In sanctam parasceven (homilia 7)

 μόνον ὁ δοῦλος τοῦ ἀρχιερέως ῥαπίζων, ἀλλὰ καὶ Στέφανος τὸ μαρτύριον εὐτρεπίζων. Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Ταῦτα δὲ ὁ υἱὸς ἔλεγε πρὸς τὸ

 Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, ὁ θεράπων μου προσεύξηται ὑπὲρ ὑμῶν καὶ ζήσεσθε. Ὢ τῆς τοῦ κυρίου ἀγαθότητος. Αὐτὸς φιλανθρωπεύεται καὶ τῷ Ἰὼβ τὴν χ

 πενθοῦσα, οὐ συγγενὴς στενάζων. Μόνον δὲ τῆς βασιλείας ἐπελάβετο καὶ διπλῆς ὑπάρξεως δεσπότης γέγονεν, εὐθέως οἱ ἀδελφοὶ παρατασσόμενοι, αἱ ἀδελφαὶ σο

Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, ὁ θεράπων μου προσεύξηται ὑπὲρ ὑμῶν καὶ ζήσεσθε. Ὢ τῆς τοῦ κυρίου ἀγαθότητος. Αὐτὸς φιλανθρωπεύεται καὶ τῷ Ἰὼβ τὴν χάριν παρέχει. Σφόδρα καλῶς. Ὥσπερ γὰρ ἐν τοῖς παροῦσι κοσμικοῖς βασιλεὺς βουλόμενος τὸν ἔγγιστα αὐτοῦ καὶ πλουτίσαι καὶ δο ξάσαι, δι' αὐτοῦ δέλτους δωρεῖται καὶ σωτηρίαν καταδίκοις χα ρίζεται, ὅπως κἀκείνους εὐεργετήσῃ καὶ τὸν ἔγγιστα πλουτίσῃ, οὕτω καὶ ὁ τῶν πάντων βασιλεὺς θεὸς βουλόμενος τὸν Ἰὼβ ὡς ἴδιον ἄνδρα δοξάσαι, δι' αὐτοῦ τὴν ἁμαρτίαν τοῖς φίλοις συγχωρεῖ, ὅπως καὶ αὐτὸς δοξασθῇ κἀκεῖνοι τῆς ἁμαρτίας ῥυσθῶσιν. Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ. Εἰ μὴ παρ' αὐτοῦ παρακληθῶ, συγγνώμην οὐ δίδωμι. Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ· ὃν ὑβρίσατε παρακαλέσατε, ὃν ἠθετήσατε δοξάσατε, τὸν εἱλκωμένον ἱερέα δέξασθε, τὸν ἐπὶ τῆς κοπρίας ἐπὶ τῷ θυσιαστηρίῳ κατανοήσατε. Οὐ γὰρ ὡς ἁμαρτωλὸν αὐτὸν ἐγκατέλιπον, ἀλλ' ὡς δίκαιον ἐδόξασα. Χρυσὸς ἐν καμίνῳ δοκιμάζεται, καὶ δίκαιος ἐν πειρασμοῖς λαμπρύνεται. Μὴ ἐζημίωσεν αὐτὸν ἡ κοπρία; Μὴ οὐ γέγονεν ἐνδοξότερος; Μὴ κακῶς ἐπραγματεύσατο; Οὐκ ἔδωκεν ἁπλᾶ, καὶ διπλᾶ ἔλαβεν; Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, τὸν ἀπὸ καμάτου καὶ συγκοπῆς εἰς ἄνεσιν ἐλθόντα. Μάθετε φίλου πιστοῦ προκοπήν· ἐκεῖνος πιστός, ὑμεῖς δὲ ἄπιστοι. Ἐξ ὧν εἴδατε, μάθετε ὅτι οὐδεὶς πιστεύσας εἰς κύριον ἐγκατελείφθη. Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, ὅτι εἰ μὴ δι' αὐτὸν ἀπώλεσα ἂν ὑμᾶς. Ταῦτα ἀκούσας Ἐλιφὰζ εὐθέως παραλαβὼν τοὺς δύο φίλους, Βάλδαν καὶ τὸν Σοφάρ, ἐπορεύθησαν δρομαίῳ ποδὶ πρὸς τὸν γενναιότατον Ἰώβ, καὶ πορευθέντες προσέπεσαν, ἐδεήθησαν, ἠξίωσαν , παράκλησιν ᾔτησαν λέγοντες πρὸς τὸν Ἰώβ· Ἐσφάλημεν γενναιότατε, οὐκ ᾔδειμεν τὸ συμβάν σοι. Νῦν ἔγνωμεν τοὺς ἀγῶνας σου, νῦν ἔγνωμεν ὅτι ἐρράγη ὁ ἀντίπαλος , ἐξ ὧν σὺ στεφανηφόρος ἀνεδείχθης. Πρέσβευσον ὑπὲρ ἡμῶν· καταλλαγείη ἡμῖν ὁ ἡμέτερος βασιλεύς, σὸς δὲ καὶ θεὸς καὶ ἀγωνοθέτης. Αὐτὸς ἡμᾶς ἀπέστειλε πρὸς σὲ εἰρηκώς, ὡς δίχα τῆς σῆς παρακλήσεως συγγνώμην ἡμᾶς τῶν πλημμελημάτων μὴ δέξασθαι. Ταῦτα ἀκούσας ὁ φιλόφιλος Ἰὼβ οὐκ ἀνεβάλετο, οὐκ ἐδίστασεν, οὐκ ὠνείδισεν, οὐκ ἀπεστράφη· ᾔδει καὶ φίλων πταίσματα συγχωρεῖν. ∆ιὸ παραυτὰ τὴν θυσίαν τῆς προσευχῆς πληρώσας, τὸν μὲν θεὸν ἐδυσώπησεν, τοὺς δὲ φίλους εὐεργέτησεν, ἑαυτὸν δὲ πρὸς εὐχαριστίαν παρέστησεν. Τί οὖν ὁ συγγραφεὺς Μωϋσῆς; Καλὸν γὰρ καὶ τὰ ἀκόλουθα μηνύσαι. Προσευξαμένου δέ φησι τοῦ Ἰὼβ περὶ τῶν φίλων αὐτοῦ ἀφῆκεν αὐτοῖς ὁ κύριος τὴν ἁμαρτίαν αὐτῶν. Προσέθηκε δὲ ὁ θεὸς τῷ Ἰὼβ διπλᾶ πάντα ὧν εἶχεν ἔμπροσθεν. Ἀκούσαντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ πάντα τὰ συμβάντα αὐτῷ παρεγένοντο πρὸς αὐτόν· φαγόντες δὲ καὶ πιόντες παρ' αὐτῷ παρεκάλεσαν αὐτόν. Ὦ ἀδελφῶν καὶ συγγενῶν καταδρομή. Ἐν πένθει οὐδείς, ἐν εὐωχίᾳ πολλοί. Ὅτε ἐπὶ τῆς κοπρίας ἐκαθέζετο, πάντες ἀπέφευγον· ὅτε ἐν τοῖς βασιλείοις ηὐλίζετο, πάντες ἔτρεχον. Τοῦτο δὲ οὐ μόνον τότε, ἀλλὰ καὶ νῦν συμβαίνει. Πολλάκις τις πένεται, καὶ οὐ μόνον ὑπὸ τῶν συγγενῶν οὐ γνωρίζεται, ἀλλὰ καὶ τοὐναντίον ὅρκους δέχεται μηδέποτε τῷ γένει πλησιάζειν. Ἐὰν δὲ προνοίᾳ τοῦ τὸν Ἰὼβ ἐκ δευτέρου πλουτίσαντος πλουτήσῃ καὶ οὗτος καὶ ἀξιώματος ἐπιλάβηται, εὐθέως πάντες οἱ συγγενεῖς κατατρέχουσιν, παρακαλοῦσιν, θάλπουσιν, πολλάκις λέγουσιν· Ἃ ηὐξάμεθα, εἴδαμεν, ὡς εἶναι τοὺς τοιούτους τῆς ὑπάρξεως καὶ οὐ τῆς φύσεως συγγενεῖς. Τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ γενναιοτάτου Ἰώβ· ὅτε ἐπὶ τῆς κοπρίας ἐκαθέζετο καὶ τοὺς ἰχῶρας ἀπέξεε καὶ κάμνων ἀνελέγετο καὶ στένων ἔλεγεν· ∆ιὰ τί ἐν κοιλίᾳ μητρός μου οὐκ ἐτελεύτησα; ∆ιὰ τί δὲ ἐξελθὼν εὐθέως οὐκ ἀπωλόμην; ∆ιὰ τί δὲ συνήντησάν μοι γόνατα; ∆ιὰ τί δὲ μαζοὺς ἐθήλασα μητρός μου; τότε οὐκ ἀδελφὸς δακρύων, οὐκ ἀδελφὴ