In pentecosten (homilia 13) (olim sub nomine Joannis Chrysostomi)

 γλωσσῶν ὁ κτύπος ἐνήργησεν; Ἐπειδὴ καὶ περὶ τὴν νομο θεσίαν φωνὴ τῆς σάλπιγγος ἤχει μέγα, καὶ † πάνσταγος † φοβερὸν τὸ ὕδωρ συνέτρεχεν, ἵνα σὺν ἡσυχίᾳ

 πολλάκις. Ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ἐν ὁδ

 εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ ἔλεγέ φησι περὶ τοῦ πνεύματος τοῦ ἁγίου οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύον

 τοῦ ζῴου εἰς οἶκόν τινα καπνιζόμενον τοὺς ἐμφωλεύοντας θήρας ἀπελαύνει, οὕτω καὶ τὸ σταυρικὸν κέρας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τὸν ἑκούσιον τ

εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ ἔλεγέ φησι περὶ τοῦ πνεύματος τοῦ ἁγίου οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Ἀπὸ τούτου τοῦ χειμάρρου ἐποτίσθησαν οἱ ἀπόστολοι, καὶ μεθυσθέντες ποταμοὺς διδασκαλίας ἐπαφῆκαν καὶ πᾶσαν τὴν οἰκουμένην ἤρδευσαν τῷ θείῳ λόγῳ, καὶ τὸν νεόλυχον στάχυν τῆς εὐσεβείας ἔθρεψαν. Οὐ γὰρ τὴν Αἴγυπτον μόνον ἐλίμνασαν ὡς ὁ Νεῖλος ὁ ποταμός, οὐδὲ πηχυσμῷ τὴν χάριν ἐξέχεαν, οὐδὲ τὴν Εὐΐλατον μόνην ἐπότισαν ὡς ὁ Φυσσών, οὐδὲ τὴν Αἰθιοπίαν μόνην ἤρδευσαν ὡς ὁ Γεών, οὐδὲ τὴν Ἀσσυρίαν μόνην ἐνέπλησαν ὡς ὁ Τίγρις, οὐδὲ τὴν Αὐγούστου Εὐφρασίαν μόνην ἐπίανα ὡς ὁ Εὐφράτης, ἀλλὰ πᾶσαν ὁμοῦ πόλιν καὶ πατρίδαν καὶ χώραν καὶ νῆσον ηὔφραναν, διὰ τῆς τοῦ ἁγίου πνεύματος χάριτος ἐνέπλησαν. Καὶ μαρτυρεῖ μοι τῷ λόγῳ ὁ ∆αυῒδ βοῶν· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Οὐ γλεύκους οὖν μεμεστωμένοι ἦσαν οἱ ἀπόστολοι, ἀλλὰ πνεύματος ἁγίου πεπληρωμένοι. Ὅθεν καὶ ὁ μακάριος Πέτρος ὀνειδίζων τοὺς Ἰουδαίους ἔλεγεν , καθὼς ἀρτίως ἤκουες· <Οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε> οὖτοι μεθύουσιν, ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας. Ὢ τοῦ παραδόξου θαύματος. Τρίτῃ ὥρᾳ ἐπέστη τὸ πνεῦμα τὸ ἅγιον. Πρώτῃ ὥρᾳ ὁ πατὴρ τὸν Ἀδὰμ ἔπλασεν, δευτέρᾳ ὥρᾳ ὁ υἱὸς τὴν Εὕαν ἐδημιούργησεν, τρίτῃ ὥρᾳ τὸ πνεῦμα τὸ ἅγιον τὰς γλώσσας τῶν ἀπο στόλων ἐπλήθυνεν. Ποθήσωμεν τοίνυν ταύτην τὴν μέθην· ἕστηκε γὰρ ὁ κύριος κράζων· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Ὢ τῆς τοῦ κυρίου δαψιλείας. Οὐκ εἶπεν· Εἴ τις διψᾷ, ἔλθῃ πρός με καὶ πινέτω, ἀλλ' Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Τοῦτό ἐστιν Ἀρρυέσθω καθ' ἑκάστην τοῦτο τὸ πόμα, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ θεραπεύει. Οὐ γὰρ σωματικὸν καύσωνα παύει, ἀλλὰ ψυχικὸν ἔρωτα πείθει· οὐδὲ κοιλίας ὄγκον ἐγείρει, ἀλλὰ διανοίας πόθον ὀξύνει· οὐδὲ ψυχροποσίας βλάβην ἐντίθησιν, ἀλλὰ θεογνωσίας κέρδος παρέχει. Ταύτην τὴν δίψαν ποθήσας καὶ ὁ μακάριος ∆αυῒδ ἐβόα λέγων· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός. Λέγε καὶ σύ, ὦ ἄνθρωπε, μετὰ τοῦ ∆αυΐδ· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός. Βλέπε μὴ ψεύσῃ θεῷ, μὴ τῆς ἐλάφου εὑρεθῇς ἀργότερος. Μίμησαι τὴν ἔλαφον ἐκείνην, ταχυδρόμησον πρὸς τὸν κύριον· εὐσκελὲς γὰρ τὸ ζῷον. Τὸ σταυρικὸν κέρας ἐπὶ τοῦ μετώπου βάσταζε· ἐξοχῇ γὰρ κεράτων καὶ τὸ ζῷον πεποίκιλται. Τῶν ἀποστολικῶν ὀρέων μὴ χωρίσῃς ποτέ· ἡδέως γὰρ καὶ ἡ ἔλαφος τοῖς ὄρεσι φιλοχωρεῖ. Τὰ ἰοβόλα τῶν αἱρετικῶν θηρία τῷ εὐσεβεῖ λόγῳ κατάσφαξε [τῶν αἱρετικῶν ὄφεων]· καὶ γὰρ ἡ ἔλαφος ***. Τεθολωμένον ὕδωρ πνευματομαχίας μὴ πίῃς ποτέ· ἀμήχανον γὰρ ἔλαφον τεθολωμένον ὕδωρ πιεῖν. Ἐπίβηθι ἐπὶ τῷ ὕψει τῶν εὐαγγελικῶν νοημάτων καὶ καταρτίσαι τοὺς πόδας σου εἰς τὴν ἄμωμον τῆς εὐσεβείας ὁδόν, ὅπως δυνηθῇς καὶ σὺ εἰπεῖν εὐχαρίστῳ στόματι τοῦ προφήτου· Ὁ θεὸς ὁ περιζωννύων με δύναμιν καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου, καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με. Ἤθελον δὲ μετὰ συμφήμης πολλῆς καὶ τὸν δεσπότην Χριστὸν ἔλαφον εἰπεῖν· αὐτὸς γὰρ ἡμῖν ἀνέτειλε τὸ σταυρικὸν τῆς σωτηρίας κέρας. Ὅθεν θαρροῦντες τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν· ὥσπερ γὰρ ἡ σωματικὴ ἔλαφος *** ἐκ τῶν ἀβύσσων τῶν βαπτισμαίων ὑδάτων τὸν βυθονήκτην διάβολον ὡς πολυκέφαλον εἷλε δράκοντα. Ὅθεν ὁ προφητικὸς χορὸς τὸν ἐπινίκιον ὕμνον ἀναμέλπων πρὸς αὐτὸν ἔλεγεν· Σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος ἐπὶ τοῦ ὕδατος. Καὶ ὥσπερ τῆς σωματικῆς πάλιν ταύτης ἐλάφου τὸ κέρας μετὰ † τῶν αὐτῶν †