In Jesu Nave homiliae 290 «τετελεύ τηκε Μωυσῆς», ἀπέθανεν ὁ νόμος, Μωυσῆς χρηματίζων, κατὰ τό· «ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας». 291 ἐπὶ μὲν οὖν Μωϋσ

 ὑπολέλειπται πολλὴ σφόδρα». Καίτοι προεῖπε· «καὶ ἡ γῆ κατέπαυσε πολεμουμένη» καὶ ὅτι «ὁ Ἰησοῦς ἔλαβε πᾶσαν τὴν γῆν». Νόει τοίνυν τοῦ Κυρίου Ἰησοῦ προτ

 καὶ δυνηθῇ λαβεῖν ὅρια ἐν τῇ φυλῇ τῇ βασιλικῇ, περὶ ἧς γέγραπται· «πρόδηλον γάρ, ὡς ἐξ Ἰούδα ἀνατέ ταλκεν ὁ Κύριος». -»Καὶ προσαναβῆναι τὴν ἀνάβασιν Ἀ

 παρὰ σοφῶν τῶν ἁγίων προφητῶν. Μὴ ἐκκακῶμεν οὖν ἀκούοντες γραφῶν, ἃς οὐ νοοῦμεν, ἀλλὰ «γενηθήτω ἡμῖν κατὰ τὴν πίστιν ἡμῶν», ἣν καὶ πιστεύομεν, ὅτι «πᾶ

 μὴ τοιούτου τυγχάνοντος· ἦν γὰρ «υἱὸς Ἰεφοννὴ» τῆς ἐπιστροφῆς. Ὃς «δίδωσί» μοι «τὴν θυγατέρα» κατὰ τὸ γεγραμμένον· «Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ

 «ὅ» τε «Χαναναῖος» καὶ «ὁ υἱὸς Ἐφραῒμ» ὁ καρποφορῶν. Ὁ δὲ τοιοῦτος καὶ ὡς «ηὐλογημένος ὑπὸ Κυρίου» μείζονος ἐπιδικάζεται κλήρου καὶ «δρυμὸν» λαβὼν ἀκά

 πόνον 449 δηλοῖ, τὴν αἰτίαν ἐπήνεγκε· «καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Ἐφραῒμ ἐπ' αὐτούς». Αἱ γὰρ ἀγαθαὶ πράξεις βαρεῖαι ταῖς πονηραῖς ἄγαν δυνό μεσι βουλομέν

 ἐγκληθέν τες ἀπολογοῦνται, ὡς τὸ θυσιαστήριόν ἐστιν, ὅπου Ἰησοῦς ἄρχει, ἐκείνου 461.20 δὲ τοῦτο μίμημά τε καὶ σύμβολον· ὡς ἂν μὴ τοὺς ἐκτὸς Ἰορδάνου ξ

«ὅ» τε «Χαναναῖος» καὶ «ὁ υἱὸς Ἐφραῒμ» ὁ καρποφορῶν. Ὁ δὲ τοιοῦτος καὶ ὡς «ηὐλογημένος ὑπὸ Κυρίου» μείζονος ἐπιδικάζεται κλήρου καὶ «δρυμὸν» λαβὼν ἀκάρπων δένδρων καὶ ******** χωρίον ὑπὸ Ἰησοῦ ἐκκόψει τοῖς ἰδίοις καμάτοις αὐτόν, ἵνα γένηται γῆ καρποφόρος «καθαρισθέντων ἐν αὐτῷ Φερε ζαίων καὶ Ῥαφαΐν». ∆ηλοῖ δὲ τὸ μὲν «Φερεζαῖοι» καρποφορίαν, ἣν 436 ἀρξάμε<νοι Θεὸν> σέβειν καρποφοροῦμεν, καρποφορίαν ἀκάθαρτον, ἀναμὶξ ἔχουσαν ἁμαρτήματα καὶ δεομένην καθάρσεως· τὸ δὲ «Ῥαφαῒν» ἀνακειμένας μήτρας· ἵνα σφοδρὸν καὶ εὔτονον τὸ τῆς ψυχῆς κατα στησώμεθα γόνιμον. Ταῦτα λέγεται πρὸς «τοὺς υἱοὺς Ἰωσήφ», ὃς ἑρ μηνεύεται προσθήκη Κυρίου. Οἳ καὶ λέγουσιν· «ἵππος ἐπίλεκτος καὶ σίδηρος ἐν παντὶ τῷ 437 Χαναναίῳ», «ἵππος ψευδὴς εἰς σωτηρίαν», ὃς ἐν Ἰσραὴλ οὐχ εὑρίσκε ται, καὶ «σίδηρος» πολεμικός. Καλῶς δὲ εἴρηται τό· «καὶ ὅταν ἐξολοθρεύσῃς τὸν Χαναναῖον» 438 Μένων γὰρ καὶ τὸν ἐν ἡμῖν Ἰσραηλίτην «σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα» ποιεῖ, πρὸς ὃν ἔφη· «τὸ κάλλος ἐξηπάτησέν σε». Ἀπέστω δὲ τοῦτο καὶ γενοίμεθα τέκνα μεμορφωμένα Ἀβραάμ τε καὶ πατέρων τῶν ἐκλεκτῶν, ὑπὲρ πάντας δὲ τοῦ Χριστοῦ. 439 «Καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἐν Σηλὼ» καὶ τὰ ἑξῆς. Οὐχ ὡς ἐν τῇ συνηθείᾳ συντυχικὸς ὁ κλῆρος, οὕτως ἐν τῇ Γραφῇ, ὅτε λέγει «κλῆρον Θεοῦ» καὶ «κλῆρον ἀποπομπαίου». Καὶ Μωϋ σῆς δὲ κατὰ κλήρους τὴν πρὸ Ἰορδάνου γῆν καὶ Ἰησοῦς τὴν μετὰ 440 τοῦτον διένειμεν. Ὃς καί φησι· «βαλῶ κλῆρον καὶ ἐξοίσω ἐνώπιον Κυρίου τὸν κλῆρον». Οὐκοῦν οὐ συντυχικῶς. Λαγχάνει γὰρ ἡ φυλὴ «Βενιαμὶν» πρώτη, ὅπου ἦν «Ἱερουσαλήμ», καὶ ἐφεξῆς αἱ λοιπαί. Ἐν αἷς αἱ τρεῖς τῶν παιδισκῶν τοῦ Ἰακὼβ τελευταῖαι λαγχάνουσιν. Καὶ ἐν ἄλλοις δὲ «∆ὰν» τελευταῖος εὑρίσκεται. Καὶ Σολομὼν δέ φησιν ἐν Παροιμίαις· «ἀντιλογίας παύει κλῆ ρος»· οὐδὲ «ἐν δυνάσταις» ἀντιλογίαν εἶναί φησι παρόντος κλήρου. Καὶ ἐθνικοὶ δὲ χρῶνται κλήροις, ἀλλ' οὐχ ὁμοίως, ὡς ἐπὶ τοῦ Ἰωνᾶ 441 οἱ συμπλέοντες. Καὶ ἐν τῇ καινῇ δὲ τοὺς Ἀποστόλους εὑρήσεις κλή ροις ἀντ' Ἰούδα τὸν Ματθίαν προβάλλοντας, τῆς εὐχῆς ἐπὶ τοῦτον ἐνεγκούσης τὸν κλῆρον. Εὑρήσεις δὲ τοῦτον καὶ ἐπὶ Χριστοῦ φθα νόντα καὶ τὰ τῆς Ἐκκλησίας ἐπὶ τῶν σωζομένων μυστήρια. Λέγεται γὰρ πρὸς Ἐφεσίους περὶ Χριστοῦ· «ἐν ᾧ καὶ ἐκληρώθημεν προορι σθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βούλησιν 442 τοῦ ὀνόματος αὐτοῦ εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ Χριστῷ». Καὶ πρὸς Κολασσαεῖς· «Εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί». Μήποτε οὖν, φασιν, ὡς ἐν ἀνθρώποις κλῆροι γίνον ται, οὕτως καὶ ἐν δυνάμεσιν; Ὡς ἂν οὖν μὴ πρὸς χάριν ἡ τῆς γῆς ἔξεστι διανέμησις γίνεσθαι, τῷ Θεῷ διὰ κλήρων Ἰησοῦς αὐτὴν ἐπιτρέπει. Τοιούτους δ' ἂν εἴποι 443 τις γεγονέναι κλήρους καὶ ἐπὶ τοῦ διαμερισμοῦ τῶν ἐθνῶν, «ὅτε διε μέριζεν ὁ Ὕψιστος ἔθνη». Οὐ γὰρ συντυχικῶς οἱ ἄγγελοι τὴν τῶν 444 τούτων ἐπιμέλειαν ἀνεδέξαντο, ὡς οὐδὲ τὴν ἑνὸς ἑκάστου ψυχήν, θειοτέρῳ δὲ κλήρῳ καὶ ὑπὲρ ἄνθρωπον. Οἱ δὲ περὶ τῆς γῆς κλῆροι τῆς κληροδοσίας τῆς μελλούσης τὴν οἰκονομίαν σημαίνουσιν. «Σκιὰν» γὰρ «περιέχει» τὰ παλαιὰ «τῶν μελ λόντων ἀγαθῶν». Καὶ εἴπερ ἔστι «προσεληλυθέναι Σιὼν ὄρει καὶ 445.20 πόλει Θεοῦ ζῶντος. Ἱερουσαλὴμ ἐπουρανίῳ», διὰ τί μή, ὥσπερ «Ἱερουσαλὴμ» ἐν κλήρῳ γέγονε τοῦ Βενιαμίν, καὶ ἐφ' ἑκάστης φυλῆς εἶεν ἄν τινες ἀνάλογοι τόποι, «Βηθλεὲμ» τυχὸν καὶ «Χεβρών», ἐπουράνιοι κατὰ «τὴν γῆν τῶν πραέων»; 448 «Καὶ ὁ Ἀμορραῖος ὑπέμεινε τοῦ κατοικεῖν ἐν Ἑλὼμ καὶ ἐν Σαλαμείν· καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Ἐφραῒμ ἐπ' αὐτούς». «Ἀμορραῖος» ἑρμηνεύεται ὁ λαλητὸς ἢ ὁ πικραίνων. ∆ῆλον δέ, ὡς οἱ πλείους τῶν ἀνθρώπων λαλοῦσι περὶ χειρόνων δυ νάμεων, οὐδὲν δὲ περὶ Θεοῦ. Οἵτινες καὶ πικραίνουσιν· οἳ καὶ «ὑπο μένουσιν οἰκεῖν» ἐν τοῖς κεκριωμένοις ἐθέλοντες, ὃ δηλοῖ τὸ «Ἐλώμ», καὶ ἐν τοῖς εἰρηνικοῖς, ὃ δηλοῖ «Σαλήμ», τῶν χειρόνων διὰ τῶν «Ἀμορραίων» σημαινομένων δυνάμεων. Καὶ ἐπεὶ τὸ «ὑπέμεινε»