Libri x in Canticum canticorum 90 Μὴ διὰ προφητῶν με μνηστευσάτω, φησίν, δι' ἑαυτοῦ δὲ ὁμιλησάτω κατ' αἴσθησιν πνευματικήν· (δι' ἧς ὁ Ἰωάννης φησί· «κ

 συνορῶντι ὅτι, ἡνίκα «κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ», οὔτε «ἀπὸ τῆς πλινθείας» οὔτε «ἀπὸ τοῦ πηλοῦ» οὔτε «ἀπὸ τῶν ἀχύρων κατεστένα ξαν», ἀλλ' «ἀπὸ τῶν ἔ

 ἐγερθῇ». -Καὶ μετὰ ταῦτα. Τότε γὰρ «οἱ σύμμορφοι γεγενημένοι τῆς ἀναστάσεως αὐτοῦ» παραλήψονται παρ' αὐτοῦ ἀνθ' «ὁμοιωμάτων» χρυσόν, πλη θυνθήσονται τ

 ζησόμεθα ἐν τοῖς ἔθνεσι». Πῶς γὰρ οὐκ ἔμελλε ζωῆς ἡμῖν αἰτία «ἡ σκιὰ αὐτοῦ» γενέσθαι γενομένοις ἐλευθέροις «τῆς τοῦ νόμου σκιᾶς» («σκιὰν γὰρ εἶχεν ὁ ν

 «ὑετὸν» γεγονέναι τὸν πρὸ τῆς ἐπιδημίας «καιρὸν τοῦ Θεοῦ ἐντειλαμένου ταῖς νεφέλαις ὕειν» τὸν νομικὸν καὶ προφητικὸν λόγον, πεπαῦσθαι δὲ τοῦτον, ἐπειδ

ζησόμεθα ἐν τοῖς ἔθνεσι». Πῶς γὰρ οὐκ ἔμελλε ζωῆς ἡμῖν αἰτία «ἡ σκιὰ αὐτοῦ» γενέσθαι γενομένοις ἐλευθέροις «τῆς τοῦ νόμου σκιᾶς» («σκιὰν γὰρ εἶχεν ὁ νό μος τῶν μελλόντων ἀγαθῶν»), μηκέτι οὖσιν «ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν»; εἰ καὶ νῦν ἐσμεν «ὑπὸ σκιὰν» πολλῷ διαφέρουσαν· μετὰ τὸν 183 παρόντα γὰρ βίον οὐκέτι «δι' ἐσόπτρου» καὶ «ἐν αἰνίγματι», ἀλλὰ «πρό σωπον πρὸς πρόσωπον» τὴν ἀλήθειαν «θεωρήσομεν». Λέξει δὲ καὶ ἡ νύμφη· «ἕως οὗ διαυγήσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί». Ἔστι γὰρ «ὁ βίος» ἡμῶν ὡς «σκιὰ» καὶ «ἐν σκιᾷ θανάτου» οἱ ἐξ ἐθνῶν «ἐκαθ έζοντο» καὶ οἱ ἀπιστοῦντες ἔτι «καθέζονται». 184 «Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου». Ταῦτα πρὸς τοὺς φίλους τοῦ νυμφίου φησί, τοὺς ἁγίους ἀγγέλους ἢ Ἀποστόλους τε καὶ προφήτας, μονονουχὶ λέγουσα· συγκε ράσατέ με τῷ σώματι τοῦ Χριστοῦ. 191 «Στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ». Ὁ Σύμμαχος οὕτως ἐκδέδωκεν· «ἐπανακλίνατέ με οἰνάνθῃ», τουτέστιν εὐώδεσι δέν 192 δροις τοῖς καλὸν καρπὸν ποιοῦσιν ἀνθοῦντα, τῶν φαύλων λεγομένων δένδρων ἀκάρπων ἢ κακοκάρπων ὄντων. Τινὰ δὲ τῶν ἀντιγράφων ἔχει· «στηρίσατέ με ἐν ἀμύροις». Ὃ νοητέον ἢ πιστοὺς μέν, οὐ μὴν ὡς χρηματίζειν «μέλη» «τῆς μὴ ἐχούσης σπῖλον ἢ ῥυτίδα», ἢ ἀλλοτρίους 193 τῆς πίστεως Χριστοῦ. Τὸ δέ· «στοιβάσατέ με ἐν μήλοις» σαφηνίζων ὁ Σύμμαχος· «περικυλίσατέ με μῆλα» εἶπε. Βούλεται γὰρ ἡ νύμφη ἐν πολλοῖς «περικυλιομένοις» αὐτὴν «μήλοις» ἀναπαύεσθαι, 194 ἅτινα, οἶμαι, καρπός ἐστι «τοῦ μήλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ», νυμφίου, ἵνα τῆς αὐτῶν μεταλάβῃ ποιότητος. «Τέτρωμαι γὰρ φίλτρῳ» φησὶ κατὰ Σύμμαχον, ἀπὸ «τοῦ ἐκλεκτοῦ βέλους» κατὰ τὸν Ἠσαίαν. 199 «Φωνὴ τοῦ ἀδελφιδοῦ μου». Τοῦτό τινες τοῖς προλαβοῦσιν ἀπέδωκαν, τὸ δὲ ἑβραϊκὸν ἐξ ἰδίας τάττει περικοπῆς. Καὶ δῆλόν ἐστιν, ὡς ἡ νύμφη διαλεγομένη «ταῖς θυγατράσιν Ἱερουσαλὴμ» αἰφνίδιον αἰσθάνεται «τῆς» τοῦ νυμφίου «φωνῆς» διαλεγομένου τισίν, ὡς εἰκός· ἧς αἰσθανομένης «ἐπὶ τῶν ὀρῶν» καὶ «τῶν βουνῶν» τῶν παρακειμένων τῷ τόπῳ τῆς νύμφης διάλλεται ὡς μηδὲν ἀπᾴδειν «νεβρῷ». Εἶτα σπουδῇ τῇ περὶ τὴν νύμφην ἐγένετο πλησίον τοῦ οἴκου καὶ παρέστησεν «ὄπισθεν» αὐτοῦ. Εἶτα «πηδήσας» 200 μέχρι τῶν τοῦ οἴκου φθάνει «θυρίδων», ἐρωτικῶς ὥσπερ ἐθέλων εἰς αὐτὴν «παρακύψαι». Ἐγγὺς δὲ τῆς οἰκίας, ἔνθα ἡ νύμφη, «δίκτυα» πολλὰ ἐπ' ἐνέδρᾳ τῆς νύμφης καὶ τῶν περὶ αὐτὴν ἐκπεπέτασται, ἅπερ «διακόψας» ὁ νυμφίος ὡς ἰσχυρότερος «διέκυψε δι'« αὐτῶν καὶ καλεῖ τὴν νύμφην «πλησίον ἐλθεῖν» παραθαῤῥύνων ἔργῳ «τῶν δικτύων» καταφρονεῖν ὡς ἤδη σχισθέντων καὶ τοῦ χαλεποῦ δι' αὐτῶν «παραδραμόντος» καιροῦ, ὃν «χειμῶνα» καλεῖ ἀνωφελῆ φέροντα καὶ σφοδρὸν «ὑετόν». Προτρέπεται δὲ καὶ διὰ τῶν καλῶν τοῦ παρόντος καιροῦ «ἄνθη» λέγων ὡς ἐν ἔαρι καὶ θεραπείαν «ἀμπέλων». «Τρυγόνος» τε «φωνὴν» καὶ «συκῆς ὀλύνθους» καὶ «κυπριζούσας ἀμπέλους» διαγράφει 201 καὶ τὸν, ἔνθα συναναπαύσεται, τόπον, ἔνθα γενομένην ἐβούλετο αὐτὴν ὅλῳ «προσώπῳ» τῷ νυμφίῳ φανῆναι καὶ «τῆς ἡδείας» αὐτῇ «παρέχειν ἀκοῦσαι φωνῆς». Ἢ καὶ «ὄρη» τοὺς προφήτας φησὶν ἀρτίους τῷ φρονήματι, τῶν ἀληθινῶν θεωρητάς. Οἶμαι δὲ καὶ τοὺς Ἀποστόλους, ἐπεὶ κατὰ γενεὰν ἡ σοφία εἰς ψυχὰς μεταβαίνει. «Ὄρη» δέ, ἐπεὶ ἀνισχόντος ἡλίου πρῶτα καταλάμπονται, «βουνοὺς» δὲ τοὺς ἔλαττον χωρήσαντας τὴν τοῦ πνεύματος ἐπιφάνειαν. Λέγοις δ' ἂν καὶ «ὄρη» τὰ ἐν νόμῳ νοήματα, «βουνοὺς» δὲ τὸ τῶν λοιπῶν προφητῶν. Ἢ καὶ ὁ θεωρήσας τὸν ἐν καινῇ διαθήκῃ λόγον βλέπει τὸν «ἐπὶ τὰ ὄρη πηδῶντα», «ἐπὶ» δὲ «τοὺς βουνοὺς διαλ- λόμενον» τὸν ἐν τῷ παλαιῷ γράμματι. «Νεβρῷ» δὲ «ἐλάφων» ὁ νυμφίος ἀπείκασται, οὐ μόνον ὡς ἀναλίσκων τοὺς ὄφεις, ἀλλ' ὅτι καὶ 202 «παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν» καὶ ὅτι «ἐταπείνωσεν ἑαυτόν»· ἦ γὰρ ἂν «ἔλαφος» ὑπῆρχε τελεία. 220.30 «Ἀνάστα», φησίν, ἀπὸ τῶν αἰσθητῶν πρὸς τὰ νοητά, ἵνα συνῇ μὲν δι' ὧν αὐτὰ θεωρεῖς. 221 «Ὁ γὰρ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν». Εἴποιμεν ἂν