In Job (homilia 5)

 ᾗ ἐγεννήθην καὶ ἡ νὺξ ἐν ᾗ εἶπον· Ἰδοὺ ἄρρεν. Ὕβρισε τῆς μητρὸς τὴν εὐγένειαν, τύμβον τὸν κόλπον τῆς μητρὸς προσεδόκησεν, διέβαλε τῶν μαζῶν τὴν εὐγένε

 μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι. Πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει. Ἀνθρώπινα τὰ ῥήματα διὰ τὸ πάθος ἀνηγόρευται. Εἰ μὴ γὰρ ταῦτα ἦν ἐκθέμ

 τὴν ὀδύνην, ὀστράκῳ με καταξέων· οὐ τοσοῦτον γὰρ αὐτὸς δάκνεται, ὅσον ἐγὼ κατεσθίομαι. Τί ποιήσω; Ἧτταν προβλέπω, πᾶσαν μηχανὴν προσήνεγκα, καὶ οὐδ' ὅ

ᾗ ἐγεννήθην καὶ ἡ νὺξ ἐν ᾗ εἶπον· Ἰδοὺ ἄρρεν. Ὕβρισε τῆς μητρὸς τὴν εὐγένειαν, τύμβον τὸν κόλπον τῆς μητρὸς προσεδόκησεν, διέβαλε τῶν μαζῶν τὴν εὐγένειαν, τὴν κοινὴν γαλακτοτροφίαν ἐνύβρισεν. Οὐ ταῦτα καὶ τὰ παραπλήσια τούτων μετῆλθεν; Πῶς οὖν οὐχ ἥμαρτεν Ἰώβ; Ἐπειδὴ κέκραγεν ἡ γραφή·Οὔτε ἐν τοῖς χείλεσιν αὐτοῦ ἥμαρτεν Ἰώβ. Ἄκουε συνετῶς. Ἐν παντὶ πράγματι τὸν σκοπὸν ζήτει τοῦ πράγματος καὶ οὐδαμῶς τῆς ἀληθείας οὐ μὴ διαπέσῃς. Ἄκουε συνετῶς. Ὡς μὲν πρὸς τὰς λέξεις ἔπταισεν ὁ Ἰώβὡς πρὸς τὰς λέξεις, οὐχ ὡς πρὸς τὰς ἐννοίας τὴν κτίσιν τοῦ θεοῦ ἐλοιδόρησενὡς δὲ πρὸς τὴν πρότασιν τοῦ διαβόλου, οὐδ' ὅλως ἥμαρτεν ὁ Ἰὼβ κατὰ τὴν θείαν γραφήν. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Οὐδ' ὅλως ἥμαρτεν ὁ Ἰώβ; Ἄκουε συνετῶς. Ὁ διάβολος προσελθὼν τῷ κυρίῳ κατὰ διάνοιαν οὐ κατ' ἔμφασιν τοῦτο γὰρ καὶ χθὲς ἐλέγετο, ὅτι κατὰ διάνοιαν ὁ διάβολος ἀπεκρίνατο τῷ κυρίῳ, οὐχὶ δὲ ἐπ' ὄψεσιν. Τὴν γὰρ γραφὴν τοῦ Ἰὼβ ὁ ἱστοριογράφος Μωϋσῆς ἀνεγράψατο. Οὗτος δὲ οὐκ ἦν ἐν τοῖς χρόνοις τοῦ Ἰώβ, ἀλλὰ σφόδρα μετὰ τὸν Ἰώβ· πέμπτος ἦν μετὰ τὸν Ἀβραὰμ ὁ Ἰώβ. Ὁ δὲ Μωϋσῆς μετὰ πολλὰς γενεάς, μετὰ τὴν ἐξ Αἰγύπτου ἔξοδον , ἀλλ' ὅμως ἀνεγράψατο τὰ κατὰ τὸν Ἰώβ, οὐκ οἰκείῳ βουλήματι ἀλλ' ὑπαγορεύσει τοῦ ἁγίου πνεύματος. Τὸ ἅγιον τοίνυν πνεῦμα, ὡς πάντα ἐπιστάμενον τὰ κατὰ τὸν σκοπὸν καὶ τὴν διάνοιαν τοῦ διαβόλου, ὑπηγόρευσε τῷ Μωϋσῇ ὡς ἱστορίαν πάντα ταῦτα ἐκθέσθαι. Ἐπίστατο γὰρ τὸ ἅγιον πνεῦμα καὶ τὴν τοῦ διαβόλου καὶ τὴν πρὸς τὴν τούτου ἰδίαν τοῦ θεοῦ ἀντίρρησιν. Οἶδε γὰρ τὸ ἅγιον πνεῦμα καὶ τὰ τοῦ θεοῦ κατὰ τὸν μακάριον Παῦλον τὸν λέγοντα· Οὐδεὶς οἶδε τὰ τοῦ θεοῦ εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ τὸ ἐν αὐτῷ, καὶ πάλιν· Τὸ γὰρ πνεῦμα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ. Τὴν διάνοιαν τοίνυν τοῦ διαβόλου τὸ ἅγιον πνεῦμα θεωρῆσαν ἱστορίαν ὑπηγόρευσεν , ὅπως ἡμεῖς οἱ ἀκούοντες σαφέστερον ἐπιβάλωμεν τοῖς λεγομένοις. Εἴ τι οὖν ἀκούεις τοῦ διαβόλου λέγοντος, κατὰ διάνοιαν ἄκουε· εἴ τι δὲ τοῦ θεοῦ, κατὰ ἀπόφασιν· τοῦτο γὰρ ἐξέδωκε τὸ ἅγιον πνεῦμα. Κατὰ διάνοιαν τοίνυν προσελθὼν ὁ διάβολος τῷ κυρίῳ ἐξῃτήσατο τὸν Ἰὼβ λέγων· ∆ός μοι αὐτοῦ τὴν ἐξουσίαν πᾶσαν καὶ δείκνυμι πῶς ἀναισχυντότερον πάντων σε βλασφημήσει. Τουτέστι δός μοι αὐτοῦ τὴν πᾶσαν ἡγεμονίαν καὶ παρασκευάζω τὸν Ἰὼβ κατὰ πρόσωπόν σε βλασφημῆσαι , τουτέστι τὰ ἐναντία σοι διαπράξασθαι, ἀπρονόητόν σε κηρῦξαι, εἴδωλα προσκυνῆσαι καὶ σὲ καταλεῖψαι, ἀγάλμασι θυσιάσαι καὶ σοὶ μὴ προσενέγκαι, βωμοὺς ναῶν ἐγείρειν καὶ θυσιαστήρια καταστρέφειν. Τοῦτον τὸν σκοπὸν ἐξήνυεν ὁ διάβολος καὶ εἰς ταῦτα προσεδόκα τὸν Ἰὼβ καθιστᾶν. Εἰ δὲ τούτων τοίνυν μετῆλθέ τι ὁ Ἰώβ, ἐβλασφήμησεν, ἐπειδὴ τὰ τοῦ διαβόλου διεπράξατο· εἰ δὲ οὐδὲν τούτων μετῆλθεν, δίκαιος ἦν καὶ ἄμεμπτος καὶ θεοσεβὴς κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν· ὃν γὰρ ὁ θεὸς δικαιοῖ τίς κατακρίνει; Οὐδ' ὅλως οὖν ἥμαρτεν ὁ Ἰὼβ ἀνθρώπινα ῥήματα λαλήσας· ὡς ἄνθρωπος ἐλάλησε πληττόμενος ὑπὸ τῶν ὀδυνῶν. Εἰ μὴ γὰρ ἧν ταῦτα λαλήσας ὁ Ἰὼβ καὶ τὴν ἡμέραν ἀρασάμενος, εἶχον λέγειν τινὲς ὅτι ἀναίσθητος γέγονεν ὁ Ἰώβ, ἢ ὅτι ὑπερέβη τὰ ἀνθρώπινα μέτρα. Ἔνθεν γὰρ δείκνυται ἀπὸ τῆς ἀρᾶς τοῦ Ἰὼβ ὅτι μεγάλαις βασάνοις περιεβλήθη, ἐξ ὧν τὴν ὀδύνην μὴ φέρων ἀνθρωπίνως ἐβόα λέγων· ∆ιὰ τί ἐκ κοιλίας μητρός μου οὐκ ἐτελεύτησα, ἐξῆλθα δὲ καὶ οὐκ εὐθὺς ἀπωλόμην; ∆ιὰ τί δὲ συνήντησάν μοι γόνατα; ∆ιὰ τί δὲ μασθοὺς ἐθήλασα μητρός μου; Ταῦτα πρὸς ἑαυτὸν ἔλεγεν, οὐχ ὡς τὸν δημιουργὸν ἐβλασφήμει. Τουτέστιν ∆ιὰ τί μὴ γέγονεν ὁ μητρῷος κόλπος τύμβος, ἵνα μὴ παλαίω καὶ μὴ γνωρίζω τίνι παλαίω; Εἰ εἶχον πρὸς ὁμοιόσχημόν τινα, ᾔδειν πῶς κρατῶ καὶ κρατοῦμαι. ∆ιὰ τοῦτο προσετίθει λέγων ὁ Ἰώβ· Πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ· φόβος γὰρ ὃν ηὐλαβούμην ἧλθέ