Fragmenta ex commentariis in epistulam ad Ephesios Eph. i 1 Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ. ἀκούσωμεν τί καὶ Ὠριγένης φησὶ περὶ τού

 Παῦλος καὶ οἱ παραπλήσιοι αὐτῷ, καὶ οὐδεμία αὐτῶν σωματική, ἀλλὰ καὶ ἐν τοῖς ἐπουρανίοις. ἔπρεπε γὰρ τούτοις ὧν τὸ πολίτευμα ἐν οὐρανοῖ ὑπάρχει, θηαυρ

 «ἠγαπημένος» λέγεται ὁ Μονογενὴς τοῦ Θεοῦ, πάντων ἀγαπώντων τὰ ἐπινοούμενα αὐτῷ, ἤτοι δὲ σφαλλομένων τοῦ σκοποῦ ἢ ἐπιτυγχανόντων· ὥσπερ πάντες τεθήπασ

 προφητεύοντι. ὅρα οὖν εἰ μὴ πρὸς τὴν ζήτησιν ταύτην ἄλλη διαστολὴ τῆς ἀναγνώσεως ἁρμόζει τῶν κατὰ τὸν τόπον οὕτως ἔχουσα· εἰς ἔπαινον δόξης τῆς χάριτο

 κεφάλαιον δὲ λέγεται, ὡς οἶμαι, ἀπὸ τοῦ καὶ τὴν κεφαλὴν ἡμῶν ἅπαντα ἔχειν ἐν αὐτῇ καὶ τὰ ὅλα ἡμῶν τῆς ζωῆς αἰσθητήρια ὡς ἐν κεφαλαίῳ. 7 Eph. i 11 [τοῦ

 κληρονομίας. βέλτιον δὲ νοεῖν ὅτι, ὥσπερ ἐπὶ τῶν συνωνουμένων τι καὶ διδόντων ἀρραβῶνα κατὰ τὴν ἀναλογίαν τῆς ποσότητος τοῦ ὅλου ἀργυρίου δίδοται ἀρρα

 ἐπιτραφήονται πρὸ Κύριον πάντα τὰ πέρατα τῆ γῆ. ἐμφαίνει δὲ τὴν ἀσώματον φύσιν καὶ νοητὴν τοῦ ἡγεμονικοῦ ἡμῶν καὶ τοῦ ἀληθινοῦ φωτὸ τὸ πεφωτισμένους τ

 πάντα οἰκονομίαν. πολλὰ μὲν οὖν τὰ ἄρχοντα καὶ ἡγούμενα τῶν δεομένων τῆς παρ' αὐτοῦ ἐπιστασίας καὶ πολλὰ τὰ ἐξουσιάζοντα καὶ πολλὰ τὰ κυριεύοντα, πολλ

 τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ <ἡ>μεῖς πάντες ἀν

 ἀπειθείας υἱούς (καὶ πᾶς δὲ ὁ καταγγελλομένων θείων δογμάτων ἀπειθῶν αὐτοῖς δι' αὐτοῦ τοῦ ἀπειθεῖν υἱὸς ἀπειθείας ἀναφαίνεται)· καὶ μήποτε πρὸ ταύτας

 νομίζειν εἶναι τῶν διαθηκῶν τῆς ἐπαγγελίας. ζητήσεις δὲ μήποτε διὰ τοῦτο εἴρηται ἄθεοι ἐν τῷ κόσμῳ τούτῳ· ἐπεὶ ὅσον ἐπὶ τῇ προγνώσει τοῦ Θεοῦ οὐκ ἦσαν

 ἐγγὺς μὲν εἶναι τὸν Ἰσραήλ, πόρρω δὲ τὰ ἔθνη. δεήσει δὲ τούτοις τοῖς ῥητοῖς χρήσασθαι κατὰ τῶν διακοπτόντων τὴν θεότητα καὶ οἰομένων ἑτέρου εἶναι Θεοῦ

 ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν τοιοῦτο εἶναι, «διὸ αἰτοῦμαι ὑπὲρ ὑμῶν, τὸ μὴ ἐκκακεῖν ὑμᾶς ἐν ταῖς θλίψεσί μου, αἵτινές εἰσιν ὑμετέρα δόξα.» καὶ δόξει γε

 κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως· εἰς τὸν ἔσω ἄνθρωπον, λέγω κατὰ τὰς καρδίας ὑμῶν, τουτέστιν τὰ ἡγεμονικά. ὁ δὲ θέλων ἀποκαταστῆσαι τὰ κατὰ τὸν

 ἔφθανεν ἡ δύναμις τοῦ φωτὸς αὐτοῦ ἐλέγετο ἂν εἶναι καὶ ἐν πᾶσιν· οὕτως τοίνυν καὶ κατὰ τὰ νοητὰ τὴν μὲν ὑπεροχὴν οἰόμεθα δηλοῦσθαι διὰ τοῦ ἐπὶ πάντων,

 μὲν ἀνθρώπων οὐ <πρὸς τὸ ψεύδεσθαι> διακειμένων ἀλλὰ κυβευτικῶς διδασκόντων, ἄλλων δὲ μετὰ πάσης πανουργίας καὶ ἐντρεχείας ἀπατώντων, τῷ τὴν πλάνην με

 ἀλλ' ἔτι ἀλγοῦσιν· διόπερ δυνατόν ἐστιν τυχόντας αὐτοὺς βοηθείας λογικῆς θεραπευθῆναι, ὥστε τὸν ἑξῆς βιῶσαι ἀνεπιλήπτως χρόνον. οἱ δὲ οὐκέτι ἀλγοῦσιν

 ὅλα τὰ τῆς φθορᾶς ἐργάζεσθαι, ἀεὶ φθείρεται. αἱ μὲν οὖν ἐπιθυμίαι τῆς ἀπάτης καὶ ἡ προτέρα ἀναστροφὴ ἐνεργοῦσι τὸ φθείρεσθαι αὐτόν, καὶ οὐδέπω πάντῃ ἔ

 εἰρημένῳ, ἐὰν πνεῦμα τοῦ ἐξουιά ζοντο ἀναβῇ ἐπί ε τόπον ου μὴ ἀφῇ, ὅτι ἴαμα καταπαύει ἁμαρτία μεγάλα. τόπον δὲ δίδομεν τῷ διαβόλῳ ἢ τῷ ἐξουιάζοντι πνε

 κατὰ τὸ μὴ ῥᾴδιον αὐτὴν εἶναι τοῖς ἐκτὸς προσδέχεσθαι), θυμὸν δὲ ὀργὴν ἐναρχομένην. ἔοικε δὲ ἡ γραφὴ σφόδρα πολλαχοῦ διαφορὰν εἰδέναι θυμοῦ καὶ ὀργῆς,

 ποιῶμεν ἑτέρους καλῶς, ταῦτα καὶ διὰ τὸ τέλος καὶ διὰ τὸ υώμου ἡμᾶς εἶναι μᾶλλον εἰς ἡμᾶς ἀναφέρεται ἤπερ εἰς οὓς δοκοῦμεν εὖ πεποιηκέναι. ταῦτα δὲ ἑα

 τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ καὶ ὁ μωρολογίᾳ καὶ εὐτραπελίᾳ ἔνοχος, ὠμότερον ἄν τινι ἐφαίνετο τὸ κατὰ τὴν κρίσιν ἐπὶ μηδενὶ συγγινώσκουσαν τῇ ἀσθε

 [v 9] ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ. πρὸς τοὺς διαχωρίζοντας τὸν δίκαιον ἀπὸ τοῦ ἀγαθοῦ, καὶ οἰομένους τὸν μὲν δ

 ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. [Ὠριγένης φησίν] ὁ δοκιμάζων καθ' ἕκαστον ὧν λέγει καὶ πράττει καὶ ἐννοεῖ τὸ εὐάρεστον τῷ Κυρίῳ, δυνή

 καὶ ἐπὶ τοῖς ἐν μέρει εὐχαριστητέον. τὸν δὲ εὐχαριστοῦντα τῷ Θεῷ καὶ πατρὶ ἐν τῷ μείτῃ Θεοῦ καὶ ἀνθρώπων εὐχαριστεῖν χρή, ὥστε ἡμᾶς ποιῆσαι τὸ ἐν ὀνόμ

 μετὰ τὸν πατέρα εἰρημένον αὐτοῦ καὶ τὸ μετὰ τὴν μητέρα δεύτερον εἰρημένον αὐτοῦ, ἀλλὰ καὶ τὸ προκολληθήεται πρὸ τὴν γυναῖκα αὐτοῦ. 31 Eph. vi1-3 τὰ τέ

 μακροθυμίας καὶ ὑπομονῆς ὁδεύσαντι τὴν πνευματικὴν ἔρημον τὴν πολλὴν καὶ φοβεράν, καὶ νικήσαντι οὓς πατάει Κύριος βαιλεῖ μεγάλου καὶ οὓς ἀνεῖλεν Κύριο

 καὶ τέραι ψεύδου καὶ ἐν πάῃ ἀπάτῃ ἀδικία. καὶ εἰ πείσαι δέ τινα ὁ ἐχθρὸς παραδέξασθαι αὐτὸν ὡς Κύριον ἐροῦντα ἐν αὐτῷ τάδε λέγει Κύριο, ὥστε καὶ ὑπολα

 οὕστινας ὑποδῆσαι δεῖ τῇ ἑτοιμότητι τοῦ τῆς εἰρήνης εὐαγγελίου. οἶμαι δὲ τούτων τῶν ὑποδημάτων σύμβολα εἶναι τὰ ἐν τῇ Ἐξόδῳ ἀναγεγραμμένα ὑποδήματα ἅπ

 πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. ἐπεὶ πᾶς ὁ τοῦ ἀποστόλου βίος καὶ π

κληρονομίας. βέλτιον δὲ νοεῖν ὅτι, ὥσπερ ἐπὶ τῶν συνωνουμένων τι καὶ διδόντων ἀρραβῶνα κατὰ τὴν ἀναλογίαν τῆς ποσότητος τοῦ ὅλου ἀργυρίου δίδοται ἀρραβών, οὕτως κατὰ τὴν ἀναλογίαν τῶν ἑκάστου προεγνωσμένων ἁγίου μελλόντων ἀγαθῶν δίδοται ἀρραβὼν τῆς κληρονομίας, ὡς ἀπὸ τοῦ ἀρραβῶνος τὸν δυνάμενον κατανοεῖν διαφορὰς τῆς δυνάμεως τοῦ ἀρραβῶνος καὶ ἀρραβῶνος ἤδη ἂν ἀποφήνασθαι περὶ πλείονος καὶ ἐλάττονος κληρονομίας τῆς ἀποκειμένη τοῖς Χριστοῦ συγκληρονόμοις. ὥσπερ δὲ ὁ ἀρραβὼν τῆς κληρονομίας οὐχὶ ἔξω τι ἡμῶν ἐστιν (ἐν γὰρ ἑκάστῳ τὸ πνεῦμα τῆς ἐπαγγελίας ἐστὶ τὸ ἅγιον, ὁ ἀρραβὼν τῆς ἐπαγγελίας), οὕτως ἡ κληρονομία οὐκ ἔξωθέν ἐστι τοῦ κληρονομοῦντος, ἀλλ' ἐν τῷ νῷ τοῦ κληρονομοῦντος καὶ τῇ ψυχῇ αὐτοῦ· οὐδὲν γὰρ τῶν ἔξωθεν συγκρίνεσθαι δύναται τελειότητι νοῦ θεωροῦντος κάλλη Σοφίας καὶ Λόγου Θεοῦ καὶ Ἀληθείας. τοῦτο μέντοιγε τὸ πνεῦμα τῆς ἐπαγγελίας τὸ ἅγιον, ὅπερ ἐστὶν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, ἐπὶ τοῦ παρόντος δίδοται τοῖς ἁγίοις, ἵνα ἀπολυτρωθῶσι καὶ περιποιηθῶσι τῷ Θεῷ, καταρτιζόμενοι εἰς ἔπαινον τῆς δόξης τοῦ Θεοῦ. τὸ δὲ εἰς ἔπαινον τῆς δόξης αὐτοῦ πρὸς τῷ ἀποδεδομένῳ δύναται καὶ τοιοῦτο δηλοῦν, «ἐπὶ τῷ ἐπαινεῖν τὴν δόξαν τοῦ Θεοῦ ἕκαστος, νῦν μὲν τὸ πνεῦμα τῆς ἐπαγγελίας λαμβάνων ἀρραβῶνα τῆς κληρονομίας, ὕστερον δὲ αὐτὴν τὴν κληρονομίαν·» οὐ μέντοι (ὡς ἄν τις ὑπονοήσαι σημαίνεσθαι ἐκ τῆς λέξεως) ὡς χρῄζοντος τοῦ Θεοῦ τῶν ἐπαινούντων τὴν δόξαν αὐτοῦ, ἀλλ' ὡς μεγίστων ἀγαθῶν περιγινομένων τοῖς τεθεωρηκόσι τὸ ἐπαινετὸν τῆς δόξης τοῦ Θεοῦ καὶ μὴ δυναμένοις σιωπᾶν αὐτό, ἀλλ' ἀεὶ πρὸς τῷ εὐφραίνεσθαι ἐν τῷ ὑμνεῖν αὐτὸ γινομένοις. 9 Eph. i 15-17 [∆ιὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας.] [Ὠριγένης φησί] δόξει σόλοικον εἶναι τὸ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας εἰ μὴ ὡς ὑπερβατὸν αὐτὸ ἀποδῶμεν· διόπερ τὸ ἑξῆς τῆς συμφράσεως οὕτως ἔχειν οἰόμεθα διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας, καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα ὁ Θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως ὑμῶν καὶ τὰ ἑξῆς. εἰ ὁ πατὴρ ὑποκειμένου καὶ οὐσιώδους ἐστὶ πατήρ, λέγεται δὲ καὶ τῆς δόξης πατήρ, δηλονότι ἡ δόξα ὑποκείμενόν τί ἐστι καὶ οὐσιωμένον· καὶ μήποτε ὁ σωτὴρ ἡμῶν, ὥσπερ ἐστὶ Λόγο καὶ Σοφία καὶ Ἀλήθεια καὶ Εἰρήνη καὶ ∆ικαιούνη, οὕτω καὶ ∆όξα· καὶ εἴ ποτε ὦφθαι ἀναγέγραπται ∆όξα Θεοῦ, οὐκ ἄλλο τι νοητέον ὦφθαι ἢ τὸν υἱὸν τοῦ Θεοῦ. τὸ μὲν οὖν πνεῦμα τῆς σοφίας σοφὸν ποιεῖ, τὸ δὲ πνεῦμα τῆς ἀποκαλύψεως περιαιρεῖ ἀπὸ τῆς καρδίας τὸ κάλυμμα, ἵνα ἀνακεκαλυμμένῳ τις προώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενο τὴν αὐτὴν εἰκόνα μεταμορφῶται ἀπὸ δόξη εἰ δόξαν. οὐδεὶς οὖν μὴ σοφὸς ἔχει πνεῦμα σοφίας, καὶ οὐδεὶς τῶν ἡνίκα ἀναγινώκηται Μωῆ κάλυμμα ἔτι ἐχόντων ἐπὶ τὴν καρδίαν ἤδη εἴληφε τὸ τῆς ἀποκαλύψεως πνεῦμα· εἰ μὴ <ἄ>ρα τὸ πνεῦμα τῆς σοφίας προσότητι τῶν θεωρημάτων τῆς σοφίας διαφόρως σοφοὺς ποιεῖ, καὶ ποσότητι τῆς περιαιρέσεως τῶν ἐπὶ τοῖς γράμμασι καλυμμάτων οὐχ ὁμοίως διακονεῖ τὴν ἀποκάλυψιν ὧν περιαιρεῖται τὸ κάλυμμα. πρὸς τούτοις ἀκουστέον τὸ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας· εἰ γὰρ μὴ ταὐτόν ἐστι γνῶσις Θεοῦ καὶ ἐπίγνωσις Θεοῦ ἀλλ' ὁ ἐπιγινώσκων οἱονεὶ ἀναγνωρίζει ὃ πάλαι εἰδὼς ἐπελέληστο, ὅσοι ἐν ἐπιγνώσει γίνονται Θεοῦ πάλαι ᾔδεσαν αὐτόν· διόπερ μνηθήονται καὶ