Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27)

 τῶν κατὰ τοὺς ἀστέρας, ἵνα μὴ ἀπόφασις ᾖ τὸ λεγόμενον ὑπ' αὐτῶν ἀναπόδεικτος, πειραθήτωσαν ἡμᾶς προσάγειν ἀναγκαστικώτερον, διαφορὰν παριστάντες νοῦ τ

 ἐκείνῃ τέρας, λέγων· Τοῦτο τὸ τέρας ὃ ἐλάλησε κύριος λέγων· Ἰδοὺ τὸ θυσια- στήριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ' αὐτῷ.» Καὶ μετ' ὀλίγα δηλο

 τινων τηρήσεων, ἢ καὶ ἐκ διδασκαλίας ἀγγέλων τὴν ἰδίαν τάξιν παραβεβηκότων καὶ ἐπὶ τῇ τοῦ γένους ἡμῶν ἐπιτριβῇ διδαξάντων περὶ τούτων τινά, ᾠήθησαν το

 ψεύσασθαι, ἐνδέχεται δὲ περὶ τῶν ἐνδεχομένων γενέσθαι καὶ μὴ γενέσθαι φρονῆσαι τὸ γενέσθαι αὐτὰ καὶ τὸ μὴ γενέσθαι. 23.9 Σαφέστερον δὲ τοῦτο οὕτως ἐρο

 τοῖσδε τοῖς προγενομένοις οὐκ ἐφ' ἡμῖν, ἐνδεχομένου τοῦ ἐπὶ τοῖς αὐτοῖς προγενομένοις καὶ ἕτερα πρᾶξαι παρ' ἃ πράττομεν. Εἰ δέ τις ζητεῖ τὸ ἐφ' ἡμῖν ἀ

 εἵμαρταί σοι τεκνοποιῆσαι ἢ μὴ τεκνοποιῆσαι· μάτην ἄρα συνέρχῃ γυναικί. Ὡς γὰρ ἐπὶ τούτου, ἐπεὶ ἀμήχανον καὶ ἀδύνατον τεκνο ποιῆσαι τὸν μὴ συνελθόντα

 εὐγνωμόνως συγκαταθήσονται τῷ μηδὲν τῶν κατὰ τοὺς ἀνθρώπους ἀπὸ τῶν ἀστέρων γίνεσθαι, ἀλλ' ὡς προειρήκαμεν, εἰ ἄρα, σημαίνεσθαι· Ὡς εἰ καὶ μὴ ἀπὸ τῶν

 λόγον, ὡς τῶν ἀνθρώπων δυναμένων καταλαμβάνειν τοὺς οὐρανίους σχηματισμοὺς καὶ τὰ σημεῖα καὶ ὧν ἐστὶ σημεῖα, τοῦτο φέρε νῦν ἐξετάσωμεν εἰ ἀληθές ἐστι.

 τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἀνθρωπίνως θείως δὲ διδάσκονται τὰ ἀπόρρητα· ὥσπερ ὁ Παῦλος, λέγων· «Ἤκουσα ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.» Ἴσασ

 ἀναγινώσκουσι τὴν βίβλον τοῦ θεοῦ· καὶ οὕτως ποιοῦσι τὰ αὐτοῖς ἐπιβάλλοντα. Ὡς προείπομεν δέ, ἡμεῖς ἃ ποιοῦμεν, ἢ αἱ ἀντικείμεναι ἐνέργειαι ἃ ἐπιτελοῦ

 ἀναιροῦσι ῥητῶν, συγχρώμενοι καὶ τῷ· «Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας» ἐν ψαλμοῖς εἰρημένῳ. Πρὸς μὲν οὖν τοῦτο εὐχερῶς ἔστιν ἀπαντῆσαι, ἐρωτῶν

 θλίβον ἡμῶν τὸν λόγον· ἐπεί φησιν ὁ Παῦλος· «Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.» Ἀλλὰ π

 τὰς προεγνωσμένας μὲν πρότερον πράξεις ὕστερον δὲ γενομένας ἑκάστην ἐκ τῆς παρασκευῆς καὶ τῆς προαιρέσεως τῆς ἀποστολικῆς. Νῦν δὲ ἀποδιδόναι εἰς τὸ ἀπ

 ἀγαθὸν δὲ δηλονότι τὴν ὑγείαν καὶ τὴν τοῦ σώματος ῥῶσιν. Ἔχει δὲ οὕτως ἡ λέξις· «Ἐὰν μὴ ἀκούσητε ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα

 ὑπολαμβάνοντας ἐπαπορητέον, εἰ τετηρήκασι τὸν νόμον οἱ προφῆται, ὧν ἁμαρτήματα οὐ κατηγορεῖται· οἷον Ἠλίας ὁ ἀκτημονέστατος, ὡς μηδὲ ἄρτον ἔχειν παρ'

 ὧν καὶ ὁ προφήτης μέμφεται τοὺς ἐν τοῖς τοιούτοις τυγχάνοντας, λέγων· «Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα· οὐκ ἔστι

 ἑωσφόρον ποτὲ γενόμενον πρωῒ ἀνατέλλοντα, ὕστερον συντετριμμένον ἐπὶ τὴν γῆν. Οὐ μόνον γὰρ ἐπὶ τοῖς υἱοῖς τῶν ἀνθρώπων, ἐάν τις τέλειος ᾖ, τῆς ἀπὸ θεο

 τῶν ἀποκεκρυμμένων εἶναι καὶ τὸν περὶ ταύτης τῆς γραφῆς ὑγιῆ λόγον. Οἱ δὲ ἕτερον θεὸν φάσκοντες παρὰ τὸν δημιουργὸν δίκαιον μὲν αὐτὸν εἶναι θέλουσι κα

 ὑπολαμβάνουσι περὶ θεοῦ, οὔτε εἰς ἃ δογματίζουσι περὶ φύσεων, συμβάλλεται αὐτοῖς ὡς οἴονται ὁ λόγος ὁ κατὰ τὸ ἐνεστηκὸς ἐξεταζόμενος ἀνάγνωσμα. Ἡμεῖς

 τοὐμφανὲς αὐτὸν ἄγοντι καὶ τάχα διὰ τοῦ πράττειν ἐκλύοντι, ἵνα πάντα τὰ τῆς ἐνυπαρχούσης κακίας ἐκβράσματα ἐπιτελέσας ἄτονον ὕστερον ἔχῃ τὸ τῶν κακῶν

 παιδεύσῃς με»· τοῦ ταῦτα εὐχομένου δεομένου μὴ δεηθῆναι ἐλέγχου τοῦ διὰ θυμοῦ θεοῦ καὶ παιδεύσεως τῆς διὰ τῆς ὀργῆς αὐτοῦ, ὥς τινων ἐλεγχθησομένων τῷ

 χρηστοὶ κύριοι μακροθυμοῦντες ἐπὶ τοὺς ἁμαρτάνοντας τῶν οἰκετῶν λέγειν εἰώθασι τό· Ἐγώ σε ἀπώλεσα· καί· Ἐγώ σε πονηρὸν ἐποίησα· μετὰ ἤθους ἐμφαίνοντες

 καρδίαν Φαραώ»· πότερον ἀληθῶς ταῦτα λέγεσθαι πιστεύουσιν ὑπὸ τοῦ θεοῦ διὰ Μωσέως ἐνθου σιῶντος ἢ ψευδῶς. Εἰ μὲν γὰρ ψευδῶς, οὔτε δίκαιος ἔτι κατ' αὐτ

ἐκείνῃ τέρας, λέγων· Τοῦτο τὸ τέρας ὃ ἐλάλησε κύριος λέγων· Ἰδοὺ τὸ θυσια- στήριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ' αὐτῷ.» Καὶ μετ' ὀλίγα δηλοῦται, ὅτι «καὶ τὸ θυσιαστήριον ἐρράγη, καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστηρίου κατὰ τὸ τέρας, ὃ ἔδωκεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἐν λόγῳ κυρίου». 23.5 Καὶ ἐν τῷ Ἠσαΐᾳ γενομένῳ πρὸ πολλοῦ τῆς αἰχ μαλωσίας τῆς εἰς Βαβυλῶνα, μεθ' ἣν αἰχμαλωσίαν ὕστερόν ποτε γίνεται Κῦρος ὁ Περσῶν βασιλεὺς συνεργήσας τῇ οἰκοδομῇ τοῦ ναοῦ γενομένῃ κατὰ τοὺς χρόνους Ἔσδρα, ταῦτα περὶ Κύρου ὀνομαστὶ προφητεύεται· «Οὕτω λέγει κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται· Ἐγὼ ἔμπροσθέν σου προ πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω· καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι ἐγὼ κύριος ὁ θεὸς ὁ καλῶν τὸ ὄνομά σου θεὸς Ἰσραήλ. Ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦμου, ἐγὼ καλέσω σε τῷ ὀνόματί σου καὶ προσδέξομαί σε.» Σαφῶς γὰρ καὶ ἐκ τούτων δεδήλωται, ὅτι διὰ τὸν λαόν, ὃν εὐεργέτησεν ὁ Κῦρος, ὁ θεὸς μὴ γινώσκοντι αὐτῷ τὴν καθ' Ἑβραίους θεοσέβειαν ἐδωρήσατο ἐθνῶν πλειόνων ἄρξαι· καὶ ἔστι ταῦτα μαθεῖν καὶ ἀπὸ Ἑλλήνων τῶν ἀναγραψάντων τὰ περὶ τὸν προφητευθέντα Κῦρον. Ἔτι δὲ καὶ ἐν τῷ ∆ανιήλ, Βαβυλωνίων βασιλευόντων τότε, τῷ Ναβουχοδονόσορ δείκνυνται αἱ ἐσόμεναι βασιλεῖαι μετ' αὐτόν. ∆είκνυνται δὲ διὰ τῆς εἰκόνος· χρυσίου μὲν τῆς Βαβυλωνίων ἀρχῆς ὀνομαζομένης, ἀργυρίου δὲ τῆς Περσῶν, χαλκοῦ δὲ τῆς Μακεδόνων, σιδήρου δὲ τῆς Ῥωμαίων. Καὶ πάλιν ἐν τῷ αὐτῷ προφήτῃ τὰ περὶ ∆αρεῖον καὶ Ἀλέξανδρον, καὶ τοὺς τέσσαρας διαδόχους Ἀλεξάνδρου τοῦ Μακεδόνων βασιλέως, καὶ Πτολεμαῖον τὸν τῆς Αἰγύπτου ἄρξαντα τὸν ἐπικαλούμενον Λαγών, οὕτω προφητεύεται· «Καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς· καὶ τῷ τράγῳ κέρας ἀνὰ μέσον τῶν ὀφθαλμῶν. Καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὗ εἶδον ἑστῶτος ἐνώπιον τοῦ Οὐβάλ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐνώπιον τῆς ἰσχύος αὐτοῦ. Καὶ εἶδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτόν, καὶ ἔπαισε τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ· καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ στῆναι ἐνώπιον αὐτοῦ· καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτόν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ. Καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα· καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη ἕτερα κέρατα τέσσαρα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ. Καὶ ἐκ τοῦ ἑνὸς ἐξῆλθε κέρας ἓν ἰσχυρόν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ τὴν δύσιν.» Τί δὲ δεῖ λέγειν τὰς περὶ Χριστοῦ προφητείας, οἷον τόπον γενέσεως αὐτοῦ Βηθλεέμ, καὶ τόπον ἀνατροφῆς αὐτοῦ Ναζαρά, καὶ τὴν εἰς Αἴγυπτον ἀναχώρησιν, καὶ τεράστια ἃ ἐποίησε, καὶ τίνα τρόπον ὑπὸ Ἰούδα τοῦ εἰς ἀποστολὴν κεκλημένου προεδόθη; πάντα γὰρ ταῦτα σημεῖά ἐστι τῆς τοῦ θεοῦ προγνώσεως. Ἀλλὰ καὶ αὐτὸς ὁ σωτήρ, «Ὅταν, φησίν, ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, τότε γνώσεσθε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.» Προεῖπε γὰρ τὸ ὕστερον συμβεβηκὸς τέλος τῆς κατασκαφῆς Ἱερουσαλήμ. 23.6 Ἀποδεδειγμένου τοίνυν ἡμῖν περὶ τοῦ προγνώστην εἶναι τὸν θεὸν οὐκ ἀκαίρως, ἵνα διηγησώμεθα πῶς οἱ ἀστέρες γίνονται εἰς σημεῖα, νοητέον τοὺς ἀστέρας οὕτω τετάχθαι κινεῖσθαι, ἐναντιοφορούντων τῶν καλουμένων πλανωμένων τοῖς ἀπλανέσιν, ἵνα σημεῖα ἀπὸ τοῦ σχημα τισμοῦ τῶν ἀστέρων πάντων τῶν περὶ ἕκαστον γινομένων καὶ τῶν καθόλου λαμβάνοντες γινώσκωσιν, οὐχὶ οἱ ἄνθρωποι (πολλῷ γὰρ μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ δύνασθαι κατὰ ἀλήθειαν ἐκλαμβάνειν ἀπὸ τῆς κινήσεως τῶν ἀστέρων τὰ περὶ ἑκάστου τῶν ὅ τί ποτε ἐνεργούντων ἢ πασχόντων), ἀλλ' αἱ δυνάμεις, ἃς ἀναγκαῖον διὰ πολλὰ ταῦτα γινώσκειν, ὡς κατὰ δύναμιν ἐν τοῖς ἑξῆς δείξομεν. Σανθέντες δὲ οἱ ἄνθρωποι ἔκ