1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

πρόβατα καὶ τὰς αἶγας, διαλεύκους, καὶ ποικίλους, καὶ σποδοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν. Νῦν 11.73 οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γεννήσεώς σου.» Περὶ δὲ ἐπιφανείας ὕπαρ κρείττονος, ταῦτα περὶ αὐτοῦ εἴρηται· «Ὑπελείφθη δὲ Ἰακὼβ μόνος· καὶ ἐπάλαιεν ἄνθρωπος μετ' αὐτοῦ ἕως πρωΐ. Εἶδε δὲ, ὅτι οὐ δύναται πρὸς αὐτὸν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ, ἐν τῷ παλαίειν αὐτὸν μετ' αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Ὁ δὲ εἶπεν· Οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. Εἶπε δὲ αὐτῷ· Τί τὸ ὄνομά σου; Ὁ δὲ εἶπεν· Ἰακώβ· εἶπε δὲ αὐτῷ· Οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός. Ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν· Ἀνάγγειλόν μοι τὸ ὄνομά σου· καὶ εἶπεν· Ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; Καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος Θεοῦ· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Ἀνέτειλε δὲ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ.» Ὅτι δὲ καὶ ἐξ ἐπιπνοίας προφητεύει, δῆλον ἐκ τούτων· «Ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπε· Συνάχθητε, ἵνα ἀπαγγείλω ὑμῖν τί ἀποβήσεται ὑμῖν ἐπ' ἐσχάτων τῶν ἡμερῶν· ἀθροίσθητε καὶ ἀκούσατε υἱοὶ Ἰακὼβ, ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ὑμῶν· Ῥουβὶμ πρωτότοκός μου, σὺ ἰσχύς μου, καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης· ἐξύβρισας, ὡς ὕδωρ μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνὴν, οὗ ἀνέβης.» Ὁμοίως δὲ καὶ πρὸς τοὺς λοιποὺς αἱ εὐλογίαι προφητεῖαι οὖσαι ἐξ ἐπιπνοίας εἴρηνται. Οὐδὲν τοίνυν θαυμαστὸν καὶ τὸν ∆ανιὴλ, ὁτὲ μὲν ἐξ ἐπιπνοίας λελαληκέναι τὸν κατὰ τῶν πρεσβυτέρων ἔλεγχον, ὁτὲ δὲ ἐνυπνίοις, ὡς καὶ σὺ φὴς, ἢ ὁράσει τε, καὶ ἄλλοτε γεγονέναι αὐτῷ ἀγγέλου ἐπιφάνειαν. Τά γε μὴν ἄλλα σου ἐπαπορήματα ἐδόκει μοι ἀσεμνότερον εἰρῆσθαι, καὶ οὐκ ἔχεσθαι τῆς πρεπούσης σοι εὐλαβείας· οὐ χεῖρον δὲ θεῖναι τὸ αὐταῖς λέξεσιν ὑπὸ σοῦ γεγραμμένον οὕτως· «Ἔπειτα μετὰ τὸ θαυμασίως πως οὕτως ἀποφθέγξασθαι, καὶ παραδοξότατά πως αὐτοὺς ἀπελέγχει, ὡς οὐδὲ Φιλιστίων ὁ μῖμος· οὐ γὰρ ἐξήρκει ἡ διὰ τοῦ Πνεύματος ἐπίπληξις, ἀλλ' ἰδίᾳ διαστήσας ἑκάτερον αὐτῶν, ἐρωτᾷ ποῦ θεάσαιτο αὐτὴν μοιχωμένην. Ὡς δὲ ὁ μὲν ὑπὸ πρῖνον ἔφασκεν, ἀποκρίνεται πρίσειν αὐτὸν τὸν ἄγγελον· τῷ δὲ ὑπὸ σχῖνον εἰρηκότι, σχισθῆναι παραπλησίως ἀπειλεῖ.» Ὥρα γὰρ παραβάλλειν ἄλλο τούτῳ παραπλήσιον εἰρημένον ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν, ὅπερ καὶ αὐτὸς ὁμολογήσεις ὑγιῶς ἀναγεγράφθαι, τῷ Φιλιστίωνος μίμῳ. Ἔχει δὲ οὕτως ἡ ἀπὸ τῶν Βασιλειῶν λέξις· «Τότε ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ, καὶ ἔστησαν ἐνώπιον αὐτοῦ. Καὶ εἶπεν ἡ γυνὴ μία· Ἐν ἐμοὶ, κύριέ μου. Ἐγὼ καὶ ἡ γυνὴ αὕτη οἰκοῦμεν ἐν οἴκῳ ἑνὶ, καὶ ἐτέκομεν ἐν τῷ οἴκῳ. Καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου, καὶ ἔτεκε καὶ ἡ γυνὴ αὕτη. Καὶ ἡμεῖς κατὰ τὸ αὐτό. Οὐκ ἔστιν οὐδὲ 11.76 εἷς ἐν τῷ οἴκῳ ἡμῶν παρὲξ ἀμφοτέρων ἡμῶν ἐν τῷ οἴκῳ. Καὶ ἀπέθανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης τὴν νύκτα, ὡς ἐπεκοιμήθη ἐπ' αὐτόν. Καὶ ἀνέστη μέσης τῆς νυκτός· καὶ ἔλαβε τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν μου· καὶ ἡ δούλη σου ὕπνουν. Καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς, καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνεῶτα ἐκοίμισεν ἐν τῷ κόλπῳ μου. Καὶ ἀνέστην τὸ πρωῒ θηλάσαι τὸν υἱόν μου· κἀκεῖνος ἦν τεθνηκώς. Καὶ ἰδοὺ κατενόησα αὐτὸν τὸ πρωΐ, καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός μου ὃν ἔτεκον. Καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα· Οὐχί· ἀλλ' ὁ υἱός σου ἐστὶν ὁ νεκρὸς, ὁ υἱὸς δὲ ὁ ἐμὸς ὁ ζῶν. Ἡ δὲ ἄλλη καὶ αὐτὴ ἔλεγεν· Οὐχὶ, ἀλλ' ὁ υἱός μου ὁ ζῶν· ὁ δὲ υἱός σου ὁ τεθνηκώς. Καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς· Σὺ λέγεις· Οὗτός μου ὁ υἱὸς ὁ ζῶν, καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς. Καὶ σὺ λέγεις· Οὐχὶ, ἀλλ' ὁ υἱός μου ὁ ζῶν· ὁ δὲ υἱός σου ὁ τεθνηκώς. Καὶ εἶπεν ὁ βασιλεύς· Λάβετέ μοι