In sanctam parasceven (homilia 7)

 μόνον ὁ δοῦλος τοῦ ἀρχιερέως ῥαπίζων, ἀλλὰ καὶ Στέφανος τὸ μαρτύριον εὐτρεπίζων. Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Ταῦτα δὲ ὁ υἱὸς ἔλεγε πρὸς τὸ

 Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, ὁ θεράπων μου προσεύξηται ὑπὲρ ὑμῶν καὶ ζήσεσθε. Ὢ τῆς τοῦ κυρίου ἀγαθότητος. Αὐτὸς φιλανθρωπεύεται καὶ τῷ Ἰὼβ τὴν χ

 πενθοῦσα, οὐ συγγενὴς στενάζων. Μόνον δὲ τῆς βασιλείας ἐπελάβετο καὶ διπλῆς ὑπάρξεως δεσπότης γέγονεν, εὐθέως οἱ ἀδελφοὶ παρατασσόμενοι, αἱ ἀδελφαὶ σο

μόνον ὁ δοῦλος τοῦ ἀρχιερέως ῥαπίζων, ἀλλὰ καὶ Στέφανος τὸ μαρτύριον εὐτρεπίζων. Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Ταῦτα δὲ ὁ υἱὸς ἔλεγε πρὸς τὸν πατέρα οὐχ ὡς τοῦ πατρὸς ἀγνοοῦντος τί βούλεται ὁ υἱὸς ἢ τοῦ υἱοῦ ἀμφιβάλλοντος τί θέλει ὁ πατήρ- μία γὰρ βούλησις πατρὸς καὶ υἱοῦ· ἐκεῖνο γὰρ οἶδεν ὁ λόγος ὃ θέλει ὁ νοῦς, <καὶ ἐκεῖνο οἶδεν ὁ νοῦς> ὃ θέλει ὁ λόγος-, οὐχ ὡς ἀγνοῶν τοίνυν τὴν τοῦ πατρὸς βούλησιν ἔλεγε ταῦτα, ἀλλ' ὡς βουλόμενος καὶ ἐν αὐτῷ τῷ σταυρῷ ὁ μονογενὴς υἱὸς τὴν ἐμφάνειαν τοῦ πατρὸς ποιήσασθαι, ἵνα μὴ ὡς ξένος καὶ νόθος διαβληθῇ, ἀλλ' ὡς γνήσιος καὶ τῆς αὐτῆς οὐσίας ὤν. ∆ιὰ ταῦτα προσεύχεται ὁ μονογενὴς υἱός, ὅπως τοῦ πατρὸς τὴν ἐμφάνειαν ποιήσηται, ὅπως ὃ ἔλαβε παρὰ τοῦ πατρὸς ἀντιδῷ καὶ αὐτὸς τῷ πατρί. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Τί ἐστιν ὃ ἔλαβε παρὰ τοῦ πατρός, ἵνα ἀντιδῷ καὶ αὐτὸς τῷ πατρί; Ἄκουε ἅπερ οὐκ ἀγνοεῖς· διὸ ὑπομιμνήσκω, οὐ διδάσκω. Ἤκουες ἐν τῷ βαπτίσματι τῷ Ἰορδανιαίῳ ἄνωθεν τοῦ πατρὸς βοῶντος· Οὖτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε. Ὁ πατὴρ τὸν υἱὸν σημαίνει καὶ γνωρίζει τοῖς ἀνθρώποις. Βουλόμενος τοίνυν ὁ υἱὸς ἀνταποδοῦναι ταύτην τὴν μαρτυρίαν τῷ πατρὶ ἐν αὐτῷ τῷ σταυρῷ ἐβόα· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Καὶ ὅτι δι' ἐμφάνειαν ταῦτα ὁ μονογενὴς υἱὸς ἐφώνησεν, ἄκουε αὐτοῦ τοῦ υἱοῦ πρὸς τὸν πατέρα λέγοντος· Πάτερ , ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. Τούτου γὰρ χάριν καὶ ἡ οἰκονομία, ἵνα ὁ πατὴρ γνωρίσῃ τὸν υἱόν, ἵνα ὁ υἱὸς γνωρίσῃ τὸν πατέρα, ὡσαύτως μεταξὺ πατρὸς καὶ υἱοῦ γνωρισθῇ καὶ τὸ ἅγιον πνεῦμα. Ὁμοίως πάλιν ἄκουε τὸν υἱὸν προσευχόμενον καὶ λέγοντα πρὸς τὸν πατέρα· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Ἀλλὰ σύ, ἀκρόατα, μὴ ἀρνήσῃ τὴν γνώμην, μὴ σμικρύνῃς τὸν ἀκατάληπτον. Ἐὰν γὰρ τὸν υἱὸν σμικρύνῃς, καὶ τὸν πατέρα σμικρύνεις· ἐκεῖ γάρ ἐστιν ὁ πατήρ, ὅπου ἐστὶν ὁ υἱός. ∆ιὰ τοῦτο καὶ υἱὸς προσηγόρευται ἀπὸ τοῦ οἷος, τουτέστιν οἷος ὁ πατήρ, τοιοῦτος καὶ ὁ υἱός. ∆ιὸ ἀκούων τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν προσευχόμενον , κατὰ τὸν τῆς ἐνανθρωπήσεως λόγον ἐκλάμβανε. Προσεύχεται γὰρ οἰκονομικῶς, θαυματουργεῖ δὲ θεοπρεπῶς· οὐκ ἄλλος ὁ πάσχων καὶ ἄλλος ὁ θαυματουργῶν. Εἷς καὶ ὁ αὐτὸς ὁ καθεύδων καὶ ὁ νεκροὺς ἐγείρων, εἷς καὶ ὁ αὐτὸς ὁ πεινῶν καὶ ὁ χορτάζων, εἷς καὶ ὁ αὐτὸς ὁ μονογενὴς υἱὸς ὁ καὶ ἐν τῷ παρθενικῷ σηκῷ ἀστενοχωρήτως οἰκήσας, καὶ ἐν τῷ σταυριαίῳ ξύλῳ ἀρρήτως παγείς, καὶ ἐν τῷ λελαξευμένῳ μνημείῳ τὸ τριήμερον καθευδήσας, καὶ ἐν τῇ νεφέλῃ τῆς ἀναλήψεως τὴν ἀπαρχὴν τῆς ἀνθρωπότητος ἀνασφαιρίσας, καὶ ἐν τῷ πατρῴῳ κόλπῳ ἀφράστως καὶ ἀχρόνως αὐλι ζόμενος, καὶ ἄνω καὶ κάτω μηδαμοῦ λειπόμενος. Μεγάλα τοίνυν τὰ τῆς προσευχῆς χαρίσματα, ἀνεξάλειπτα τὰ ταύτης δωρήματα. Προσευχὴ θλίψεως ἀπουσία, εὐφροσύνης ἐπιστασία, φίλων παραμυθία, τοῦ ἐπὶ πάντων θεοῦ δωροδοσία. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Τί ἐστι προσευχὴ τοῦ ἐπὶ πάντων θεοῦ δωροδοσία; Τί ἐστιν; Ἤκουες ἀρτίως τοῦ συγγραφέως Μωσέως λέγοντος· Εἶπεν ὁ κύριος Ἐλιφὰζ τῷ Θεομανείτῃ· Ἥμαρτες σὺ καὶ οἱ δύο σου φίλοι· οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου οὐδὲν ἀληθές, ὥσπερ ὁ θεράπων μου Ἰώβ. Καὶ νῦν λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς καὶ πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, καὶ ποιήσει καρπώσεις ὑπὲρ ὑμῶν, καὶ ζήσεσθε, ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ ἔλαβα, ἀπώλεσα ἂν ὑμᾶς. Εἶδες προσευχὴν φίλων εὐεργεσίαν, καὶ πῶς ὁ θεὸς ἀνθρώποις διὰ προσευχῆς λύσιν πλημμελημάτων χαρίζεται; Εἶπεν ὁ κύριος τῷ Ἐλιφάζ· Ἥμαρτες σὺ καὶ οἱ δύο σου φίλοι. Πορεύθητε οὖν πρὸς τὸν παῖδά μου Ἰώβ, καὶ προσεύξηται ὑπὲρ ὑμῶν ὁ θεράπων μου Ἰώβ. Καλῶς ὁ κύριος ἐν ταὐτῷ τὸν Ἰὼβ καὶ παῖδα καὶ θεράποντα προσαγορεύει· παῖδα τὸ τῆς δουλείας ὄνομα, θεράποντα τὸ τῆς εὐσεβείας κατόρθωμα.