In Jesu Nave homiliae 290 «τετελεύ τηκε Μωυσῆς», ἀπέθανεν ὁ νόμος, Μωυσῆς χρηματίζων, κατὰ τό· «ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας». 291 ἐπὶ μὲν οὖν Μωϋσ

 ὑπολέλειπται πολλὴ σφόδρα». Καίτοι προεῖπε· «καὶ ἡ γῆ κατέπαυσε πολεμουμένη» καὶ ὅτι «ὁ Ἰησοῦς ἔλαβε πᾶσαν τὴν γῆν». Νόει τοίνυν τοῦ Κυρίου Ἰησοῦ προτ

 καὶ δυνηθῇ λαβεῖν ὅρια ἐν τῇ φυλῇ τῇ βασιλικῇ, περὶ ἧς γέγραπται· «πρόδηλον γάρ, ὡς ἐξ Ἰούδα ἀνατέ ταλκεν ὁ Κύριος». -»Καὶ προσαναβῆναι τὴν ἀνάβασιν Ἀ

 παρὰ σοφῶν τῶν ἁγίων προφητῶν. Μὴ ἐκκακῶμεν οὖν ἀκούοντες γραφῶν, ἃς οὐ νοοῦμεν, ἀλλὰ «γενηθήτω ἡμῖν κατὰ τὴν πίστιν ἡμῶν», ἣν καὶ πιστεύομεν, ὅτι «πᾶ

 μὴ τοιούτου τυγχάνοντος· ἦν γὰρ «υἱὸς Ἰεφοννὴ» τῆς ἐπιστροφῆς. Ὃς «δίδωσί» μοι «τὴν θυγατέρα» κατὰ τὸ γεγραμμένον· «Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ

 «ὅ» τε «Χαναναῖος» καὶ «ὁ υἱὸς Ἐφραῒμ» ὁ καρποφορῶν. Ὁ δὲ τοιοῦτος καὶ ὡς «ηὐλογημένος ὑπὸ Κυρίου» μείζονος ἐπιδικάζεται κλήρου καὶ «δρυμὸν» λαβὼν ἀκά

 πόνον 449 δηλοῖ, τὴν αἰτίαν ἐπήνεγκε· «καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Ἐφραῒμ ἐπ' αὐτούς». Αἱ γὰρ ἀγαθαὶ πράξεις βαρεῖαι ταῖς πονηραῖς ἄγαν δυνό μεσι βουλομέν

 ἐγκληθέν τες ἀπολογοῦνται, ὡς τὸ θυσιαστήριόν ἐστιν, ὅπου Ἰησοῦς ἄρχει, ἐκείνου 461.20 δὲ τοῦτο μίμημά τε καὶ σύμβολον· ὡς ἂν μὴ τοὺς ἐκτὸς Ἰορδάνου ξ

ἐγκληθέν τες ἀπολογοῦνται, ὡς τὸ θυσιαστήριόν ἐστιν, ὅπου Ἰησοῦς ἄρχει, ἐκείνου 461.20 δὲ τοῦτο μίμημά τε καὶ σύμβολον· ὡς ἂν μὴ τοὺς ἐκτὸς Ἰορδάνου ξένους μετὰ χρόνον οἱ ἐντὸς εἶναι νομίσωσιν, κωλύοντες αὐτοὺς τῆς τοῦ ἱεροῦ μετοχῆς. ∆ηλοῖ δὲ ταῦτα, ὡς ὁ λαὸς τῆς περιτομῆς ὁ πρό τερος, οἱ υἱοὶ Ῥουβὴν τοῦ πρωτοτόκου, οἱ υἱοὶ Γὰδ ἄλλου πρωτοτό κου, οἱ υἱοὶ Μανασσῆ ἄλλου πρωτοτόκου (κατὰ χρόνον δηλονότι) 462 ποιοῦσι βωμὸν οὐ τὸν ἀληθινόν, ἀλλὰ σύμβολον· ἵνα μὴ διέλωμεν αὐτοὺς ἀπ' ἐκείνων. Ἀδελφοὶ γὰρ ἡμῶν οἱ πρὸ τῆς παρουσίας Ἰουδαῖοι καὶ τὸ ἀληθινὸν μυστήριον ᾔδεσαν ὡς οὐκ ἔχουσιν. Ἀλλ' αἱ παλαιαὶ θυσίαι τῶν ἀληθινῶν τύπος ἐτύγχανον, ὅπου ἦν Ἰησοῦς. Ἀμφότεροι τοίνυν γινόμεθα «μία ποίμνη, εἷς ποιμήν». Ὡς γὰρ πάλαι ἀπέθνησκεν ὁ λαὸς καὶ ἦλθεν Ἀαρὼν καὶ ἔστη μεταξὺ τῶν τεθνη κότων καὶ τῶν ζώντων καὶ ἀπὸ τῶν λοιπῶν τὸν θάνατον ἔστησεν, οὕτως ὁ ἀληθινὸς ἀρχιερεὺς μεταξὺ τῶν τεθνηκότων καὶ τῶν ζώντων τῶν τε μέχρι τῆς παρουσίας τὸν Ἰουδαϊσμὸν τετηροκότων καὶ τῶν αὐτὸν μὴ δεξαμένων καὶ ἑαυτοὺς μᾶλλον ἢ τὸν Ἰησοῦν νεκρωσάντων, δι' ὧν «ἐφ' ἑαυτοὺς τὸ αἷμα» φέρειν ἐτόλμησαν Ἰησοῦ (διὸ καὶ «πᾶν αἷμα δίκαιον ἔφθασεν ἐπ' αὐτούς»)· μεταξὺ τοίνυν ἐλθὼν ἔστησεν 463 ἀφ' ἡμῶν τὴν τοῦ θανάτου νομήν. τῶν νεκρῶν Ἰουδαίων μηδὲν ἔτι ποιούντων ἀληθινὸν τῶν ὑπὸ νόμου διῃρημένων. Παρ' ἡμῖν γὰρ ὁ ἀληθινὸς ναὸς ὁ ἐκ «λίθων ζώντων» καὶ Ἰησοῦς ὁ ἀληθινός. «Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν».