1

 2

 3

 4

3

προφητείας. "Ἀλλ' ὁ εἰδὼς τὰ πάντα." Μόνος γὰρ ὁ Πατὴρ γινώσκει τὸν Υἱόν. "Ἐξεῦρεν αὐτήν." Ἐφανέρωσεν δὲ αὐτὸν καὶ ἡμῖν διὰ τοῦ σοφοῦ τῆς ἐνανθρωπήσεως μυστηρίου. "Ὁ κατασκευάσας." Πρὸς μὲν τὸ ῥητὸν, ὅτι διὰ 93.769 τοῦ ἐνανθρωπήσαντος λόγου τὰ πάντα κατεσκευάσθη. Πρὸς δὲ διάνοιαν, γῆν τὴν γνῶσιν τῆς εὐσεβείας. "Ἐνέπλησεν." Ἀγαθοὺς δὲ καὶ πονηροὺς ἐκάλεσεν εἰς τοὺς γάμους ὁ Κύριος. Κτήνη δὲ λέγει, τοὺς πρὸ τούτου κτήνεσιν ἀνοήτοις συμβληθέντας. "Οἱ δὲ ἀστέρες." Τοὺς ἀποστόλους πρὸς οὓς εἶπεν, Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. "Ἐκάλεσεν αὐτούς." Ἐν τοῖς δεδομένοις αὐτοῖς χαρίσμασι διαλάμψαντες ἐχάρησαν. Οὗτος ὁ Θεός." Οἱ τὴν ἀποστολικὴν κλῆσιν προθύμως ὑπακούσαντες, καὶ ἐπιθυμίαν ἔχοντες ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι, καὶ μηδὲν προτιμῶντες τοῦ ποιῆσαι τὸ προσταττόμενον. -̔Ο δι' ἡμᾶς γεγονὼς ἄνθρωπος, τοῦ Πατρὸς γεγονὼς Λόγος, καὶ ἐπὶ γῆς ὀφθεὶς, καὶ τοῖς ἀνθρώποις συναναστραφείς. "Καὶ ἔδωκεν αὐτήν." Ὅτι πᾶσα πνευματικὴ ἐπιστήμη ἄγουσα πρὸς οὐρανὸν αὐτοῦ [ἴσ. ὑπ' αὐτοῦ] κατεργάζεται. "Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη." Καὶ γὰρ κατὰ τάξιν τὸ ἒν καὶ τὸ αὐτὸ μυστήριον ἔλαμψε, νομικῶς, προφητικῶς, εὐαγγελικῶς. ΚΕΦ. ∆ʹ. "Αὕτη ἡ βίβλος." Ἡ διὰ τῶν Εὐαγγελίων τοῦ μυστηρίου ποικίλη γνῶσις, ἡ καὶ διαιωνίζουσα. "∆ιόδευσον." Αὐτὸς γὰρ καλεῖ λέγων· ∆εῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. "Μακάριοί ἐσμεν." Παρορμᾷ τοὺς ἐξ Ἰσραὴλ προαρπάσαι τὴν χάριν. Ἐπειδὴ καὶ αὐτοῖς ἦν ἀναγκαῖον πρῶτον ἀναγγεῖλαι τὸν λόγον τοῦ Θεοῦ. -̔Ο πνευματικὸς Ἰσραὴλ ταῦτα φησίν· πρὸς οὕς φησιν ὁ Σωτήρ· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν. "Θαρσεῖτε, λαός μου." Ὦ παρ' ἐμοῦ μνημονευόμενε Ἰσραήλ. "Ἐπράθητε." Εἰ γὰρ διὰ τὴν ἁμαρτίαν ἔσχε τὸ καθ' ἡμῶν χειρόγραφον ὁ διάβολος, ἀλλ' ὁ Χριστὸς ἡμᾶς τῷ ἰδίῳ αἵματι ἐξηγοράσατο. "Ἐπελάθεσθε δέ." Ὅτι λόγῳ θείῳ τραφέντες ὡς λογικοὶ, εἰς ἀλογίαν καταπεπτώκαμεν. "Ἀκούσατε, αἱ πάροικοι Σιών." Τὰς παροίκους καλεῖ πρὸς τὴν θέαν τοῦ πένθους, τῷ παραδείγματι σωφρονεστέρας αὐτὰς ἀπεργασομένη. -̔Ως πρὸς τὰς ὑπηκόους πόλεις ὁ λόγος. "Μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρᾳ." Καλεῖ δὲ αὐτὴν χήραν, ὡς ἔρημον τῆς θείας κηδεμονίας, τὴν μόνην ἠρεμοῦσαν [ἐρημωθεῖσαν], τὴν νῦν μόνην δηλονότι· ἢ, εἰ μὴ τοῦτο, ὡς μόνην ἐσχηκυῖαν τὸν θεῖον νεών· ἢ ὡς μόνην ὑπὸ Ἀσσυρίων περιλειφθεῖσαν ἀνάλωτον [ἴσ. ἄτεκ.] Εἰ γὰρ καὶ Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, ἀλλὰ τῷ θανάτῳ οὐ παρέδωκέ με. Χήρα δὲ κυρίως ἐκλήθη ἡ Συναγωγὴ τότε, ὅτε εἰς τὸν ἑαυτῆς νυμφίον Χριστὸν ἐξυβρίσασα ἐγκατελείφθη. 93.772 "Ἐλθέτωσαν αἱ πάροικοι Σιών." Αἱ τῆς παροικίας τοῦ αἰῶνος τούτου μάταιαι δόξαι. "Ἐπήγαγε γὰρ ἐπ' αὐτοὺς ἔθνος." Ὁ Θεὸς ἐμάκρυνε τὰς ἀνομίας ἡμῶν ἀφ' ἡμῶν, ἡμεῖς δὲ αὐτὰς ἑαυτοῖς ἐπεσπασάμεθα, καὶ δι' αὐτῶν τιμωρούμεθα. Λέγεται δὲ αὐτὸς ἐπάγειν, διὰ τὸ ἄνευ συγχωρήσεως Θεοῦ μηδὲν γίνεσθαι. "Ἔθνος ἀναιδές." Πρῶτον τὸ Βαβυλώνιον, ὕστερον καὶ τὸ Ῥωμαίων. ∆ύναται δὲ τοῦτο νοεῖσθαι καὶ περὶ τῶν τὴν ψευδώνυμον γνῶσιν διὰ σοφιστικῆς ἀπάτης διδασκόντων. "Ἐγὼ δὲ τί δυνατὴ βοηθῆσαι ὑμῖν," Ὅτι ἄνευ οἰκτιρμῶν Θεοῦ ψυχὴν σωθῆναι ἀδύνατον. "Ἐξελεῖται ὑμᾶς." Προτρέπεται αὐτοὺς εἰς τὴν διὰ τῆς μάστιγος παιδείαν. "Ἐγὼ δὲ κατελείφθην." Ἀπουσίᾳ Θεοῦ. Καὶ εἰ μὲν οἱ ἅγιοι ταῦτα λέγουσιν, οἰκειούμενοι τὰ τῶν ἁμαρτωλῶν λέγουσιν· Εἰ δὲ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, ὅτε διὰ τὴν εἰς Χριστὸν ὕβριν ἤκουσεν· Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ἡμῶν ἔρημος. Εἰ δὲ ἡ πόλις, διὰ τὴν τῶν οἰκητόρων ἐρημίαν. "Ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης." Τὴν λαμπρότητα, ἢν εἶχεν εἰρηνεύουσα πρὸς τὸν Θεόν. "Σάκκον τῆς δεήσεώς μου." Πενθοῦσα ἐπὶ τοῖς ἡμῶν ἁμαρτήμασιν, καὶ δεομένη Θεοῦ. "Καὶ ἦλθέ μοι." Τὴν διὰ τοῦ Σωτῆρος Χριστοῦ προβλέπει ἀπολύτρωσιν, καὶ ταύτην προλέγει. "Ἣ ἐπελεύσεται." Ἡ γὰρ διὰ Χριστοῦ ἀπολύτρωσις λαμπρότερον, ἢ κατὰ τὴν ἐξ ἀρχῆς πλάσιν τὸ γένος ἡμῶν ἀπέδειξεν.