1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

Ἠστραγαλωμένοι καὶ ἐν ταῖς πλατείαις ἄταφοι ῥιπτούμενοι· ἢ, ὅσον ἐπ' ἐμῇ γνώσει, ἀπὸ τοῦ Τωβία; περὶ οὗ ἡμᾶς ἐχρῆν ἐγνωκέναι, ὅτι Ἑβραῖοι τῷ Τωβίᾳ οὐ χρῶνται, οὐδὲ τῇ Ἰουδήθ· οὐδὲ γὰρ ἔχουσιν αὐτὰ καὶ ἐν ἀποκρύφοις ἑβραϊστί· ὡς ἀπ' αὐτῶν μαθόντες ἐγνώκαμεν. Ἀλλ' ἐπεὶ χρῶνται τῷ Τωβίᾳ αἱ Ἐκκλησίαι, ἰστέον, ὅτι καὶ ἐν τῇ αἰχμαλωσίᾳ τινὲς τῶν αἰχμαλώτων ἐπλούτουν, καὶ εὖ ἔπραττον. Αὐτὸς δὲ ὁ Τω- βίας φησί· «Καθότι ἐμεμνήμην τοῦ Θεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου, καὶ ἔδωκεν ὁ Ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Νεμεσσάρου, καὶ ἤμην αὐτοῦ ἀγοραστής· καὶ ἐπορευόμην εἰς τὴν Μηδίαν, καὶ παρεθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρία ἐν Ῥάγοις τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα.» Καὶ ἐπιφέρει ὡς πλούσιος τό· «Ἐν ταῖς ἡμέραις Νεμεσ- σάρου ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου. Τοὺς ἄρτους μου ἐδίδουν πεινῶσι καὶ ἱμάτια τοῖς γυμνοῖς· καὶ εἴ τινα ἐκ τοῦ γένους ἑώρων τεθνηκότα καὶ ἐῤῥιμμένον ὀπίσω τοῦ τείχους Νινευῒ, ἔθαπτον αὐτόν· καὶ εἴ τινα ἀπέκτεινε Σενα- χηρεὶμ βασιλεὺς, ὅτε ἦλθε φεύγων ἐκ τῆς Ἰουδαίας, ἔθαψα αὐτοὺς κλέπτων· πολλοὺς γὰρ ἐπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ.» Καὶ κατανόει εἴ γε μὴ πολὺν πλοῦτον ἐμφαίνει καὶ πολλὴν περιουσίαν ὁ κατάλογος ὁ τοσοῦτος τῶν εὐποιῶν τοῦ Τωβία· καὶ μάλιστα, ὅτι ἐπιφέρει λέγων τό· «Ἐπιγνοὺς, ὅτι ζη 11.81 τοῦμαι ἀποθανεῖν, φοβηθεὶς ἀνεχώρησα, καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου.» Ἀλλὰ καὶ ἕτερος αἰχμάλωτος ∆αχιάχαρος ὁ τοῦ Ἀνανιὴλ υἱὸς ἀδελφοῦ Τωβία ἐπὶ πᾶσαν κατεστάθη τὴν λογιστείαν τῆς βασιλείας τοῦ βασιλέως Ἀχερδόνος, καὶ ἐπὶ πᾶσαν τὴν διοίκησιν· καὶ λέγεται, «ὅτι ἦν ὁ ∆αχιάχαρος οἰνοχόος, καὶ ἐπὶ τοῦ δακτυλίου, καὶ διοικητὴς, καὶ ἐκλογιστής.» Καὶ ὁ Μαρδοχαῖος δὲ περὶ τὴν αὐλὴν διέτριβε τοῦ βασιλέως, καὶ τοσαύτην εἶχε παῤῥησίαν πρὸς αὐτὸν, ὥστε καὶ ἐν εὐεργέταις ἀναγεγράφθαι τοῦ Ἀρταξέρξου. Ἔτι δὲ καὶ ἐν τῷ Ἔσδρᾳ· Νεεμίας οἰνοχόος τοῦ βασιλέως καὶ εὐνοῦχος αὐτοῦ, Ἑβραῖος τῷ γένει, ᾐτήσατο τὰ περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ, καὶ ἔτυχεν· ὥστε μετὰ πλειόνων ἐπιτραπῆναι ἀπελθεῖν ἀνορθῶσαι τὸν ναόν. Τί οὖν θαυμαστὸν τὸ, παράδεισον, καὶ οἰκίαν, καὶ κτῆμα γεγονέναι τινὸς Ἰωακεὶμ, εἴτε πολυτελὴς εἴτε καὶ μετρία ἦν; Οὐ γὰρ σαφῶς δηλοῦται ἀπὸ τῆς Γραφῆς τὸ τοιοῦτον. Ἀλλὰ φῄς· «Πῶς περὶ θανάτου ἔκρινον ἐν αἰχμαλωσίᾳ τυγχάνοντες;» οὐκ οἶδα πόθεν ἀμφιβάλλων τὸ βασιλέως εἶναι γυναῖκα, διὰ τὴν ὁμωνυμίαν τοῦ Ἰωακεὶμ, τὴν Σωσάνναν. Λεκτέον δ', ὅτι οὐδὲν παράδοξον, μεγάλων ἐθνῶν ὑποχειρίων γενομένων, πρὸς βασιλέως συγκεχωρῆσθαι τοῖς οἰκείοις νόμοις χρῆσθαι τοὺς αἰχμαλώτους καὶ τοῖς δικαστηρίοις. Καὶ νῦν γοῦν Ῥωμαίων βασιλευόντων, καὶ Ἰουδαίων τὸ δίδραχμον αὐτοῖς τελούντων, ὅσα συγχωροῦντος Καίσαρος 11.84 ὁ ἐθνάρχης παρ' αὐτοῖς δύναται, ὡς μηδὲν διαφέρειν βασιλεύοντος τοῦ ἔθνους, ἴσμεν οἱ πεπειραμένοι. Γίνεται δὲ καὶ κριτήρια λεληθότως κατὰ τὸν νόμον, καὶ καταδικάζονταί τινες τὴν ἐπὶ τῷ θανάτῳ· οὔτε μετὰ τῆς πάντη εἰς τοῦτο παῤῥησίας, οὔτε μετὰ τοῦ λανθάνειν τὸν βασιλεύοντα· καὶ τοῦτο ἐν τῇ χώρᾳ τοῦ ἔθνους πολὺν διατρίψαντες χρόνον μεμαθήκαμεν καὶ πεπληροφορήμεθα. Καί τοι γε ὑπὸ Ῥωμαίοις δύο φυλαὶ μόναι εἶναι ἱστόρηνται, ἥ τε Ἰούδα καὶ Βενιαμίν· ἔστω δὲ καὶ Λευϊτική. Ὁ δὲ, παρὰ τὸν λαὸν Ἰούδα, Ἰσραὴλ, δέκα ἦσαν φυλαί· καὶ εἰκὸς, ἀρκεσθέντας τοὺς Ἀσσυρίους τῷ ὑποχειρίους αὐτοὺς ἔχειν, ἐπιτετραφέναι αὐτοῖς τὰ οἰκεῖα δικαστήρια. Εὗρόν σου ἐν τῇ ἐπιστολῇ καὶ τοῦτο αὐταῖς λέξεσι τό· «Ἐπὶ δὲ πᾶσι, τοσούτων προωδοιπορηκότων προφητῶν, τῶν τε ἑξῆς οὐδεὶς ἕτερος ἑτέρου κέχρηται ῥητῷ νοήματι· οὐ γὰρ ἐπτώχευσεν ὁ λόγος αὐτῶν ἀληθὴς ὤν· οὑτοσὶ δὲ, ἐκείνων θατέρῳ ἐπαπειλῶν ὑπομιμνήσκει σε λέγοντος τοῦ Κυρίου· Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς·» καὶ ἐθαύμασα, πῶς πολλὰς διατριβὰς ἔχων ἐν ταῖς ἐξετάσεσι καὶ μελέταις τῆς Γραφῆς, οὐ τετήρηκας συγχρωμένους προφήτας προφητῶν λόγοις σχεδὸν αὐταῖς λέξεσι. Τίς γὰρ οὐκ οἶδε καὶ τῶν πολλῶν πιστῶν κείμενον ἐν τῷ Ἡσαΐᾳ τό· «Ἔσται ἐν ταῖς