In Jesu Nave homiliae 290 «τετελεύ τηκε Μωυσῆς», ἀπέθανεν ὁ νόμος, Μωυσῆς χρηματίζων, κατὰ τό· «ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας». 291 ἐπὶ μὲν οὖν Μωϋσ

 ὑπολέλειπται πολλὴ σφόδρα». Καίτοι προεῖπε· «καὶ ἡ γῆ κατέπαυσε πολεμουμένη» καὶ ὅτι «ὁ Ἰησοῦς ἔλαβε πᾶσαν τὴν γῆν». Νόει τοίνυν τοῦ Κυρίου Ἰησοῦ προτ

 καὶ δυνηθῇ λαβεῖν ὅρια ἐν τῇ φυλῇ τῇ βασιλικῇ, περὶ ἧς γέγραπται· «πρόδηλον γάρ, ὡς ἐξ Ἰούδα ἀνατέ ταλκεν ὁ Κύριος». -»Καὶ προσαναβῆναι τὴν ἀνάβασιν Ἀ

 παρὰ σοφῶν τῶν ἁγίων προφητῶν. Μὴ ἐκκακῶμεν οὖν ἀκούοντες γραφῶν, ἃς οὐ νοοῦμεν, ἀλλὰ «γενηθήτω ἡμῖν κατὰ τὴν πίστιν ἡμῶν», ἣν καὶ πιστεύομεν, ὅτι «πᾶ

 μὴ τοιούτου τυγχάνοντος· ἦν γὰρ «υἱὸς Ἰεφοννὴ» τῆς ἐπιστροφῆς. Ὃς «δίδωσί» μοι «τὴν θυγατέρα» κατὰ τὸ γεγραμμένον· «Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ

 «ὅ» τε «Χαναναῖος» καὶ «ὁ υἱὸς Ἐφραῒμ» ὁ καρποφορῶν. Ὁ δὲ τοιοῦτος καὶ ὡς «ηὐλογημένος ὑπὸ Κυρίου» μείζονος ἐπιδικάζεται κλήρου καὶ «δρυμὸν» λαβὼν ἀκά

 πόνον 449 δηλοῖ, τὴν αἰτίαν ἐπήνεγκε· «καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Ἐφραῒμ ἐπ' αὐτούς». Αἱ γὰρ ἀγαθαὶ πράξεις βαρεῖαι ταῖς πονηραῖς ἄγαν δυνό μεσι βουλομέν

 ἐγκληθέν τες ἀπολογοῦνται, ὡς τὸ θυσιαστήριόν ἐστιν, ὅπου Ἰησοῦς ἄρχει, ἐκείνου 461.20 δὲ τοῦτο μίμημά τε καὶ σύμβολον· ὡς ἂν μὴ τοὺς ἐκτὸς Ἰορδάνου ξ

παρὰ σοφῶν τῶν ἁγίων προφητῶν. Μὴ ἐκκακῶμεν οὖν ἀκούοντες γραφῶν, ἃς οὐ νοοῦμεν, ἀλλὰ «γενηθήτω ἡμῖν κατὰ τὴν πίστιν ἡμῶν», ἣν καὶ πιστεύομεν, ὅτι «πᾶσα γραφὴ θεόπνευστος οὖσα ὠφέλιμός ἐστι». Τὸ γὰρ ἓν τῶν δύο δεῖ σε παραδέξασθαι ἐπὶ τούτων τῶν γραφῶν, ἢ ὅτι οὔκ εἰσι «θεόπνευστοι», ἐπεὶ οὔκ εἰσιν «ὠφέλιμοι», ὡς ὑπολαμβάνοι ἂν ὁ ἄπιστος· ἤ, ὡς πιστός, παραδέξασθαι, ὅτι, ἐπεί εἰσιν «θεόπνευστοι», «ὠφέλιμοί» εἰσιν. Ἰστέον μέντοι γε, ὅτι καὶ ἀνεπαισθήτως ἡμῶν πολ λάκις γίνεται ἡ ὠφέλεια, οἷον πολλάκις τροφήν τινα διατασσόμεθα ἐσθίειν ὀξυδερκικὴν καὶ οὐ δήπου ἐν τῷ ἐσθίειν αἰσθανόμεθα, ὅτι ὠφελούμεθα τὸν ὀφθαλμόν, ἀλλ' ἡμέρας διαγενομένης δευτέρας καὶ 420 τρίτης ἡ ἀνάδοσις τῆς τροφῆς τῆς ὠφελούσης τὸν ὀφθαλμὸν ποιεῖ ἡμᾶς τῇ πείρᾳ πιστεῦσαι, ὅτι τὸν ὀφθαλμὸν ὠφελήμεθα. Ἀλλὰ καὶ ἐπ' ἄλλων τροφῶν ὠφελουσῶν τινα μέλη τοῦ σώματος τοῦτό ἐστιν ἰδεῖν. Οὕτω τοίνυν πίστευε καὶ περὶ τῆς θείας γραφῆς, ὅτι ὠφελεῖ ταί σου ἡ ψυχή, κἂν μὴ «ὁ νοῦς τὸν καρπὸν» λαμβάνῃ τῆς ὠφελείας τῆς ἀπὸ τῶν γραμμάτων, ἐκ μόνης ψιλῆς τῆς ἀναγνώσεως. Τὰ γὰρ ἐν ἡμῖν ἐπᾴδεται καὶ τὰ μὲν κρείττονα τρέφεται, τὰ δὲ χείρονα καταργεῖται. «Καὶ προσῆλθον οἱ υἱοὶ Ἰούδα πρὸς Ἰησοῦν». Πρὸ τῆς μερίδος, ἣν ἔλαβεν ἡ φυλή, Χάλεβ ἀκληρωτὶ 421 μέρος λαμβάνει διὰ προστάγματος τοῦ Θεοῦ. Τίνα δὲ πόλιν ἔδει τὸν μόνον σωθέντα μετ' Ἰησοῦ παρὰ τὰς χʹ χιλιάδας λαβεῖν ἢ «μητρό πολιν τὴν Ἐνάκ, τὴν Χεβρών»; ἣν δὴ λαβὼν «ἀνέβη ἐπὶ τοὺς κατοι κοῦντας ∆αβείρ, ἣ πρότερον ἐλέγετο πόλις Γραμμάτων». Καὶ κηρύττει «τῷ ταύτην ἑλόντι Ἀσχὰν διδόναι τὴν θυγα τέρα», ἣν «εἷλε Γοθονιὴλ υἱὸς Κενέζ, ἀδελφὸς Χάλεβ ὁ νεώτερος»· 422 δῆλον ὡς ἐξ ἑτέρου πατρὸς κατά γε τὸν τοῦ γράμματος λόγον. Λαμ βάνει δὲ κατ' αἴτησιν ἡ Ἀσχὰν παρὰ τοῦ πατρὸς «τὴν Γονέθλαν τὴν ἄνω καὶ τὴν Γονέθλαν τὴν κάτω τῆς κληρονομίας Ἰούδα». Ἀλλὰ τίς ἡ «μητρόπολις»; Πολλῶν τοίνυν οὐσῶν πόλεων ἐν 423 τῇ ἁγίᾳ κληροδοσίᾳ καὶ ταγμάτων διαφερόντων δεῖ καὶ τάγμα ταγμά των ὑπάρχειν περιεκτικόν τε καὶ κύριον καὶ οἷον «μητρόπολιν», ἣν οἱ διαφέρ<οντες> λαμβάνουσι, καὶ ἄλλην ἄλλοι. Πολλὰς γὰρ μητρο πόλεις φησὶν ἡ Γραφή, ὡς παρ' Ἡσαΐᾳ· «Μητρόπολις πιστὴ Σιών». Ὧν λαμβάνει τὴν πρώτην ὁ Χάλεβ οὖσαν τῶν «Ἐνακείμ», ὅπερ ταπείνωσις κενὴ ἤγουν ἀπόκρισις κενὴ ἑρμηνεύεται. «Μητρόπολιν» οὖν λαμβάνει κενῆς ταπεινώσεως. ∆ύο γὰρ ταπεινώσεις· ἡ μὲν κενή, ἡ δὲ πλήρης. Ἡ μὲν ἐπαινετή, περὶ ἧς φησιν ὁ Σωτήρ· «Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶύς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ» καὶ «πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται»· καὶ ὁ Παῦλος· «Ταπεινώθητε οὖν ὑπὸ τὴν κρα ταιὰν χεῖρα τοῦ Θεοῦ». Ἡ δὲ ψεκτή, ἣν ταπεινοῦται ὁ ἁμαρτωλός, καὶ περὶ τοῦ δὲ παρανόμως γυναικὶ συνιόντος εἴρηται τῇ Γραφῇ· «ἐταπείνωσεν αὐτήν». Ταύτην «ὁ Χάλεβ κατήργησε» τὴν ταπείνωσιν «Ἐνὰκ» λεγομένην, οὗ παῖδες «Σουσί», ὃς ἑρμηνεύεται ἐκτός μου- 424.20 ἐκτὸς γὰρ τοῦ Θεοῦ καὶ τοῦ ἁγίου ὁ υἱὸς τῆς κενῆς ταπεινώσεως-· καὶ «Ἀχιμάν», ὅ ἐστιν ἀδελφός μου ἀπὸ βουλῆς· ἀδελφοὶ μὲν γὰρ πάν τες, ὁ δὲ ἁμαρτωλὸς ἀπόβουλος ἀδελφὸς ἐκβεβλημένος βουλῆς· καὶ «Θαλαμίν», ὃς ἑρμηνεύεται κρεμασμός, μετέωρός τις καὶ οὐκ ἐστηριγ μένος. Οὓς «ἀνελὼν ὁ Χάλεβ» ἐπὶ τοὺς κατοικοῦντας «ἀναβαίνει ∆α βείρ, ἥτις ἦν πόλις Γραμμάτων» καὶ ἑρμηνεύεται λαλιά. Νοητέον δὲ ταύτην τὴν παλαιὰν εἶναι Γραφήν, ἣ καλουμένη «Γραμμάτων» γίνεται λαλιὰ τυχοῦσα συνετῆς διηγήσεως. 425 Ἐπαγγέλλεται δὲ «τὴν ἑαυτοῦ θυγατέρα τῷ τὰς Γραφὰς ἑλόντι· καὶ λαμβάνει τὴν πόλιν Γοθονιήλ», ὃς ἑρμηνεύεται ἀπόκρισις Θεοῦ. Ὅταν μοι Θεὸς ἀποκρίνηται, γέγονα ἀπόκρισις Θεοῦ. «Ἐκκόπτω» δὲ «τὰ γράμματα ἀδελφὸς ὢν Χάλεβ ὁ νεώτερος», τουτέστιν ὁ ἀπὸ τῆς 426 Ἐκκλησίας. Οὐκέτι γὰρ περιτέμνομαι κατὰ τὸ γράμμα, οὐ Πάσχα ποιῶ, οὐκ ἄζυμα, οὐ σαββατίζω. Καὶ τοῦ ἀδελφοῦ μου τοῦ πρεσβυτέρου λαμβάνω τὸ γέννημα, ὁ «τοῦ Κενὲζ υἱὸς» γεγονώς, ὃς ἑρμηνεύεται φαυ λισμός. Ὁποῖοι γεγόναμεν οἱ ἐξ ἐθνῶν τοῦ πρεσβυτέρου ἀδελφοῦ