Libri x in Canticum canticorum 90 Μὴ διὰ προφητῶν με μνηστευσάτω, φησίν, δι' ἑαυτοῦ δὲ ὁμιλησάτω κατ' αἴσθησιν πνευματικήν· (δι' ἧς ὁ Ἰωάννης φησί· «κ

 συνορῶντι ὅτι, ἡνίκα «κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ», οὔτε «ἀπὸ τῆς πλινθείας» οὔτε «ἀπὸ τοῦ πηλοῦ» οὔτε «ἀπὸ τῶν ἀχύρων κατεστένα ξαν», ἀλλ' «ἀπὸ τῶν ἔ

 ἐγερθῇ». -Καὶ μετὰ ταῦτα. Τότε γὰρ «οἱ σύμμορφοι γεγενημένοι τῆς ἀναστάσεως αὐτοῦ» παραλήψονται παρ' αὐτοῦ ἀνθ' «ὁμοιωμάτων» χρυσόν, πλη θυνθήσονται τ

 ζησόμεθα ἐν τοῖς ἔθνεσι». Πῶς γὰρ οὐκ ἔμελλε ζωῆς ἡμῖν αἰτία «ἡ σκιὰ αὐτοῦ» γενέσθαι γενομένοις ἐλευθέροις «τῆς τοῦ νόμου σκιᾶς» («σκιὰν γὰρ εἶχεν ὁ ν

 «ὑετὸν» γεγονέναι τὸν πρὸ τῆς ἐπιδημίας «καιρὸν τοῦ Θεοῦ ἐντειλαμένου ταῖς νεφέλαις ὕειν» τὸν νομικὸν καὶ προφητικὸν λόγον, πεπαῦσθαι δὲ τοῦτον, ἐπειδ

«ὑετὸν» γεγονέναι τὸν πρὸ τῆς ἐπιδημίας «καιρὸν τοῦ Θεοῦ ἐντειλαμένου ταῖς νεφέλαις ὕειν» τὸν νομικὸν καὶ προφητικὸν λόγον, πεπαῦσθαι δὲ τοῦτον, ἐπειδὴ «ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου»· ἔαρ δὲ καὶ θέρος μετὰ τὴν ἐπιδημίαν, ὅτε μηκέτι «ὑετῶν» χρεία, ὅτε «τὰ» διὰ Χριστὸν «ἄνθη ὤφθη ἐν τῇ γῇ». Καὶ ἀπὸ τῆς ἐπιδημίας αὐτοῦ «ἡ συκῆ» οὐκ ἐκκόπτεται, ἄκαρπος ἐν τῷ προτέρῳ γενομένη καιρῷ· νυνὶ γὰρ «ὀλύνθους ἐξήνεγκε» καὶ «κυπρίζουσιν αἱ ἄμπελοι». ∆ιό φησιν ἓν τῶν κλημάτων· «Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ». 224 «Τομῆς καιρὸς» ὁ τῆς τῶν περιττῶν ἀποθέσεως. «Φωνὴ τῆς τρυγόνος». Ἢ καὶ «τρυγόνος» λέγει «τῆς ἀποῤῥήτου καὶ ἀγνώστου σοφίας»· φιλέρημον γὰρ τὸ ζῶον Ἧς «ἡ φωνὴ ἀκούεται» τοῖς ἔτι γήινον σῶμα περικειμένοις. 226 οὗτος (σξ. καιρὸς) δέ ἐστιν ὁ τῆς αὐτοῦ παρουσίας, ἐν ᾧ δεῖ τὰ σωματικὰ τοῦ νόμου καὶ τῆς ἐν τοῖς προφήταις ἱστορίας περιπεφυκότα τοῖς πνευματικοῖς περιτέμνεσθαι καὶ μεῖναι τὰ κρείττονα. «Καιρὸς» δὲ πάλιν καὶ τῆς τῶν ἁμαρτημάτων ἐκκοπῆς καὶ ἀφέσεως «διὰ λουτροῦ παλιγγενεσίας». 230 Βούλεται τὴν ψυχὴν ὑπερβῆναι τὰ αἰσθητά· ὡσεὶ πόλεως δὲ τεῖχος καὶ «προτείχισμα» τὸν αἰσθητὸν κόσμον καλεῖ. ∆εῖ οὖν τὴν τῷ λόγῳ κοινωνήσουσαν ψυχὴν 231 «ἐν σκέπῃ τῆς πέτρας», οὐ μόνον ἔξω τοῦ τείχους τῆς πόλεως, ἀλλὰ καὶ «τοῦ προτειχίσματος» γενέσθαι· ὡς πλησίον γενομένην «ἀνακεκα- λυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτρίζεσθαι» πειθομένην τῷ λέγοντι· «δεῖξόν μοι τὴν ὄψιν σου». Ἐπιθυμεῖ δὲ καὶ διαλεγο 232 μένης ἀκοῦσαι «τὴν φωνήν», ὡς «ἡδεῖαν» θαυμάζων. «Προτείχισμα» δέ 233 ἐστιν, ὅπερ Ἠσαΐας «περίτειχος» ὀνομάζει λέγων· «θήσει τεῖχος καὶ περίτειχος». Βούλεται τοίνυν τῶν σωματικῶν ἐξελθοῦσαν οὐ μόνον ἐν τῷ «τείχει» γενέσθαι-ὅπερ εἶναι τὸν περὶ τοῦ κόσμου λόγον νομίζω-, ἀλλὰ καὶ «ἐχόμενα τοῦ προτειχίσματος», ὃς λόγος μέν ἐστι τελευταῖος τῶν σωματικῶν, ἀρχὴ δὲ τῶν ἀσωμάτων. 235 Ταῦτα τοῖς φίλοις ὁ νυμφίος ἤτοι ἀγγέλοις ἢ ἀνδράσιν ἁγίοις, ὅσοι τῆς ἐκκλησίας διδάσκαλοι. Ὑπὲρ σωτηρίας δὲ «τῶν ἀμπελώνων» ἡ προτροπή, ἵνα τῶν πανούργων συλλαμβανομένων δυνάμεων, αἳ διαφθείρουσι τὴν ἀρχὴν τῆς ἐκφύσεως τοῦ καρποῦ, δυνηθῶσιν «αἱ ἄμπελοι» προκόψαι ἀπὸ τοῦ «κυπρίζειν» μέχρι τῆς τοῦ καρποῦ τελειώσεως, ὑπὸ τοῦ Θεοῦ 236 γεωργουμέναι, διὰ δὲ τὸ αὐτεξούσιον δυνάμεναι ἐνέγκαι καρπόν τε 237 καὶ μή. Ἢ τάχα καὶ ἄνθρωποι «ἀλώπεκές» τινες, δι' ἑτεροδόξου δριμύτητος ἐμποδίζοντες τοῖς ἀρξαμένοις τρέχειν καλῶς· 240 οὓς ἔτι «μικροὺς» ὄντας βούλεται «συλληφθῆναι», πρὶν ἐπὶ πλέον ἀσεβείας προκόψωσιν. Μέγας γὰρ «ἀλώπηξ» γενόμενος ἐκείνοις μὲν ἀνάλωτος, ὑπὸ μόνου δὲ τοῦ νυμφίου θηρεύεται· ἀρχόμενοι γὰρ ἐνεργεῖν τὰ χεί 241 ρονα καὶ τοῖς φίλοις εὐάλωτοι. Λέγοι δ' ἂν καὶ «μικροὺς ἀμπελῶνας»· οὐ δύνανται γὰρ κατὰ τῶν μεγάλων «ἀλώπεκες».