In pentecosten (homilia 13) (olim sub nomine Joannis Chrysostomi)

 γλωσσῶν ὁ κτύπος ἐνήργησεν; Ἐπειδὴ καὶ περὶ τὴν νομο θεσίαν φωνὴ τῆς σάλπιγγος ἤχει μέγα, καὶ † πάνσταγος † φοβερὸν τὸ ὕδωρ συνέτρεχεν, ἵνα σὺν ἡσυχίᾳ

 πολλάκις. Ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ἐν ὁδ

 εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ ἔλεγέ φησι περὶ τοῦ πνεύματος τοῦ ἁγίου οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύον

 τοῦ ζῴου εἰς οἶκόν τινα καπνιζόμενον τοὺς ἐμφωλεύοντας θήρας ἀπελαύνει, οὕτω καὶ τὸ σταυρικὸν κέρας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τὸν ἑκούσιον τ

πολλάκις. Ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ἐν ὁδοιπορίαις πολλάκις, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐν ψευδαδέλφοις, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίαις. Παῦλον παραγράφῃ, Μαραθώνιε; Ἔδει μέν σε μὴ παραγράφεσθαι Παῦλον, τὸν ἕως τοῦ τρίτου οὐρανοῦ ἁρπαγέντα, καὶ σὺν αὐτῷ τῷ σώματι εἰς τὸν παράδεισον μετενεχθέντα, κἀκεῖ τὸν λῃστὴν τὴν πίστιν τρυγήσαντα θεασάμενον, καὶ ἄρρητα ῥήματα ἀκούσαντα. Καὶ βοᾷ ταῦτα· Ἀλήθειαν λέγω, οὐ ψεύδομαι. Εἰ δὲ βούλει, ὦ Μαραθώνιε, παρὰ τοῦ σωτῆρος λαβεῖν τὴν ἀπόδειξιν ταύτην, ἄκουε τοῦ κυρίου ταῦτα λέγοντος πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Ὅταν ἄγωσιν ὑμᾶς ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Εἶδες τὴν ἔνθεον τοῦ ἁγίου πνεύματος ἐνέργειαν, καὶ ὅτι μία οἴκησις πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος; Ὦν τοίνυν ἡ οἴκησις μία, τούτων καὶ ἡ οὐσία μία. Εἰ δὲ μικρὰ ταῦτα πρὸς ἀπόδειξιν, λάμβανε καὶ τὰ ἀρτίως ἡμῖν παραναγνωσθέντα· καλὸν γάρ ἐστι τὸ πνευματικὸν ἄριστον ὀψάνοις παραθεῖναι. Τί οὖν ὁ συγγραφεὺς τῶν ἀποστολικῶν Πράξεων Λουκᾶς; Ὤφθησαν δὲ αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν πάντες πνεύματος ἁγίου , καὶ <ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς> τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Ἄκουε συνετῶς. Καθὼς τὸ πνεῦμα ἐδίδου, <οὐ> καθὼς ἐκελεύετο· καθὼς τὸ πνεῦμα ἐδίδου, οὐ καθὼς ἐμάνθανεν. Τί τῆς ἀληθείας ταύτης θεοφεγγέστερον; Τὸ πνεῦμα τὸ ἅγιον σήμερον, καθὼς ἤκουες, τὸν οὐρανὸν ἀνεπέτασεν, τὰς γλώσσας ἐπλήθυνεν, τὸν κόσμον ἐφώτισεν, τοὺς ἀποστόλους ἐφαίδρυνεν, τοὺς Ἰουδαίους ἐθάμβησεν, τὰ ἔθνη ἐξέπληξεν, τοῖς κάτω προσετέθη , ἀλλὰ καὶ τῶν ἄνω οὐκ ἐχωρίσθη· ἐκ τοῦ πατρὸς ἐξῆλθεν, ἀλλὰ τοῦ πατρὸς οὐκ ἀπελήφθη· ἀπὸ τοῦ υἱοῦ ἀπεστάλη, ἀλλὰ τόπον οὐ μετῆλθεν. ∆ιὰ τὰς ὑποστάσεις ἡ διαφορὰ τῶν λέξεων, οὐ διὰ τὴν μίαν οὐσίαν τῆς θεότητος. Ὡς δυνάμεθα ἀκούειν , διδασκόμεθα· οὐχ ὡς ἐστὶ θεὸς ἰδεῖν δυνάμεθα. Καὶ ὅτι ἦν τὸ πνεῦμα τὸ ἅγιον καὶ ἀπεστάλη καὶ κατελθὸν ἐκ πατρὸς καὶ υἱοῦ οὐκ ἐχωρίσθη, μὴ τοῖς ἐμοῖς ῥήμασι παρακαθέζου, ἀλλὰ τὴν διδασκαλίαν τοῦ μακαρίου Πέτρου μάνθανε. Ἤκουες γὰρ αὐτοῦ ἀρτίως λέγοντος πρὸς Ἰουδαίους τοὺς ἀπὸ τοῦ φθόνου μεθύοντας· Φρικτὸν περιβόλαιον δέχεται, οὔτε ἐν τοῖς νεκροῖς καταλογίζεται οὔτε ἐν τοῖς ζῶσιν εὑρίσκεται ὁ μεθύων. Πρὸς πᾶσαν γλῶσσαν ἀπταίστως δικαιολογεῖ, ὡς ὁρᾶτε τοὺς ἀποστόλους ἀσφάλτως πάντας παιδαγωγοῦντας; Τί τῶν μεθυόντων ἐν τοῖς ἀποστόλοις κατίδετε; Τὴν νηφαλαιότητα μέθην προσαγορεύετε, καὶ τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος οἰνοφλυγίαν καλεῖτε; Τὰ ἔθνη μακαρίζουσι καὶ ὑμεῖς διαβάλλετε; Μεθύουσιν οἱ ἀπόστολοι; Νῶε καὶ Λὼτ ἐμεθύσθησαν· μεθυσθέντες ἐκεῖνοι, ὁ μὲν κατάρας γραμματείων δουλικῶν ἀπηγόρευσεν, ὁ δὲ θυγατερομιξίας παράνομον κοίτην ἔστρωσεν. Οὐ μεθύουσιν οἱ ἀπόστολοι, Ἰουδαῖοι· εἰ δὲ καὶ μεθύουσιν, ἀπὸ τοῦ χειμάρρου τοῦ πνεύματος μεθύουσιν, οὐχὶ δὲ ἀπὸ οἴνου. Περὶ αὐτῶν γὰρ ἔλεγεν ὁ προφήτης· Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Ἀλλ' ἔστιν εἰπεῖν <τινα>· Καὶ ποίους χειμάρρους ἐμέθυσαν οἱ ἀπόστολοι τὴν σεμνοπρεπὴν τῆς ψυχῆς μέθην; Ποίου χειμάρρου; Τῆς τοῦ πνεύματος τοῦ ἁγίου ἐνοικήσεως. Καὶ τίς τούτου μάρτυς; Ὁ δεσπότης Χριστός, ὁ τὴν πλευρὰν νυχθεὶς καὶ αἷμα καὶ ὕδωρ προβάλλων, ἵνα τὸν μὲν ποτίσῃ, ***. Ἤκουες γὰρ ἀρτίως τοῦ δεσπότου Χριστοῦ βοῶντος· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς