ τις ζητεῖ τὸ ἐφ' ἡμῖν ἀ

 εἵμαρταί σοι τεκνοποιῆσαι ἢ μὴ τεκνοποιῆσαι· μάτην ἄρα συνέρχῃ γυναικί. Ὡς γὰρ ἐπὶ τούτου, ἐπεὶ ἀμήχανον καὶ ἀδύνατον τεκνο ποιῆσαι τὸν μὴ συνελθόντα

 εὐγνωμόνως συγκαταθήσονται τῷ μηδὲν τῶν κατὰ τοὺς ἀνθρώπους ἀπὸ τῶν ἀστέρων γίνεσθαι, ἀλλ' ὡς προειρήκαμεν, εἰ ἄρα, σημαίνεσθαι· Ὡς εἰ καὶ μὴ ἀπὸ τῶν

 λόγον, ὡς τῶν ἀνθρώπων δυναμένων καταλαμβάνειν τοὺς οὐρανίους σχηματισμοὺς καὶ τὰ σημεῖα καὶ ὧν ἐστὶ σημεῖα, τοῦτο φέρε νῦν ἐξετάσωμεν εἰ ἀληθές ἐστι.

 τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἀνθρωπίνως θείως δὲ διδάσκονται τὰ ἀπόρρητα· ὥσπερ ὁ Παῦλος, λέγων· «Ἤκουσα ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.» Ἴσασ

 ἀναγινώσκουσι τὴν βίβλον τοῦ θεοῦ· καὶ οὕτως ποιοῦσι τὰ αὐτοῖς ἐπιβάλλοντα. Ὡς προείπομεν δέ, ἡμεῖς ἃ ποιοῦμεν, ἢ αἱ ἀντικείμεναι ἐνέργειαι ἃ ἐπιτελοῦ

 ἀναιροῦσι ῥητῶν, συγχρώμενοι καὶ τῷ· «Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας» ἐν ψαλμοῖς εἰρημένῳ. Πρὸς μὲν οὖν τοῦτο εὐχερῶς ἔστιν ἀπαντῆσαι, ἐρωτῶν

 θλίβον ἡμῶν τὸν λόγον· ἐπεί φησιν ὁ Παῦλος· «Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.» Ἀλλὰ π

 τὰς προεγνωσμένας μὲν πρότερον πράξεις ὕστερον δὲ γενομένας ἑκάστην ἐκ τῆς παρασκευῆς καὶ τῆς προαιρέσεως τῆς ἀποστολικῆς. Νῦν δὲ ἀποδιδόναι εἰς τὸ ἀπ

 ἀγαθὸν δὲ δηλονότι τὴν ὑγείαν καὶ τὴν τοῦ σώματος ῥῶσιν. Ἔχει δὲ οὕτως ἡ λέξις· «Ἐὰν μὴ ἀκούσητε ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα

 ὑπολαμβάνοντας ἐπαπορητέον, εἰ τετηρήκασι τὸν νόμον οἱ προφῆται, ὧν ἁμαρτήματα οὐ κατηγορεῖται· οἷον Ἠλίας ὁ ἀκτημονέστατος, ὡς μηδὲ ἄρτον ἔχειν παρ'

 ὧν καὶ ὁ προφήτης μέμφεται τοὺς ἐν τοῖς τοιούτοις τυγχάνοντας, λέγων· «Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα· οὐκ ἔστι

 ἑωσφόρον ποτὲ γενόμενον πρωῒ ἀνατέλλοντα, ὕστερον συντετριμμένον ἐπὶ τὴν γῆν. Οὐ μόνον γὰρ ἐπὶ τοῖς υἱοῖς τῶν ἀνθρώπων, ἐάν τις τέλειος ᾖ, τῆς ἀπὸ θεο

 τῶν ἀποκεκρυμμένων εἶναι καὶ τὸν περὶ ταύτης τῆς γραφῆς ὑγιῆ λόγον. Οἱ δὲ ἕτερον θεὸν φάσκοντες παρὰ τὸν δημιουργὸν δίκαιον μὲν αὐτὸν εἶναι θέλουσι κα

 ὑπολαμβάνουσι περὶ θεοῦ, οὔτε εἰς ἃ δογματίζουσι περὶ φύσεων, συμβάλλεται αὐτοῖς ὡς οἴονται ὁ λόγος ὁ κατὰ τὸ ἐνεστηκὸς ἐξεταζόμενος ἀνάγνωσμα. Ἡμεῖς

 τοὐμφανὲς αὐτὸν ἄγοντι καὶ τάχα διὰ τοῦ πράττειν ἐκλύοντι, ἵνα πάντα τὰ τῆς ἐνυπαρχούσης κακίας ἐκβράσματα ἐπιτελέσας ἄτονον ὕστερον ἔχῃ τὸ τῶν κακῶν

 παιδεύσῃς με»· τοῦ ταῦτα εὐχομένου δεομένου μὴ δεηθῆναι ἐλέγχου τοῦ διὰ θυμοῦ θεοῦ καὶ παιδεύσεως τῆς διὰ τῆς ὀργῆς αὐτοῦ, ὥς τινων ἐλεγχθησομένων τῷ

 χρηστοὶ κύριοι μακροθυμοῦντες ἐπὶ τοὺς ἁμαρτάνοντας τῶν οἰκετῶν λέγειν εἰώθασι τό· Ἐγώ σε ἀπώλεσα· καί· Ἐγώ σε πονηρὸν ἐποίησα· μετὰ ἤθους ἐμφαίνοντες

 καρδίαν Φαραώ»· πότερον ἀληθῶς ταῦτα λέγεσθαι πιστεύουσιν ὑπὸ τοῦ θεοῦ διὰ Μωσέως ἐνθου σιῶντος ἢ ψευδῶς. Εἰ μὲν γὰρ ψευδῶς, οὔτε δίκαιος ἔτι κατ' αὐτ

εἵμαρταί σοι τεκνοποιῆσαι ἢ μὴ τεκνοποιῆσαι· μάτην ἄρα συνέρχῃ γυναικί. Ὡς γὰρ ἐπὶ τούτου, ἐπεὶ ἀμήχανον καὶ ἀδύνατον τεκνο ποιῆσαι τὸν μὴ συνελθόντα γυναικί, οὐ μάτην παραλαμβάνεται τὸ συνελθεῖν γυναικί· οὕτως, εἰ τὸ ἀναστῆναι ἐκ τῆς νόσου ὁδῷ τῇ ἀπὸ ἰατρικῆς γίνεται, ἀναγκαίως παρα λαμβάνεται ὁ ἰατρός· καὶ ψεῦδος τό· Μάτην εἰσάγεις τὸν ἰατρόν. Ὅλα δὲ ταῦτα παρειλήφαμεν, δι' ἃ παρέθετο ὁ σοφώτατος Κέλσος εἰπών· «Θεὸς ὢν προεῖπε, καὶ πάντως ἐχρῆν γενέσθαι τὸ προειρημένον.» Εἰ γὰρ τοῦ πάντως ἀκούει ἀντὶ τοῦ κατηναγκασμένως, οὐ δώσομεν αὐτῷ· δυνατὸν γὰρ ἦν καὶ μὴ γενέσθαι. Εἰ δὲ τὸ πάντως λέγει ἀντὶ τοῦ ἔσται, ὅπερ οὐ κωλύεται εἶναι ἀληθές, κἂν δυνατὸν ᾖ τὸ μὴ γενέσθαι, οὐδὲν λυπεῖ τὸν λόγον· οὐδὲ γὰρ ἠκολούθει τῷ προειρηκέναι τὸν Ἰησοῦν ἀληθῶς τὰ περὶ τοῦ προδότου ἢ τὰ περὶ τοῦ ἀρνησαμένου Πέτρου, τὸ αὐτὸν αὐτοῖς αἴτιον γενέσθαι ἀσεβείας καὶ ἀνοσίου πράξεως. Ὁρῶν γὰρ αὐτοῦ τὸ μοχθηρὸν ἦθος ὁ καθ' ἡμᾶς γιγνώσκων «τί ἦν ἐν τῷ ἀνθρώπῳ», καὶ ὁρῶν ἃ τολμήσει ἔκ τε τοῦ φιλάργυρος εἶναι καὶ ἐκ τοῦ μὴ βεβαίως περὶ τοῦ διδασκάλου φρονεῖν ἃ ἐχρῆν, εἶπε μετὰ πολλῶν καὶ τό· «Ὁ ἐμβάψας μετ' ἐμοῦ τὴν χεῖρα εἰς τὸ τρυβλίον, ἐκεῖνός με παραδώσει.» 23.14ν <Τόμου τρίτου τῶν εἰς τὴν Γένεσιν> (βʹ) Φέρε δὲ ἀγωνισώμεθα καὶ περὶ τοῦ τοὺς ἀστέρας μηδαμῶς εἶναι ποιητικοὺς τῶν ἐν ἀνθρώποις, σημαντικοὺς δὲ μόνον. Σαφὲς δὴ ὅτι εἰ ὅδε, τις ὁ σχηματισμὸς τῶν ἀστέρων ποιητικὸς νομίζοιτο τῶνδέ τινων τῶν γινομένων περὶ τὸν ἄνθρωπον· ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον· οὐκ ἂν ὁ σήμερον φέρε εἰπεῖν γενόμενος σχηματισμὸς περὶ τόνδε δύναιτο νοεῖσθαι πεποιηκέναι τὰ παρεληλυθότα περὶ ἕτερον ἢ καὶ περὶ ἑτέρους· πᾶν γὰρ τὸ ποιοῦν πρεσβύτερον τοῦ πεποιημένου. Ὅσον δὲ ἐπὶ τοῖς μαθήμασι τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων, πρεσβύτερα τοῦ σχηματισμοῦ προλέγεσθαι νομίζεται περὶ τοὺς ἀνθρώ πους. Ἐπαγγέλλονται γὰρ τόνδε τινὰ τρόπον τὴν ὥραν λαβόντες τοῦδε τοῦ ἀνθρώπου καταλαμβάνειν πῶς ἕκαστος τῶν πλανωμένων κατὰ κάθετον ἢ τῆσδε τῆς μοίρας τοῦ ζῳδίου ἢ τῶν ἐν αὐτῷ λεπτῶν, καὶ ποῖος ἀστὴρ τοῦ ζῳδιακοῦ κατὰ τοῦ ἀνατολικοῦ ἐτύγχανεν ὁρίζοντος, ποῖός τε κατὰ τοῦ δυτικοῦ, καὶ τίς κατὰ τοῦ μεσουρανήματος, καὶ τίς κατὰ τοῦ ἀντιμεσουρανήματος. Καὶ ἐπὰν θῶσι τοὺς ἀστέρας, οὓς νομίζουσιν ἑαυτοῖς ἐσχηματικέναι, κατὰ τὸν καιρὸν τῆς τοῦ δεῖνος γενέσεως ἐσχηματισμένους οὑτωσί, τῷ χρόνῳ τῆς ἀποτέξεως τοῦ περὶ οὗ σκοποῦσιν, οὐ μόνον τὰ μέλλοντα ἐξετάζουσιν, ἀλλὰ καὶ τὰ παρεληλυθότα, καὶ τὰ πρὸ τῆς γενέσεως καὶ τῆς σπορᾶς τοῦ περὶ οὗ ὁ λόγος γεγενημένα· περὶ πατρός, ποταπὸς ὢν τυγχάνει, πλούσιος ἢ πένης, ὁλόκληρος τὸ σῶμα ἢ σεσινωμένος, τὸ ἦθος βελτίων ἢ χείρων, ἀκτήμων ἢ πολυκτήμων, τήνδε τὴν πρᾶξιν ἢ τήνδε ἔχων· τὰ δ' αὐτὰ καὶ περὶ τῆς μητρός, καὶ περὶ πρεσβυτέρων ἀδελφῶν, ἐὰν τύχωσιν ὄντες. 23.15 Ἔστω δὲ ἡμᾶς ἐπὶ τοῦ παρόντος προσίεσθαι αὐτοὺς καταλαμβάνειν τὰ ἐν τῷ τόπῳ ἀληθῆ, περὶ οὗ καὶ αὐτοῦ ὕστερον δείξομεν ὅτι οὐχ οὕτως ἔχει· πευσώμεθα τοίνυν τῶν ὑπολαμβανόντων κατηναγκάσθαι ὑπὸ τῶν ἄστρων τὰ τῶν ἀνθρώπων πράγματα, τίνα τρόπον ὁ σήμερον σχημα τισμὸς ὁ τοιόσδε δύναται πεποιηκέναι τὰ πρεσβύτερα. Εἰ γὰρ τοῦτο ἀμήχανον, καθ' ὃ δὴ ὅτι εὑρίσκεται τὸ περὶ τῶν πρεσβυτέρων τοῦ χρόνου ἀληθές, σαφὲς τὸ μὴ πεποιη κέναι τοὺς ἀστέρας οὑτωσὶ κινουμένους ἐν οὐρανῷ τὰ παρεληλυθότα καὶ γενόμενα πρὸ τοῦ οὕτως ἔχειν αὐτούς. Εἰ δὲ τοῦτο, τάχα ὁ προσιέμενος ἀληθεύειν αὐτούς, ἐπι στήσας τοῖς περὶ τῶν μελλόντων λεγομένοις, ἐρεῖ ἀληθεύειν αὐτοὺς οὐ τῷ ποιεῖν τοὺς ἀστέρας ἀλλὰ τῷ σημαίνειν μόνον. Ἐὰν δέ τις φάσκῃ τὰ μὲν παρεληλυθότα μὴ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ ἄλλους μὲν σχηματισμοὺς τοὺς τῆς ἐκείνων γενέσεως αἰτίους γεγονέναι, τὸν δὲ νῦν σχηματισμὸν σεσημαγκέναι μόνον, τὰ μέντοι μέλλοντα δηλοῦσθαι ἀπὸ τοῦ ἐνεστηκότος σχηματισμοῦ τῆς τοῦ δεῖνος γενέσεως· παραστησάτω τὴν διαφορὰν τοῦ ἀπὸ τῶν ἀστέρων δύνασθαι δεῖξαι ὅτι τάδε μὲν νενόηται ἀληθῆ ὡς ἀπὸ ποιούντων, τάδε δὲ ὡς ἀπὸ σημαινόντων μόνον. Μὴ ἔχοντες δὲ δοῦναι τὴν διαφορὰν