1

 2

 3

 4

4

"Καὶ ὄψει αὐτοῦ τὴν ἀπώλειαν." Ἥτις γέγονε τῷ διαβόλῳ διὰ τοῦ τιμίου σταυροῦ. "Καὶ ἐπὶ τραχήλους." Ἰδοὺ γάρ φησι· ∆έδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. "Οἱ τρυφεροί μου." Οἱ κατὰ τὴν ἐξ ἀρχῆς δημιουργίαν τρυφεροὶ καὶ εὐβαφεῖς γενόμενοι, τὰς ἀνωμάλους, καὶ τραχείας ὁδοὺς ἐπορεύθησαν. "Θάρσει, Ἱερουσαλήμ." Ὁ Θεὸς Λόγος, ὁ δι' ἡμᾶς ἐνανθρωπήσας, ὁ νύμφην ἑαυτοῦ τὴν Ἐκκλησίαν ἀξιώσας καλέσαι. "∆είλαιοι οἱ σὲ κακώσαντες." ∆αίμονες, αἱρετικοὶ, οἱ κατὰ καιρὸν τὴν Ἐκκλησίαν διώξαντες. "∆είλαιαι αἱ πόλεις." Τὰ ὀχυρώματα τῶν κακῶν, αἱ κατασκευαὶ τῶν δαιμόνων. "Οὕτως λυπηθήσεται. Ἡ εἰδωλολατρεία καὶ τῶν Ἰουδαίων ἡ Συναγωγή. "Καὶ περιελῶ αὐτῆς." Τῆς τὴν Ἐκκλησίαν διωξάσης Συναγωγῆς, καὶ τῆς ποικίλης τῶν κακῶν ἐφόδου. "Πῦρ γὰρ ἐπελεύσεται." Ἀντὶ τοῦ, ἕως ὅτε ἐπέστρεψεν· διὸ καὶ τὸν πλείονα χρόνον εἷπεν. 93.773 "Περίβλεψον." Πρὸς τὸν τῆς δικαιοσύνης ἥλιον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ΚΕΦ. Εʹ. "Ἔκδυσαι, Ἱερουσαλήμ." Τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς ἐπιθυμίαις αὐτοῦ. "Καὶ ἔνδυσαι." Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθησαν, Χριστὸν ἐνεδύσαντο. "Περιβαλοῦ." Ταῦτα τῆς παλαιᾶς καὶ καινῆς διαθήκης διδάγματα. Ἄλλως· τὴν πρακτικὴν, καὶ θεωρητικὴν ἀρετήν. "Ἐπίθου τὴν μίτραν." Τὸν σταυρὸν τοῦ Χριστοῦ, τὸν ἐν τῷ μετώπῳ τῶν πιστῶν τυπούμενον. Ἢ καὶ αὐτὸν τὸν Κύριον· κεφαλὴ γὰρ τῆς Ἐκκλησίας ὁ Χριστός. "Κληθήσεται γάρ σου ὄνομα." Τῆς νέας Ἱερουσαλὴμ τὰ γνωρίσματα. ∆ικαιοσύνης δὲ προσέθηκεν. Ἐπειδὴ γὰρ ἔστιν ἁμαρτωλῶν εἰρήνη κατὰ τὸν ∆αβὶδ, διὸ καὶ ὁ Σωτήρ· Εἰρήνην, λέγει, τὴν ἐμὴν δίδωμι ὑμῖν. -̔Ως μηκέτι δυναμένης τῆς ἐφόδου τῶν ἐχθρῶν τὴν εἰρήνην τὴν τῆς δικαιοσύνης διασπᾶσαι, μηδὲ καταλῦσαι τῆς θεοσεβείας τὴν δόξαν. Ἄλλως· Ἐπειδὴ ἡ εἰρήνη ἡμῶν ὁ Χριστὸς, καὶ αὐτός ἐστιν ἡ δικαιοσύνη ἡμῶν καὶ ἡ δόξα, καὶ αὐτός ἐστιν ὁ τῆς κατὰ θεοσέβειαν πολιτείας ἡμῶν ὑπογραμμὸς, ἐξ αὐτοῦ καὶ ἡμεῖς καλούμεθα. "Ἀνάστηθι, Ἱερουσαλήμ." Ἐπὶ ὑψηλῆς πολιτείας, ἑπὶ τοῦ εὐαγγελικοῦ κηρύγματος. "Ἐξῆλθον γάρ." Τὸ σχῆμα πενθῆρες, ὡς δηλοῖ ∆αβὶδ, φεύγων τὸν Ἀβεσαλώμ. Πένθους δὲ ἄξια ἔπραττον οἱ δαιμονίοις δουλεύοντες, καὶ ταῖς ποικίλαις αὐτῶν ἀγόμενοι ἐπιθυμίαις. "Ὡς υἱοὺς βασιλείας." Αἰρομένους μὲν ὑπὸ ἁγίων ἀγγέλων, παραπεμπομένους δὲ διὰ τῆς εἰς Χριστὸν πίστεως εἰς τὴν τῶν οὐρανῶν βασιλείαν. "Συνέταξε ... ταπεινοῦσθαι πᾶν ὄρος ὑψηλόν." Πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. "Καὶ θῖνας ἀεννάους." Τοὺς ἐξ ἀρχῆς ἀπ' αἰῶνος πολεμοῦντας ἡμᾶς δαίμονας. "Καὶ φάραγγας πληροῦσθαι." Τὰς κατατομὰς τῶν ψευδοχρίστων εἰς ὁμόνοιαν φέρεσθαι. Ἄλλως· τὰς πάλαι κοίλας καὶ γεώδεις ψυχὰς, δι' ἔργων ἀγαθῶν πληροῦσθαι, τῶν σκανδάλων περιαιρεθέντων.