In Job (homilia 5)

 ᾗ ἐγεννήθην καὶ ἡ νὺξ ἐν ᾗ εἶπον· Ἰδοὺ ἄρρεν. Ὕβρισε τῆς μητρὸς τὴν εὐγένειαν, τύμβον τὸν κόλπον τῆς μητρὸς προσεδόκησεν, διέβαλε τῶν μαζῶν τὴν εὐγένε

 μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι. Πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει. Ἀνθρώπινα τὰ ῥήματα διὰ τὸ πάθος ἀνηγόρευται. Εἰ μὴ γὰρ ταῦτα ἦν ἐκθέμ

 τὴν ὀδύνην, ὀστράκῳ με καταξέων· οὐ τοσοῦτον γὰρ αὐτὸς δάκνεται, ὅσον ἐγὼ κατεσθίομαι. Τί ποιήσω; Ἧτταν προβλέπω, πᾶσαν μηχανὴν προσήνεγκα, καὶ οὐδ' ὅ

τὴν ὀδύνην, ὀστράκῳ με καταξέων· οὐ τοσοῦτον γὰρ αὐτὸς δάκνεται, ὅσον ἐγὼ κατεσθίομαι. Τί ποιήσω; Ἧτταν προβλέπω, πᾶσαν μηχανὴν προσήνεγκα, καὶ οὐδ' ὅλως αὐτὸν ἐξέλυσα. Μία μοι μόνη τις ἐλπὶς ὑπολέλειπται, δι' ἧς τὸν Ἀδὰμ ἐπλάνησα· ἔχω δευτέραν Εὕαν. Ταύτῃ θαρρῶ, οἶδα ὅτι νικητὴν ἀποδείξει με· θᾶττον ἀνὴρ ὑπὸ γυναικὸς σκελίζεται. ∆ιὰ τοῦτο αὐτῆς καὶ τὰ ὄντα τέκνα ἀπώλεσα, ἐλπίζων δι' αὐτῆς τῆς θήρας ἐπιλαβέσθαι. Καὶ ὅτι ταύτην τελευταίαν ὁ διάβολος ἐτήρησε καὶ ἐνθηκιάσας ἀπέστειλεν, ἤκουες ἀρτίως τοῦ ἱστοριογράφου Μωϋσέως λέγοντος· Χρόνου δὲ πολλοῦ προβεβηκότος, ἵνα μάθῃς τὴν ὑπομονὴν τοῦ Ἰώβ, ὅτι οὐ πέντε ἢ δέκα ἡμέρας ἐπάλαισεν, ἀλλ' ἐπὶ πολὺν χρόνον. Χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· Μέχρι τίνος καρτερήσεις λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρόν; Στράφηθι πρὸς τὴν ἐμὴν συμβουλίαν, ἐπίγνωθί σου τὴν γαμετήν, βλέπε τίς εἰμι. ∆ίκαιά σοι συμβουλεύω· εἰπέ τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα. Ὁ δὲ Ἰὼβ πρὸς αὐτήν· Ἐπιστραφῶ πρὸς σέ; Καλῶςεἶπες· "Ἐπιστράφηθι καὶ ἴδε εἰ γνωρίζεις με"· οὐ γνωρίζω σὲ τίς εἶ. Οὐκ ἔχεις τὸ πρὸ τῶν πειρασμῶν πρόσωπον, ἄλλο μοι νυνὶ ἐπιφέρεις σχῆμα, ὃ ἐν τῷ ὄφει καὶ ἐν σοὶ κατοικεῖ. Οὐ πείθομαί σου, γύναι· οὐκ ἀπόλλω διὰ σοῦ τὸν παράδεισον. Ἄπιθι ἀπ' ἐμοῦ, γύναι· οὐ ῥάπτω φύλλα συκῆς, οὐκ ἀκούω διὰ σὲ τοῦ κυρίου ὀνειδιστικῶς λέγοντος· " ̓Ιώβ, ποῦ εἶ;" Ἄπιθι, γύναι· οὐκ ἔξεστι γυναῖκα ἐν ἀγωνιστικῷ σκάμματι παρακαθέζεσθαι. Πυκτεύω, καὶ συμφοράς μοι μηνύεις; Ταῦτα κατ' οἶκον ἐξετάζεται· μὴ γὰρ ἐν Ὀλυμπίοις γυμνάζεται; Ἄπιθι, γύναι. Τῷ δὲ θεῷ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.