In pentecosten (homilia 13) (olim sub nomine Joannis Chrysostomi)

 γλωσσῶν ὁ κτύπος ἐνήργησεν; Ἐπειδὴ καὶ περὶ τὴν νομο θεσίαν φωνὴ τῆς σάλπιγγος ἤχει μέγα, καὶ † πάνσταγος † φοβερὸν τὸ ὕδωρ συνέτρεχεν, ἵνα σὺν ἡσυχίᾳ

 πολλάκις. Ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ἐν ὁδ

 εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ ἔλεγέ φησι περὶ τοῦ πνεύματος τοῦ ἁγίου οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύον

 τοῦ ζῴου εἰς οἶκόν τινα καπνιζόμενον τοὺς ἐμφωλεύοντας θήρας ἀπελαύνει, οὕτω καὶ τὸ σταυρικὸν κέρας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τὸν ἑκούσιον τ

γλωσσῶν ὁ κτύπος ἐνήργησεν; Ἐπειδὴ καὶ περὶ τὴν νομο θεσίαν φωνὴ τῆς σάλπιγγος ἤχει μέγα, καὶ † πάνσταγος † φοβερὸν τὸ ὕδωρ συνέτρεχεν, ἵνα σὺν ἡσυχίᾳ καὶ φόβῳ τὸν λόγον ἀκούσωσιν. Ἀλλὰ καὶ ἐπὶ τοῦ Σαμουὴλ διαμαρτυρουμένου τοῦ λαοῦ ἔδωκε φωνὰς καὶ βροντὰς σὺν χαλάζῃ πολλῇ. Ὅπου γὰρ θεότητος κίνησις, ἐκεῖ καὶ τῶν στοιχείων ὁ θόρυβος. Ὅμως οὖν γνῶθι ὅτι καὶ τὸ ἅγιον πνεῦμα σὺν πατρὶ καὶ υἱῷ θαυματουργεῖ, κἀκεῖ πνέει ὅπου βούλεται. Τούτου χάριν ἦχος προέτρεχεν. Καὶ ὁ οἶκος ἐπληροῦτο, ἐπειδὴ καὶ πάντα τὸν κόσμον ὡς οἶκον ἐπλήρουν, κατὰ τὸ φάσκον ῥητόν· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; καὶ πάλιν· Τὸ πνεῦμα κυρίου ἐπλήρωσε τὴν οἰκουμένην. Οἰκουμένην δὲ τὸν ἄνθρωπον λέγει, ὡς οἶκον τοῦ ἐπὶ πάντων θεοῦ, καὶ κόσμον τοῦ κοσμοποιοῦ, καὶ εἰκόνα τοῦ εἰκονογράφου, καὶ ποίημα τοῦ ἀνθρωποπλάστου. Πλὴν γὰρ ἀνθρώπου πᾶν ζῷον τῇ γῇ προσενένευκε κἀκεῖ τὴν ὄσφρησιν πέμπει ὅπου τὴν ὕπαρξιν ἔχει, μόνον δὲ ὁ ἄνθρωπος καὶ τὴν γῆν πατεῖ καὶ τὸν οὐρανὸν κατανοεῖ. ∆ιὰ τί; Ἵνα τὰ μὲν κάτω ὡς γήϊνα καταπατῇ, τὰ δὲ ἄνω ὡς οὐράνια ἐπιποθῇ· μόνος γὰρ ὁ ἄνθρωπος, ἵνα ὡς σαφέστερον φράσω, καὶ <τῇ γῇ> γειτνιάζει, καὶ τῷ οὐρανῷ συγγενειάζει. Ἀλλ' ὅμως, εἰ καὶ τῶν ἀμφοτέρων ἔχεται, τὸ κυριώτερον ἄνωθεν κέκτηται· ὅθεν ἡ κεφαλὴ μὲν τοῦ ἀνθρώπου τῷ οὐρανῷ παρείκασται κἀκείνου φέρει τὸ σχῆμα· ἔχει γὰρ μικρὸν οὐρανίσκον καὶ δύο φωστῆρας κατὰ Παῦλον βοῶντα· Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Εἰ τοίνυν τὸν πάντα κόσμον πληροῖ τὸ πνεῦμα τὸ ἅγιον, ὅπέρ ἐστιν ἀνθρωπότης, πῶς κτίσμα τὸ πνεῦμα τὸ ἅγιον κατὰ τὴν Μαραθωνίου μανίαν; Τοῦτο γὰρ Μαραθώνιος μανεὶς ἐδογμάτισεν, ὅτι κτίσμα τὸ πνεῦμα τὸ ἅγιον. Ἀλλ' ὦ Μαραθώνιε, κτίσμα ἐν κτίσματι κατοικεῖν οὐ δύναται. Ὃ δὲ λέγω τοιαύτην ἔχει τὴν ἀπόδοσιν· κτίσμα θεοῦ ἄνθρωπος, ἀλλὰ καὶ οἶκος θεοῦ ὁ ἄνθρωπος. Παντί που δῆλον ὅτι θεὸν τὸν ἐνοικοῦντα ἔχει· ποῖος γὰρ ναός, ὃν οὐ τρέφει τὸ ἄγαλμα; Εἰ δὲ θεὸν τὸν ἐνοικοῦντα ἔχει, πλὴν θεοῦ οὐδεὶς ἐνοικεῖ ἐν ἀνθρώπῳ. Ἄκουε αὐτοῦ τοῦ κυρίου λέγοντος· Ἐλεύσομαι ἐγὼ καὶ ὁ πατήρ μου καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν, καὶ πάλιν· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεός. Ἀλλ' ἐρεῖ εὐθέως ὁ Μαραθώνιος· Ὁ πατὴρ καὶ ὁ υἱὸς ἐκεῖ ἐνῴκησεν, μὴ γὰρ τὸ πνεῦμα τὸ ἅγιον; Ἀλλ' ὦ Μαραθώνιε, ἄκουε Παύλου λέγοντος· Οὐκ οἴδατε ὅτι ναὸς τοῦ θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἰ δὲ καὶ ναὸς τοῦ θεοῦ ὁ ἄνθρωπος καὶ οἶκος τοῦ ἁγίου πνεύματος, τί ἐρεῖς πρὸς ταῦτα; Ἀλλ' ἐροῦσι πρὸς ταῦτα Μαραθωνίων παῖδες, οἱ τὴν πεντηκοστὴν ἀριθμῶντες καὶ τὴν ἑορτὴν μὴ κρατοῦντεςπῶς γὰρ ἑορτάσωσιν ἐὰν μὴ εὐσεβήσωσιν, ἐὰν μὴ τὸ πνεῦμα θεολογήσωσιν; ἐροῦσιν εὐθέως ὅτι ταῦτα ὁ ἀπόστολος κεχαρισμένως ἐμαρτύρησε περὶ τοῦ πνεύματος. ∆εῖξόν μοι αὐτὸν τὸν πατέρα λέγοντα, ὡς εἶπε περὶ αὐτοῦ καὶ τοῦ υἱοῦ, ὅτι ἐνοικήσω ἐν ἀνθρώπῳ, ὅτι καὶ περὶ τοῦ πνεύματος ταῦτα λέγει, καὶ πείθομαι. Ἀλλ' ὦ Μαραθώνιε, καὶ τίς ἐλάλησε περὶ τοῦ μακαρίου Παύλου; Οὐχὶ ὁ δεσπότης Χριστός; Οὐκ ἤκουσας αὐτοῦ λέγοντος· ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Παῦλον παραγράφῃ, Μαραθώνιε, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸ μύρον τῆς χάριτος, τὸ στόμα τῆς ἐκκλησίας, τὸν κιχρῶντα τῷ θεῷ τὸ στόμα; Καὶ πόθεν τοῦτο; Ὅτι Παῦλος κιχρᾷ τῷ θεῷ τὸ στόμα, ἄκουε τοῦ κυρίου λέγοντος πρὸς αὐτόν· Λάλει, Παῦλε, καὶ μὴ σιωπήσῃς, διότι ἐνταῦθα λαός μοι πολύς ἐστιν. Θεὸς λέγει Παύλῳ· Λάλει, καὶ σὺ ἀπιστεῖς Παύλῳ λέγοντι περὶ τοῦ ἁγίου πνεύματος; Παῦλον παραγράφῃ, Μαραθώνιε, τὸν πνευματοφόρον, τὸν θεοῦ λόγον, τὸν τὰ στίγματα τοῦ κυρίου βαστάζοντα; Ἄκουε αὐτοῦ ἀπαριθμοῦντος ὅσους πειρασμοὺς ὑπέμεινε διὰ τὸ εὐαγγελικὸν κήρυγμα. Ἄκουε· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς πολλάκις, ἐν θανάτοις