Libri x in Canticum canticorum 90 Μὴ διὰ προφητῶν με μνηστευσάτω, φησίν, δι' ἑαυτοῦ δὲ ὁμιλησάτω κατ' αἴσθησιν πνευματικήν· (δι' ἧς ὁ Ἰωάννης φησί· «κ

 συνορῶντι ὅτι, ἡνίκα «κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ», οὔτε «ἀπὸ τῆς πλινθείας» οὔτε «ἀπὸ τοῦ πηλοῦ» οὔτε «ἀπὸ τῶν ἀχύρων κατεστένα ξαν», ἀλλ' «ἀπὸ τῶν ἔ

 ἐγερθῇ». -Καὶ μετὰ ταῦτα. Τότε γὰρ «οἱ σύμμορφοι γεγενημένοι τῆς ἀναστάσεως αὐτοῦ» παραλήψονται παρ' αὐτοῦ ἀνθ' «ὁμοιωμάτων» χρυσόν, πλη θυνθήσονται τ

 ζησόμεθα ἐν τοῖς ἔθνεσι». Πῶς γὰρ οὐκ ἔμελλε ζωῆς ἡμῖν αἰτία «ἡ σκιὰ αὐτοῦ» γενέσθαι γενομένοις ἐλευθέροις «τῆς τοῦ νόμου σκιᾶς» («σκιὰν γὰρ εἶχεν ὁ ν

 «ὑετὸν» γεγονέναι τὸν πρὸ τῆς ἐπιδημίας «καιρὸν τοῦ Θεοῦ ἐντειλαμένου ταῖς νεφέλαις ὕειν» τὸν νομικὸν καὶ προφητικὸν λόγον, πεπαῦσθαι δὲ τοῦτον, ἐπειδ

συνορῶντι ὅτι, ἡνίκα «κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ», οὔτε «ἀπὸ τῆς πλινθείας» οὔτε «ἀπὸ τοῦ πηλοῦ» οὔτε «ἀπὸ τῶν ἀχύρων κατεστένα ξαν», ἀλλ' «ἀπὸ τῶν ἔργων»· «καὶ ἀνέβη αὐτῶν ἡ βοὴ πρὸς Θεόν», οὐκ «ἀπὸ πηλοῦ», ἀλλὰ πάλιν «ἀπὸ τῶν ἔργων». ∆ιὸ καὶ «εἰσήκουσε ὁ Θεὸς τῶν στεναγμῶν αὐτῶν»· οὐκ «εἰσακούων στεναγμοῦ» τῶν οὐκ «ἀπὸ ἔργων βοώντων» πρὸς αὐτόν, ἀλλ' «ἀπὸ πηλοῦ» καὶ τῶν γηίνων πράξεων. 130 «Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί· ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα». Ἤγουν οἱ διδάσκοντές με μαθηταὶ τοῦ Χριστοῦ, καθᾶραι με τῶν πρὸ τούτου βουλόμενοι πονηρῶν λογισμῶν καὶ τῶν συνεργούντων ταῦτα δαιμόνων, «ἐμαχέσαντο» τούτοις «ἐν ἐμοὶ τῆς αὐτῆς μοι μητρὸς ὄντες υἱοί»· «τῆς ἐλευθέρας» φημί· οἱ μὲν εἰς 131 «τὸ κατ' ἐκλογὴν χάριτος λεῖμμα» ἀναλαμβανόμενοι, ἐγὼ δὲ «τὴν» κατὰ «τὴν ἄνω Ἱερουσαλὴμ διαθήκην» λαβοῦσα καὶ «ἐξ ἐπαγγελίας ἀνα γεννωμένη». Οὐ πρότερον δὲ ταύτην «ἔθεντο φυλάκισσαν», εἶτα «ἐμα χέσαντο»· «μαχεσάμενοι» δὲ πρῶτον ἐπιτήδειαν ἐποίησαν τοῦ τεθῆναι «ἐν ἀμπελῶσιν εἰς φυλακήν». Μωυσῆς δὲ οὗτος καὶ οἱ προφῆται, ὧν 132.30 ἕκαστος «ἀγρὸς ἦν πλήρης, ὃν εὐλόγησε Κύριος» καὶ «ἀμπελών»· ἐν οἷς τις γενόμενος καὶ τὴν προτέραν ἕξιν ἑαυτοῦ μὴ τηρῶν ὡς «ἐκ Σοδό μων» ὑπάρχουσαν «ἀμπελῶνα» τῷ παρόντι κέχρηται λόγῳ. 141 Τὸ πολυθρύλητον δὲ παρ' Ἕλλησιν ἐπίφθεγμα προείληπται παραδοθὲν τῷ σοφῷ Σολομῶνι, τό· «γνῶθι σαυτόν». Καθ' ἣν ἀπειλεῖται νῦν ἡ ψυχὴ παρὰ τοῦ ἐράστου καὶ νυμφίου, εἰ μὴ τὸ δοθὲν αὐτῇ «κατ' εἰκόνα Θεοῦ» φυ 142 λάξει κάλλος, τὴν ἔνδοθεν ἐκβολὴν καὶ τὸ ἐν ἐσχάτοις τετάχθαι «τοὺς σκαιοὺς ἐρίφους» «ποιμαίνουσαν». «Ποιμανεῖς» δὲ αὐτοὺς «ἐπὶ τοῖς τῶν ποιμένων σκηνώμασι», ποτὲ μὲν τοῦδε, ποτὲ δὲ ἐκείνου, οἷα δή τις ἀλῆτις, μέχρι παιδευθεῖσα τῇ πείρᾳ πρὸς τὴν σεαυτῆς ἐπι στρέψειας γνῶσιν. Ἁρμόσει δὲ καὶ πρὸς τὴν ἐκκλησίαν ὁ λόγος. Γι 143 νώσκει δέ τις ἑαυτὸν εἰδώς, εἰ ἀγαθὴν ἢ φαύλην ἔχει διάθεσιν καὶ εἰ πολὺ τῆς ὁδοῦ τῆς ἐπὶ τὴν ἀρετὴν ἀπολείπεται ἢ «τοῖς ἔμπροσθεν ἐπεκτείνεται τῶν ὄπισθεν ἐπιλανθανόμενος»· εἰ δὲ καὶ μήπω ἔλαβεν ἢ τετελείωται ἢ προσεγγίζει τοῖς ὁρίοις τοῦ κάλλους. Ἔργον δὲ καὶ 144 τὸ ἐφιστάνειν ἑκάστῃ πράξει, ὅπως γεγένηνται λογισμῷ τε παντὶ καὶ λόγῳ. «Γυναῖκας» δὲ τὰς μὴ καθαρὰς μηδὲ ἀδιαφόρους ψυχὰς λέγει· 145 ἀμελοῦσα δὲ τῆς ἰδίας γνώσεως γένοιτ' ἂν «κλυδωνιζομένη καὶ περι φερομένη παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώ πων»· καὶ πανταχοῦ μᾶλλον ποιμαίνει τὰς ἰδίας «σκαιὰς ἐρίφους» ἢ παρὰ τῷ «καλῷ ποιμένι» λόγῳ. (Αὕτη δὲ προσηνὴς ὁ λόγος, εἰ καὶ μηδέπω, λοιπὸν ἤδη «ἐν γυναιξίν ἐστι καλὴ» συγκαταριθμουμένη τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ καὶ τῶν ἐν αὐτῇ μικρῶν οὖσα καλλίων· αἱ γὰρ οὕτω λεγόμεναι τῆς ἐκκλησίας «γυναῖκες» τῶν ἐθνικῶν ψυχῶν ἀσυγ κρίτως ἀμείνους πορευομένων ὀπίσω τῶν ἐραστῶν τῶν ἀντικειμένων δυνάμεων «γυναικῶν» λεγομένων, ἀλλ' οὐ παρθένων. Πῶς γὰρ οὐκ ἀμείνων ἡ πρὸς τὸν κτίστην τὸν ἑαυτῆς ἀναβλέψασα; Ὅμοιον δὲ τὸ 146 «ἔξελθε» «τῷ παραδοθῆναι τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς» ἀφο ρισθέντα τῆς ἐκκλησίας μετὰ τό, καθάπερ ἔλεγε πρὸς τὰς νεάνιδας, «εἰσαχθῆναι παρὰ τοῦ βασιλέως εἰς τὸ ταμιεῖον αὐτοῦ».) 154 Ἀλλὰ καὶ «μέλη» Χρι στοῦ, τῆς «ἐκκλησίας» νύμφης ὁ Παῦλός φησιν· ἧς οἱονεὶ πρόσωπον οἱ τῷ κάλλει τῶν λοιπῶν διαφέροντες, αἰσχρὸν οὐδὲν ἐννοοῦντες, 155 τὴν δὲ τῆς σωφροσύνης αὐτῇ καρποφοροῦντες αἰδῶ. Οἱ πρότερον ἴσως οὐκ ὄντες καλοὶ τοσοῦτον μετέβαλον, ὡς εἴρησθαι τῇ νύμφῃ· «τί ὡραιώθησαν αἱ σιαγόνες σου·» «μὴ ἔχοντες σπῖλον ἢ ῥυτίδα». Τάχα δὲ καὶ τῷ τὸν ἕνα μόνον γινώσκειν Θεόν· καὶ «ἡ τρυγὼν» γὰρ ἑνὶ μόνῳ συνέρχεται. 161 Τότε δὲ οὐ πολὺς ἦν οὐδὲ κεχυμένος ὁ ἄργυρος, ὀλίγα δὲ ἦν ἐν ἀποῤῥήτῳ παρὰ προφητῶν λεγόμενα καὶ τῶν πάλαι σοφῶν. Ἐπιδημήσαντος δὲ τὰ ἐν τοῖς ἀβά 162 τοις τοῦ ναοῦ τεθεώρηται τῷ βλέποντι «τὸ καταπέτασμα» τὸ ἀλη θινὸν «σχιζόμενον ἄνωθεν ἕως κάτω» ἐπὶ τῷ θεωρηθῆναι τὰ ἔνδον, ἐπὰν ὁ «ἀναπεσὼν κοιμηθεὶς ὡς λέων καὶ ὡς σκύμνος