In sanctam parasceven (homilia 7)

 μόνον ὁ δοῦλος τοῦ ἀρχιερέως ῥαπίζων, ἀλλὰ καὶ Στέφανος τὸ μαρτύριον εὐτρεπίζων. Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Ταῦτα δὲ ὁ υἱὸς ἔλεγε πρὸς τὸ

 Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, ὁ θεράπων μου προσεύξηται ὑπὲρ ὑμῶν καὶ ζήσεσθε. Ὢ τῆς τοῦ κυρίου ἀγαθότητος. Αὐτὸς φιλανθρωπεύεται καὶ τῷ Ἰὼβ τὴν χ

 πενθοῦσα, οὐ συγγενὴς στενάζων. Μόνον δὲ τῆς βασιλείας ἐπελάβετο καὶ διπλῆς ὑπάρξεως δεσπότης γέγονεν, εὐθέως οἱ ἀδελφοὶ παρατασσόμενοι, αἱ ἀδελφαὶ σο

πενθοῦσα, οὐ συγγενὴς στενάζων. Μόνον δὲ τῆς βασιλείας ἐπελάβετο καὶ διπλῆς ὑπάρξεως δεσπότης γέγονεν, εὐθέως οἱ ἀδελφοὶ παρατασσόμενοι, αἱ ἀδελφαὶ σοβαρευόμεναι, οἱ φίλοι ἐπερειδόμενοι. Τί δὲ λέγω περὶ τῶν ἀδελφῶν καὶ τῶν συγγενῶν καὶ οὐ μεταφέρω θᾶττον τὸν λόγον διὰ τὸ τῆς ὥρας ὀψὲ ἐπὶ τὴν γαμετὴν τοῦ Ἰώβ; Καὶ γὰρ καὶ αὐτὴ κάμνοντος τοῦ Ἰὼβ καὶ ἐν ἀγωνίᾳ διάγοντος σκληροτέρα πάντων γεγένηται, τουτέστιν ὀνειδίζουσα, λοιδοροῦσα, βλασφημεῖν παρακελευομένη, λέγουσα πρὸς τὸν ἄνδρα· Μέχρι τίνος καρτερήσεις λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; Ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς· υἱοὶ καὶ θυγατέρες, τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, ἐτελεύτησαν, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων· σύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθῃ διανυκτερεύων αἴθριος, ἐγὼ δὲ πλανῆτις καὶ λάτρις τόπον ἐκ τόπου καὶ οἰκίαν ἐξ οἰκίας περιερχομένη. Πότε δύσεται ὁ ἥλιος, ἵνα ἀναπαύσωμαι τῶν μόχθων καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσιν; Ἀλλ' εἶπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα. Εἶδες ἀνελπιστίας ῥήματα; Μέχρι τίνος καρτερήσεις λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρόν; Τουτέστιν· Ἕως πότε φρεναπατᾷς σεαυτὸν προσδοκίαν ἀγαθῶν καραδοκῶν; Ποία σοι ἐλπὶς ὑπολέλειπται; Τί δέ σοι ὤνησε τὸ συχνῶς τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπαίρειν καὶ τὰς εὐχὰς πλατύνειν; Ἄνωθεν ἐπολεμήθης καὶ ἐκ τοῦ οὐρανοῦ πῦρ κατηνέχθη. Ταῦτα τῆς γυναικὸς λεγούσης ἔτι τοῦ Ἰὼβ ἐν τῷ πειρασμῷ διάγοντος, τότε μὲν ὁ Ἰὼβ οὐδὲν ἀπεκρίνατο· μόνον δὲ τῆς βασιλείας ἐπελάβετο καὶ τῆς ὑπάρξεως τετύχηκεν καὶ εἶδεν ἀδελφοὺς καὶ φίλους καὶ συγγενεῖς καὶ πάντας εὐωχουμένους, ὁμοίως καὶ τὴν γαμετὴν τῷ βασιλικῷ πέπλῳ φαιδρυνομένην καὶ τῶν αὐτῶν τέκνων μητέρα γινομένην, στραφεὶς πρὸς τὴν γυναῖκα ὁ Ἰὼβ ἔλεγεν· Τί λέγεις, γύναι; Οὐ σὺ εἶ ἡ πάντων μοι χαλεπώτερον ἐπιπλήττουσα; Οὐκ ἔλεγές μοι· Μέχρι τίνος καρτερήσεις λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; Ἦλθεν ἡ ἐλπὶς τῆς σωτηρίας μου. Ἦ ὁ γεωργὸς τὸν στάχυν οὐκ ἐκδέχεται; Κἀγὼ τὸν θεὸν οὐ περιμένω τὸν ἀνιστῶντα ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας ἐγείροντα πτωχόν; Μὴ οὐκ ἦλθε τὸ θέρος τῶν ἀγαθῶν; Μὴ οὐκ ἔφθασε τὸ ἔαρ τῆς ἀπολαύσεως; Οὐχὶ μᾶλλον νῦν πλουτεῖς ἢ πρότερον; Περίβλεψαί σου τὰ τέκνα· μὴ ἀμορφότερα ταῦτα τῶν πρώτων; Μὴ οὐ γέγονας ἄμπελος δίφορος; Ἐκείνους ἐτρυγήθης, ἀλλὰ τούτους κρατεῖς· κἀκεῖνοι ζῶσι καὶ οὗτοι σκιρτῶσιν. Οὕτω γὰρ διπλᾶ ἀπέλαβα τὰ πάντα· εἰ ἤκουσά σου, γύναι, καὶ βλασφημήσας τὸν βίον ἐξῆλθον, πόθεν ἡ ἀνάστασις τῶν ἀγαθῶν; Εἶδες ἡ κοπρία τῆς ὑπομονῆς πόσον καρπὸν ἐβλάστησεν; ∆ιό, γύναι, ἀπὸ τοῦ λοιποῦ μὴ ἄρξῃ λέγειν· Ἐγὼ πλανῆτις καὶ λάτρις. Ἔπεσε γὰρ ὁ πλάνος καὶ κατήργηται ὁ εἰδωλολάτρης. Ὄντως ἔπεσεν ὁ πλάνος διάβολος, ὁ ἀεὶ καθ' ἑαυτοῦ τοὺς βοθύνους ἐγείρων. Σήμερον γὰρ καὶ σταυρὸς πλέκεται καὶ Ἰὼβ στεφανοῦται, σήμερον καὶ ὁ Ἀδὰμ ἀνακαινοῦται καὶ λῃστὴς ἐπαινεῖται, σήμερον καὶ τάφος σφραγίζεται καὶ οὐρανὸς ἀνοίγεται, σήμερον ὁ δεσπότης ῥαπίζεται καὶ ἡ ἀνθρωπότης τὴν ἐλευθερίαν δέχεται. Καὶ μαρτυρεῖ μοι τῷ λόγῳ Παῦλος βοῶν· Τῇ ἐλευθερίᾳ Χριστὸς ἡμᾶς ἐξηγόρασεν, στήκετε ἑδραῖοι. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.