1

 2

 3

 4

2

ἐμὲ, φησὶν, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Ὁ γὰρ Κύριός φησιν· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, καὶ ὁ Ἀπόστολός φησιν· Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν. "Τίς εὗρε τὸν τόπον αὐτῆς;" Ὅτι ἀνεξερεύνητα τὰ κρίματα τοῦ Θεοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. "Καὶ τίς εἰσῆλθεν εἰς θησαυροὺς αὐτῆς;" Τίς κατέλαβε τὰ κρίματα τοῦ Θεοῦ; "Ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν;" Οἱ σοφοὶ τοῦ αἰῶνος τούτου, οἳ καὶ ἐκυρίευσαν τῶν θηριοτρόπων ἀνθρώπων. "Ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες." Οἰωνοσκοποῦντες. Καὶ ἐπειδὴ ἡ σοφία αὐτῶν ἐπίγειός ἐστιν, ψυχικὴ, δαιμονιώδης. "Καὶ τὸ ἀργύριον." Πᾶσα γὰρ ἡ σοφία αὐτῶν ἐν πλεονεξίᾳ. "Ὅτι οἱ τὸ ἀργύριον τεκταίνοντες." Οἳ τὸ ἀργύριον διὰ ποικίλων προσώπων καρπούμενοι. "Καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν." ∆ιότι σκότους μετέχουσιν. "Καὶ ἄλλοι ἀνέστησαν." Οἷς ὁ νόμος ἐπιστεύθη, καὶ οὐδὲ αὐτοὶ ἐφύλαξαν, οὖτοί εἰσιν οἱ ἀναστάντες ἀντὶ τῶν ἐπὶ εἰδωλολατρείᾳ σοφῶν. "Νεώτεροι εἶδον φῶς." Οἱ ταῖς σαρκικαῖς πράξεσι μὴ καθελκόμενοι, εἶδον φῶς, τουτέστι τὴν γνῶσιν τοῦ Θεοῦ. "Καὶ κατῴκησαν ἐπὶ τῆς γῆς." Ἐπὶ τοῖς μαθήμασι τῆς νομοθεσίας. "Ὁδὸν ἐπιστήμης οὐκ ἔγνωσαν." Καθὼς ὁ Κύριός φησιν, Εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί. "Οὐδὲ συνῆκαν." Τὴν ποικίλην διδασκαλίαν. "Οὐδὲ ἀντελάβοντο αὐτῆς." Καθὼς ὁ εὐαγγελιστὴς Ἰωάννης φησίν· Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Οἱ υἱοὶ δὲ, τῶν νομοθετῶν δηλονότι. "Ἀπὸ τῆς ὁδοῦ αὐτῶν πόῤῥω ἐγενήθησαν." ∆ιώκοντες γὰρ νόμον δικαιοσύνης, εἰς νόμον οὐκ ἔφθασαν. "Οὐδὲ ἠκούσθη." Ἴσοι τούτοις ἐθνικοῖς ἐκρίθησαν τοῖς μὴ ἀκούσασι τοῦ νόμου, οἱ μόνῳ τῷ γράμματι τοῦ νόμου ἀκολουθήσαντες. Βλέποντες γὰρ οὐ βλέπουσι, καὶ ἀκούοντες οὐκ ἀκούουσιν. "Οὔτε υἱοὶ Ἄγαρ." Οἱ τῆς παλαιᾶς διαθήκης ἐγγόνοι, περὶ ὧν συμφώνως φησὶν ὁ Ἀπόστολος· 93.768 Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. "Οἱ ἔμποροι τῆς Μεῤῥάν." Ἐμπόρους αὐτούς φησι διὰ τὸ ἀπειρεῖν γεωργίας. Ταχθέντες γὰρ ἀμπελουργοὶ, ἀντὶ σταφυλῆς ἀκάνθας ἐτρύγησαν. Μεῤῥὰν δὲ καὶ Θαιμὰν βάρβαρα φῦλα, εἰς ἃ ἐμπορεύονται, ἅπερ εἰσὶν οἱ θηριώδεις τρόποι, οἱ τῇ ματαιότητι τοῦ βίου τούτου συγκαθελκόμενοι. "Καὶ οἱ μυθολόγοι." Οἳ ἀντὶ ἐντολῆς καὶ κριμάτων Θεοῦ, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν ἐμυθολόγησαν. Ἔτι δὲ καὶ τὴν κρίσιν, καὶ τὸ ἔλεος. καὶ τὴν πίστιν ἀπωθούμενοι, πήγανα καὶ ἡδύοσμα ἀπεδεκάτωσαν. "Καὶ οἱ ἐκζητηταί." Οἱ ἐκζητοῦντες μὲν, μὴ εἰδότες δὲ συνετῶς τὴν ζήτησιν ποιεῖσθαι. "Ὁδὸν δὲ σοφίας οὐκ ἔγνωσαν." Τὸν Κύριον δηλονότι. "Οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτῆς." Τοὺς τρόπους τῆς διδασκαλίας. "Ὦ Ἰσραὴλ, ὡς μέγας ὁ οἶκος τοῦ Θεοῦ." ἩἘκκλησία, καὶ ὁ τοῦ μυστηρίου λόγος. Ἐπειδὴ νῦν ἐκ μέρους γινώσκομεν, καὶ οὔπω τῆς γνώσεως τὸ τέλειον. Τόπον δὲ καλεῖ τὴν εὐσέβειαν· ἐπιμήκη δὲ διὰ τὴν ἀεὶ ἐπὶ τὸ κρεῖττον αὔξησιν. "Ὁ τόπος τῆς κτήσεως." Ὅτι ἐπουρανίου βασιλέως μυστήρια περιέχει. "Ἐκεῖ ἐγενήθησαν οἱ γίγαντες." Περὶ τῶν δαιμόνων φησὶν, ὅτι ἀπ' ἀρχῆς μετὰ τῶν ἀγγέλων ταγέντες, ἐξ ἀβουλίας τῶν οὐρανίων ἀψίδων ἐκβέβληνται. Ὀνομαστοὶ δὲ, ἐπειδὴ προκατηγγέλθη περὶ αὐτῶν· εὐμεγέθεις δὲ, ὡς ὑπέρογκοι. "Ἐπιστάμενοι πόλεμον." Τῆς γὰρ εἰρήνης τοῦ Χριστοῦ ἀνάξιοι ὄντες, πόλεμον ἤσκησαν οἵτε δαίμονες, καὶ οἱ αἱρετικοί. "Τίς ἀνέβη εἰς τὸν οὐρανόν;" Καθὼς γέγραπται· Οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν Θεὸν, ἀλλ' ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀγαπήσας ἔκλινεν οὐρανοὺς καὶ κατέβη. "Τίς διέβη." Ὁ Κύριος εἰπὼν, Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Μόνος γὰρ αὐτὸς διέβη τὴν ἁμαρτίαν. Τὸ δὲ, Εὗρεν αὐτὴν, ἀντὶ τοῦ, Ὑπέδειξεν ἡμῖν εὑρεῖν αὐτήν. "Καὶ οἴσει αὐτήν." Ὅτι ἀτίμητος ἡ σοφία. Πρὸς δὲ διάνοιαν, χρυσίον ἐκλεκτὸν ἡ πίστις, δι' ἧς γινώσκομεν τὸν Υἱόν. "Οὐκ ἔστιν ὁ γινώσκων τὴν ὀδὸν αὐτῆς." Εἴ τις γὰρ δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι. "Τὴν τρίβον αὐτῆς." Τὰς διδασκαλίας, τὰς