Fragmenta ex commentariis in epistulam ad Ephesios Eph. i 1 Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ. ἀκούσωμεν τί καὶ Ὠριγένης φησὶ περὶ τού

 Παῦλος καὶ οἱ παραπλήσιοι αὐτῷ, καὶ οὐδεμία αὐτῶν σωματική, ἀλλὰ καὶ ἐν τοῖς ἐπουρανίοις. ἔπρεπε γὰρ τούτοις ὧν τὸ πολίτευμα ἐν οὐρανοῖ ὑπάρχει, θηαυρ

 «ἠγαπημένος» λέγεται ὁ Μονογενὴς τοῦ Θεοῦ, πάντων ἀγαπώντων τὰ ἐπινοούμενα αὐτῷ, ἤτοι δὲ σφαλλομένων τοῦ σκοποῦ ἢ ἐπιτυγχανόντων· ὥσπερ πάντες τεθήπασ

 προφητεύοντι. ὅρα οὖν εἰ μὴ πρὸς τὴν ζήτησιν ταύτην ἄλλη διαστολὴ τῆς ἀναγνώσεως ἁρμόζει τῶν κατὰ τὸν τόπον οὕτως ἔχουσα· εἰς ἔπαινον δόξης τῆς χάριτο

 κεφάλαιον δὲ λέγεται, ὡς οἶμαι, ἀπὸ τοῦ καὶ τὴν κεφαλὴν ἡμῶν ἅπαντα ἔχειν ἐν αὐτῇ καὶ τὰ ὅλα ἡμῶν τῆς ζωῆς αἰσθητήρια ὡς ἐν κεφαλαίῳ. 7 Eph. i 11 [τοῦ

 κληρονομίας. βέλτιον δὲ νοεῖν ὅτι, ὥσπερ ἐπὶ τῶν συνωνουμένων τι καὶ διδόντων ἀρραβῶνα κατὰ τὴν ἀναλογίαν τῆς ποσότητος τοῦ ὅλου ἀργυρίου δίδοται ἀρρα

 ἐπιτραφήονται πρὸ Κύριον πάντα τὰ πέρατα τῆ γῆ. ἐμφαίνει δὲ τὴν ἀσώματον φύσιν καὶ νοητὴν τοῦ ἡγεμονικοῦ ἡμῶν καὶ τοῦ ἀληθινοῦ φωτὸ τὸ πεφωτισμένους τ

 πάντα οἰκονομίαν. πολλὰ μὲν οὖν τὰ ἄρχοντα καὶ ἡγούμενα τῶν δεομένων τῆς παρ' αὐτοῦ ἐπιστασίας καὶ πολλὰ τὰ ἐξουσιάζοντα καὶ πολλὰ τὰ κυριεύοντα, πολλ

 τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ <ἡ>μεῖς πάντες ἀν

 ἀπειθείας υἱούς (καὶ πᾶς δὲ ὁ καταγγελλομένων θείων δογμάτων ἀπειθῶν αὐτοῖς δι' αὐτοῦ τοῦ ἀπειθεῖν υἱὸς ἀπειθείας ἀναφαίνεται)· καὶ μήποτε πρὸ ταύτας

 νομίζειν εἶναι τῶν διαθηκῶν τῆς ἐπαγγελίας. ζητήσεις δὲ μήποτε διὰ τοῦτο εἴρηται ἄθεοι ἐν τῷ κόσμῳ τούτῳ· ἐπεὶ ὅσον ἐπὶ τῇ προγνώσει τοῦ Θεοῦ οὐκ ἦσαν

 ἐγγὺς μὲν εἶναι τὸν Ἰσραήλ, πόρρω δὲ τὰ ἔθνη. δεήσει δὲ τούτοις τοῖς ῥητοῖς χρήσασθαι κατὰ τῶν διακοπτόντων τὴν θεότητα καὶ οἰομένων ἑτέρου εἶναι Θεοῦ

 ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν τοιοῦτο εἶναι, «διὸ αἰτοῦμαι ὑπὲρ ὑμῶν, τὸ μὴ ἐκκακεῖν ὑμᾶς ἐν ταῖς θλίψεσί μου, αἵτινές εἰσιν ὑμετέρα δόξα.» καὶ δόξει γε

 κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως· εἰς τὸν ἔσω ἄνθρωπον, λέγω κατὰ τὰς καρδίας ὑμῶν, τουτέστιν τὰ ἡγεμονικά. ὁ δὲ θέλων ἀποκαταστῆσαι τὰ κατὰ τὸν

 ἔφθανεν ἡ δύναμις τοῦ φωτὸς αὐτοῦ ἐλέγετο ἂν εἶναι καὶ ἐν πᾶσιν· οὕτως τοίνυν καὶ κατὰ τὰ νοητὰ τὴν μὲν ὑπεροχὴν οἰόμεθα δηλοῦσθαι διὰ τοῦ ἐπὶ πάντων,

 μὲν ἀνθρώπων οὐ <πρὸς τὸ ψεύδεσθαι> διακειμένων ἀλλὰ κυβευτικῶς διδασκόντων, ἄλλων δὲ μετὰ πάσης πανουργίας καὶ ἐντρεχείας ἀπατώντων, τῷ τὴν πλάνην με

 ἀλλ' ἔτι ἀλγοῦσιν· διόπερ δυνατόν ἐστιν τυχόντας αὐτοὺς βοηθείας λογικῆς θεραπευθῆναι, ὥστε τὸν ἑξῆς βιῶσαι ἀνεπιλήπτως χρόνον. οἱ δὲ οὐκέτι ἀλγοῦσιν

 ὅλα τὰ τῆς φθορᾶς ἐργάζεσθαι, ἀεὶ φθείρεται. αἱ μὲν οὖν ἐπιθυμίαι τῆς ἀπάτης καὶ ἡ προτέρα ἀναστροφὴ ἐνεργοῦσι τὸ φθείρεσθαι αὐτόν, καὶ οὐδέπω πάντῃ ἔ

 εἰρημένῳ, ἐὰν πνεῦμα τοῦ ἐξουιά ζοντο ἀναβῇ ἐπί ε τόπον ου μὴ ἀφῇ, ὅτι ἴαμα καταπαύει ἁμαρτία μεγάλα. τόπον δὲ δίδομεν τῷ διαβόλῳ ἢ τῷ ἐξουιάζοντι πνε

 κατὰ τὸ μὴ ῥᾴδιον αὐτὴν εἶναι τοῖς ἐκτὸς προσδέχεσθαι), θυμὸν δὲ ὀργὴν ἐναρχομένην. ἔοικε δὲ ἡ γραφὴ σφόδρα πολλαχοῦ διαφορὰν εἰδέναι θυμοῦ καὶ ὀργῆς,

 ποιῶμεν ἑτέρους καλῶς, ταῦτα καὶ διὰ τὸ τέλος καὶ διὰ τὸ υώμου ἡμᾶς εἶναι μᾶλλον εἰς ἡμᾶς ἀναφέρεται ἤπερ εἰς οὓς δοκοῦμεν εὖ πεποιηκέναι. ταῦτα δὲ ἑα

 τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ καὶ ὁ μωρολογίᾳ καὶ εὐτραπελίᾳ ἔνοχος, ὠμότερον ἄν τινι ἐφαίνετο τὸ κατὰ τὴν κρίσιν ἐπὶ μηδενὶ συγγινώσκουσαν τῇ ἀσθε

 [v 9] ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ. πρὸς τοὺς διαχωρίζοντας τὸν δίκαιον ἀπὸ τοῦ ἀγαθοῦ, καὶ οἰομένους τὸν μὲν δ

 ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. [Ὠριγένης φησίν] ὁ δοκιμάζων καθ' ἕκαστον ὧν λέγει καὶ πράττει καὶ ἐννοεῖ τὸ εὐάρεστον τῷ Κυρίῳ, δυνή

 καὶ ἐπὶ τοῖς ἐν μέρει εὐχαριστητέον. τὸν δὲ εὐχαριστοῦντα τῷ Θεῷ καὶ πατρὶ ἐν τῷ μείτῃ Θεοῦ καὶ ἀνθρώπων εὐχαριστεῖν χρή, ὥστε ἡμᾶς ποιῆσαι τὸ ἐν ὀνόμ

 μετὰ τὸν πατέρα εἰρημένον αὐτοῦ καὶ τὸ μετὰ τὴν μητέρα δεύτερον εἰρημένον αὐτοῦ, ἀλλὰ καὶ τὸ προκολληθήεται πρὸ τὴν γυναῖκα αὐτοῦ. 31 Eph. vi1-3 τὰ τέ

 μακροθυμίας καὶ ὑπομονῆς ὁδεύσαντι τὴν πνευματικὴν ἔρημον τὴν πολλὴν καὶ φοβεράν, καὶ νικήσαντι οὓς πατάει Κύριος βαιλεῖ μεγάλου καὶ οὓς ἀνεῖλεν Κύριο

 καὶ τέραι ψεύδου καὶ ἐν πάῃ ἀπάτῃ ἀδικία. καὶ εἰ πείσαι δέ τινα ὁ ἐχθρὸς παραδέξασθαι αὐτὸν ὡς Κύριον ἐροῦντα ἐν αὐτῷ τάδε λέγει Κύριο, ὥστε καὶ ὑπολα

 οὕστινας ὑποδῆσαι δεῖ τῇ ἑτοιμότητι τοῦ τῆς εἰρήνης εὐαγγελίου. οἶμαι δὲ τούτων τῶν ὑποδημάτων σύμβολα εἶναι τὰ ἐν τῇ Ἐξόδῳ ἀναγεγραμμένα ὑποδήματα ἅπ

 πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. ἐπεὶ πᾶς ὁ τοῦ ἀποστόλου βίος καὶ π

ποιῶμεν ἑτέρους καλῶς, ταῦτα καὶ διὰ τὸ τέλος καὶ διὰ τὸ υώμου ἡμᾶς εἶναι μᾶλλον εἰς ἡμᾶς ἀναφέρεται ἤπερ εἰς οὓς δοκοῦμεν εὖ πεποιηκέναι. ταῦτα δὲ ἑαυτοῖς χαριζόμεθα ὅσα καὶ ὁ Θεὸς ἡμῖν ἐν Χριστῷ ἐχαρίσατο, οἱονεὶ παρα δεχόμενοι αὐτὰ καὶ τηροῦντες καὶ μιμούμενοι τὸν χαρισάμενον καὶ τὸν τρόπον τοῦ χαρίζεσθαι αὐτόν. ἄλλος δέ τις μηδὲν ἡγούμενος διαφέρειν τὸ χαριζόμενοι ἑαυτοῖς τοῦ «χαριζό μενοι ἀλλήλοις,» ἰσοδυναμοῦν οἰήσεται λέγεσθαι τ<ῷ> χαριζόμενοι ἀλλήλοις μάλιστα διὰ τὸ καθὼς ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν, καὶ ἐνέγ<ξ>ει ταῦτα ἐπὶ τὴν ἄφεσιν τῶν ἁμαρτημάτων, λέγων δεῖν ἡμᾶς ἀφιέναι τοῖ εἰ ἡμᾶ ἁμαρτά νουιν, ὡ καὶ ἡμῖν ἀφῆκε τὰ ἁμαρτήματα ὁ Θεός. πῶς δὲ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν τὰ ἁμαρτήματα; ἢ ὅτι ἐν Χριστῷ ὢν ὁ πατὴρ ἀφῆκεν ἡμῖν τὰ παραπτώματα; ἐν Χριστῷ δὲ ἐχαρίσατο ἡμῖν καὶ τὰ ἀγαθά, εἴ γε ἐν Χριστῷ σοφία ἐστὶν ἣν ἐχαρίσατο ἡμῖν καὶ ἀλήθεια καὶ δικαιοσύνη. 24 Eph. v3, 4 [πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.] [Ὠριγένης δέ φησιν] ἡ μὲν πρὸς πόρνην κοινωνία κατὰ τὸ ἔθος τῆς γραφῆς πορνεία ὀνομάζεται· πᾶσα δὲ ἡ κατὰ τὸν τόπον τῶν σαρκικῶν γαργαλισμῶν ἁμαρτία, οὐ μόνον κατὰ τὰς μοιχείας καὶ παιδοφθορίας ἀλλὰ καὶ κατὰ τὰ ἄλλα ὅσα ἐπενόησεν ἡ ἀνθρωπίνη ἀκολασία ἐν διαφόροις καὶ παντοδαπαῖς παρατριβαῖς, ἀκαθαρσία γενικῶς ὠνόμασται. τὴν πλεονεξίαν δὲ ἤτοι ἁπλούστερον ἐκδεκτέον, ἤ, ὡς ἐν ἄλλοις παρεστήσαμεν, τὴν μοιχείαν, ὅτε καὶ ἐχρησάμεθα τῷ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἕκατον τὸν ἀδελφὸν αὐτοῦ. πᾶσαν δὲ τὴν ἀκαθαρσίαν δεῖ φυλάξασθαι, ἐπεὶ τοῦτο πρέπει ἁγίοις. αἰσχρότης δέ τις ἔστι καθ' ἕκαστον εἶδος ἀκολασίας· καὶ ὁμοίως γε αἰσχρότης ἐστὶ καὶ ἀκαθαρσία· ἐμφαίνει γὰρ καὶ τὸ ἀκάθαρτον καὶ τὸ αἰσχρὸν ἑκάστη πρᾶξις ἡ κατὰ τὸν τόπον τῆς εἰς τὸ ἀποκρίνειν ἐνεργείας· ταῦτα δὲ ἐπὶ τῶν παρὰ φύσιν λεκτέον, οὐκ ἐπὶ τοῦ γάμου. ἴδωμεν δὲ τίς καὶ ἡ μωρολογία, ἣν καὶ αὐτὴν οὐδὲ ὀνομάζεσθαι χρὴ ἐν τοῖς ἁγίοις. ὁ μὲν οὖν τις φήσει, ἁπλούστερον τὴν λέξιν ἐξειληφώς, μωρολογίαν εἶναι τὴν ἀσκουμένην ὑπὸ τῶν βωμολόχων καὶ γελωτοποιῶν. ὅρα δὲ εἰ μὴ μωρολο γεῖν λεκτέον καὶ τοὺς ὁτιδήποτε σοφίας καὶ συνέσεως ἠλλοτριωμένους πάντας, καὶ μωρὸν ἐν τοῖς δογματιζομένοις ὑπ' αὐτῶν. δόξει δὲ συνᾴδειν τῷ ἁπλούστερον ἐκδέξασθαι τὴν μωρολογίαν ἡ ἐπιφερομένη αὐτῇ εὐτραπελία, ἥντινα ἡ τῶν ἰδιωτῶν συνήθεια τάσσει ἐπὶ τῶν οὐ μόνον ἀπὸ μωρολογίας ἀλλὰ καὶ ἀφ' οἱασδήποτε αἰτίας γέλωτα κινούντων. οὐκ ἀνῆκε δὲ τοῖς ἁγίοις οὐδὲ αὕτη, ἀλλὰ μᾶλλον ἡ ἐν πᾶσι πρὸς Θεὸν εὐχα ριστία, ἤγουν εὐχαριστία καθ' ἣν εὐχαρίτους καὶ χαρίεντάς τινάς φαμεν. μωρό λογον μὲν οὖν καὶ εὐτράπελον οὐ δεῖ εἶναι, εὐχάριτον δὲ καὶ χαρίεντα· καὶ ἐπεὶ ἀσύνηθές ἐστι τὸ εἰπεῖν «ἀλλὰ μᾶλλον εὐχαριτία,» τάχα ἀντὶ τούτου ἐχρή σατο τῇ ἐπ' ἄλλου κειμένῃ λέξει καὶ εἶπεν, ἀλλὰ μᾶλλον εὐχαριστία. καὶ μήποτε ἔθος ἐστὶ τῷ ὀνόματι τῆς «εὐχαριστίας» καὶ τοῦ «εὐχαρίστου» τοὺς ἀπὸ Ἑβραίων χρῆσθαι ἀντὶ τῆς «εὐχαριτίας» καὶ «εὐχαρίτου»· τοιοῦτο δὲ ἐνομίσαμεν εἶναι καὶ τὸ ἐν Παροιμίαις οὕτως εἰρημένον γυνὴ εὐχάριτο ἐγείρει ἀνδρὶ δόξαν ἀντὶ τοῦ «εὐχάριτος γυνή»· βιάζεσθαι δὲ ἂν ἐδόξαμεν τὸ γυνὴ εὐχάριτο ἀντὶ τοῦ «εὐχάριτος» ἐκλαμβάνοντες, εἰ μὴ αἱ λοιπαὶ ἐκδόσεις συνῇδον ταύτῃ τῇ ἐκδοχῇ. ὁ μὲν γὰρ Ἀκύλας οὕτως ἡρμήνευσεν γυνὴ χάριτο ἀντέχεται δόξη, Θεοδοτίων δὲ καὶ Σύμμαχος γυνὴ χάριτο ἀνθέξεται δόξη. [v 5] τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. παρατηρητέον ὅτι ἓξ ἀπαγορεύσας ἁμαρτήματα, πορνείαν καὶ ἀκαθαρσίαν καὶ πλεονεξίαν καὶ αἰσχρότητα καὶ μωρολογίαν καὶ εὐτραπελίαν, οὐ κατὰ τὰ ἓξ ἐπιφέρει ὥστε τὸν ἐνεχόμενόν τινι αὐτῶν μὴ ἔχειν κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ, ἀλλὰ τρία, λέγω δὲ πορνείαν καὶ ἀκαθαρσίαν πᾶσαν καὶ πλεονεξίαν. εἰ γὰρ μὴ εἶχον κληρονομίαν ἐν