1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

ταῖς διαφοραῖς αὐτῶν, μετὰ τοῦ ποσῶς μᾶλλον ἀσκεῖν τὴν ἑρμηνείαν τῶν Οʹ· ἵνα μή τι παραχαράττειν δοκοίημεν ταῖς ὑπὸ τὸν οὐρανὸν Ἐκκλησίαις, καὶ προφάσεις διδῶμεν τοῖς ζητοῦσιν ἀφορμὰς, ἐθέλουσι τοὺς ἐν μέσῳ συκοφαντεῖν, καὶ τῶν διαφαινομένων ἐν τῷ κοινῷ κατηγορεῖν. Ἀσκοῦμεν δὲ μὴ ἀγνοεῖν καὶ τὰς παρ' ἐκείνοις, ἵνα, πρὸς Ἰουδαίους διαλεγόμενοι, μὴ προφέρωμεν αὐτοῖς τὰ μὴ κείμενα ἐν 11.61 τοῖς ἀντιγράφοις αὐτῶν, καὶ ἵνα συγχρησώμεθα τοῖς φερομένοις παρ' ἐκείνοις· εἰ καὶ ἐν τοῖς ἡμετέροις οὐ κεῖται βιβλίοις· τοιαύτης γὰρ οὔσης ἡμῶν τῆς πρὸς αὐτοὺς ἐν ταῖς ζητήσεσι παρασκευῆς, οὐ καταφρονήσουσιν, οὐδ' ὡς ἔθος αὐτοῖς, γελάσονται τοὺς ἀπὸ τῶν ἐθνῶν πιστεύοντας, ὡς τ' ἀληθῆ καὶ παρ' αὐτοῖς ἀναγεγραμμένα ἀγνοοῦντας. Ταῦτα μὲν οὖν εἰρήσθω πρὸς τὸ μὴ φέρεσθαι παρ' Ἑβραίοις τὰ περὶ Σωσάννης. Ἴδωμεν δὲ καὶ ἃ προσφέρεις τῷ λόγῳ ἐγκλήματα. Καὶ πρῶτόν γε ἀρξώμεθα ἀπὸ τοῦ δυνηθέντος ἂν δυσωπῆσαι πρὸς τὸ μὴ παραδέξασθαι τὴν ἱστορίαν· ὅπερ ἐστὶ τὸ περὶ τὴν παρωνυμίαν πρίνου μὲν πρὸς πρίσιν, σχίνου δὲ πρὸς σχίσιν· περὶ οὗ σὺ μὲν ἀπεφήνω, ὡς καταλαβὼν τίνα τρόπον ἐν μὲν ἑλ- ληνικαῖς φωναῖς τοιαῦτα ὁμοφωνεῖν συμβαίνει, ἐν δὲ τῇ Ἑβραΐδι τῷ παντὶ διέστηκεν· ἐγὼ δὲ ἔτι ἀμφιβάλλω· ἐπείπερ φροντίσας τῶν κατὰ τὸν τόπον, τῷ καὶ αὐτὸς ἠπορηκέναι ἐν αὐτοῖς, οὐκ ὀλίγοις Ἑβραίοις ἀνεθέμην πυνθανόμενος, πῶς παρ' αὐτοῖς ὀνομάζεται πρῖνος, καὶ πῶς λέγουσι τὸ πρίζειν· ἔτι δὲ εἰς τί μεταλαμβάνουσι τὴν σχῖνον τὸ φυτὸν, καὶ πῶς τὸ σχίζειν ὀνομάζουσιν. Οἱ δὲ τὴν Ἑλληνικὴν ἔφασκον ἀγνοεῖν φωνὴν τὴν πρίνου καὶ τὴν σχίνου· ἀπῄτουν δὲ αὑτοῖς δειχθῆναι τὰ δένδρα, ἵν' εἴδειεν ποίας ἐπὶ τούτων αὐτοὶ τάσσουσι φωνάς. Καὶ (φίλη γὰρ ἡ ἀλήθεια), οὐκ ἠπόρησα αὐτοῖς ὄψει παραστῆσαι τὰ ξύλα. Ἄλλος δὲ ἔφασκε τὰ μὴ ὀνομασθέντα τῶν Γραφῶν ποὺ οὐκ ἔχειν διαβεβαιώσασθαι, ὅπως Ἑβραϊστὶ λέγεται· προπετὲς δὲ εἶναι, τὸν ἀπορήσαντα φωνῇ τῇ Συριακῇ χρήσασθαι ἀντὶ τῆς Ἑβραΐδος· καὶ ἔλεγε, καὶ παρὰ τοῖς πάνυ σοφοῖς ἐνίοτε λέξεις τινὰς ζητεῖσθαι. Εἰ μὲν οὖν, φησὶ, ἔχεις τι παραστῆσαι τὴν σχῖνον ὅπως ποτὲ ὀνομασθεῖ- σαν ἔν τινι Γραφῇ, ἢ τὴν πρῖνον, ἐκεῖθεν ἂν εὕροιμεν τὸ ζητούμενον, καὶ τὴν παρ' αὐτὰ παρωνυμίαν· εἰ δὲ μηδαμοῦ ὠνομάσθη, καὶ ἡμᾶς διαλανθάνει τὸ τοιοῦτον. Τούτων οὖν ὅσον ἐπὶ μὴ ἱστορίᾳ ὑπὸ Ἑβραίων, οἷς συνέμιξα, εἰρημένων, ἐγὼ μὲν εὐλαβῶς ἔχω ἀποφήνασθαι, πότερον καὶ παρ' Ἑβραίοις ἡ ἰσοδυναμία τῶν κατὰ ταῦτα παρωνυμιῶν σώζεται, ἢ οὔ· σὺ δὲ ὅπως διεβεβαιώσω, αὐτὸς οἶδας ἴσως. Μέμνημαι μέν τοί γε φιλομαθεῖ Ἑβραίῳ, καὶ χρηματίζοντι παρ' αὐτοῖς σοφοῦ υἱῷ, ἀνατραφέντι 11.64 ἐπὶ τὸ διαδέξασθαι τὸν πατέρα, συμμίξας περὶ πλειόνων· ἀφ' οὗ ὡς μὴ ἀθετουμένης τῆς περὶ Σωσάννης ἱστορίας ἐμάνθανον καὶ τὰ τῶν πρεσβυτέρων ὀνόματα, ὡς παρὰ τῷ Ἱερεμίᾳ κείμενα τοῦτον ἔχοντα τὸν τρόπον· «Ποιήσαι σε Κύριος, ὡς Σεδεκίαν ἐποίησε, καὶ ὡς Ἀχιὰβ, οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν πυρὶ δι' ἣν ἐποίησαν ἀνομίαν ἐν Ἰσραήλ.» Πῶς ὁ μὲν ὑπ' ἀγγέλου πρίζεται, ὁ δὲ σχίζεται; λεκτέον, οὐ κατὰ τὸν ἐνεστῶτα αἰῶνα ταῦτα αὐτοῖς προφητεύεσθαι, ἀλλ' εἰς τὴν ὑπὸ Θεοῦ μετὰ τὴν ἐντεῦθεν ἔξοδον κρίσιν. Ὡς γὰρ τὸν πονηρὸν οἰκονόμον λέγοντα· «Χρονίζει ὁ κύριός μου ἔρχεσθαι·» καὶ διὰ τοῦτο μέθαις σχολάζοντα, καὶ ἐσθίοντα καὶ πίνοντα μετὰ τῶν μεθυόντων, καὶ τύπτοντα τοὺς συνδούλους, ὁ κύριος ἐλθὼν «διχοτομήσει, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει·» οὕτω καὶ τούτους πρεσβυτέρους μὲν χρηματίσαντας, κακῶς δὲ τὴν οἰκονομίαν οἰκονομήσαντας, ἀναλόγως τῷ ἐκεῖ διχοτομεῖσθαι τὸν μοχθηρὸν οἰκονόμον, ἄγγελοι ἐπὶ τῶν κολάσεων τεταγμένοι τινὲς ταῦτα διαθήσουσι· καὶ ὁ μὲν σχίσει «πεπαλαιωμένον ἡμερῶν κακῶν, κρίναντα κρίσεις ἀδίκους, καὶ τοὺς μὲν ἀθώους κατακρίναντα, ἀπολύοντα δὲ τοὺς αἰτίους·» ὁ δὲ πρίσει ὡς «σπέρμα λαναὰν ὑπάρχοντα, καὶ οὐκ Ἰούδα, τὸν ὑπὸ τοῦ κάλλους ἐξηπατημένον, καὶ ὑπὸ τῆς