In Job (homilia 5)

 ᾗ ἐγεννήθην καὶ ἡ νὺξ ἐν ᾗ εἶπον· Ἰδοὺ ἄρρεν. Ὕβρισε τῆς μητρὸς τὴν εὐγένειαν, τύμβον τὸν κόλπον τῆς μητρὸς προσεδόκησεν, διέβαλε τῶν μαζῶν τὴν εὐγένε

 μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι. Πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει. Ἀνθρώπινα τὰ ῥήματα διὰ τὸ πάθος ἀνηγόρευται. Εἰ μὴ γὰρ ταῦτα ἦν ἐκθέμ

 τὴν ὀδύνην, ὀστράκῳ με καταξέων· οὐ τοσοῦτον γὰρ αὐτὸς δάκνεται, ὅσον ἐγὼ κατεσθίομαι. Τί ποιήσω; Ἧτταν προβλέπω, πᾶσαν μηχανὴν προσήνεγκα, καὶ οὐδ' ὅ

μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι. Πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει. Ἀνθρώπινα τὰ ῥήματα διὰ τὸ πάθος ἀνηγόρευται. Εἰ μὴ γὰρ ταῦτα ἦν ἐκθέμενος ὁ Ἰώβ, ἤμελλον λέγειν τινές, ἅπερ καὶ νῦν λέγουσιν, ὅτι μεγάλας μὲν πληγὰς ἐδέξατο ὁ Ἰώβ, ὅμως δὲ οὐκ ᾔσθετο τῶν πληγῶν, ὅτι ὁ θεὸς αὐτὰς ἐκούφιζεν. Ταῦτα λέγουσί τινες καὶ ἐν τῷ παρόντι, ὅτι οὐκ ᾔσθετο τῶν πληγῶν. Τί λέγεις, ὦ φίλε; Ἤισθετο τῶν πληγῶν ὁ Ἰὼβ ἢ οὐκ ᾔσθετο; Μισθὸν ἐδέξατο ἢ οὐκ ἐδέξατο; Παντί που δῆλον ὅτι ᾔσθετο· ὁ γὰρ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Ὁ θεὸς τὸν ὑπὲρ αὐτοῦ ἀγωνιζόμενον καὶ πληγὰς μαρτυρικὰς δεχόμενον ποιεῖ αἴσθεσθαι καὶ τῆς πληγῆς, οὐ περιαίρει τὴν πληγήν. Ὑπομονὴν μὲν παρέχει καὶ ἰσχὺν χορηγεῖ πρὸς ἧτταν τῶν ἀντιπάλων, ποιεῖ δὲ αὐτὸν αἴσθεσθαι, ἵνα ἔμμισθος ᾖ ὁ ἀγών. Καὶ τούτου μάρτυς ὁ μακάριος Παῦλος βοῶν· Ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. Ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ' ἐμοῦ. Καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ὄντως ἐν ἀσθενείᾳ ἡ τοῦ θεοῦ δύναμις τελειοῦται. Ἠσθένησεν ὁ Ἰώβ, καθὼς ἀρτίως ἤκουες, ἀσθένειαν οὐ φυσικῶς ἀτακτοῦσαν ἀλλὰ διαβολικῶς αὐθεντοῦσαν. Εἱλκοῦτο ἀπὸ κεφαλῆς ἕως ὀνύχων, οὐκ ἦν φάρμακον ἐπιθεῖναι, οὐκ ἰατρὸν παραμυθήσασθαι, οὐκ ἔλαιον ἐπιχέαι, οὐκ ἄλλην τινὰ βοήθειαν προσενέγκαι, οὐδὲ ἓν τῶν σωματικῶν προσαγαγεῖν, εἰ μὴ μόνον τὴν θεοδώρητον τῆς ὑπομονῆς ἔμπλαστρον· ταύτῃ γὰρ ὁ Ἰὼβ χρησάμενος ἑαυτὸν μὲν περιώδευσεν, τὸν δὲ διάβολον ἐτραυμάτισεν. Ἤκουες ἀρτίως τοῦ συγγραφέως λέγοντος· Ἐξῆλθε δὲ ὁ διάβολος ἀπὸ προσώπου κυρίου καὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς. Καὶ ἔλαβεν ὁ Ἰὼβ ὄστρακον ἵνα καταξέῃ τὸν ἰχῶρα αὐτοῦ. Εἶδες περιοδίαν σκληροτέραν τοῦ πάθους; Ἔλαβεν ὄστρακον καὶ ἀπέξεε τοὺς ἰχῶρας· τίς εἶδεν ὀστράκινον σπόγγον; Ὀστράκῳ τοὺς ἰχῶρας ἀπέξεεν· ὄστρακον καὶ ὁλοκλήρῳ σώματι προσαγόμενον ἐγείρει τραύματα, οὐχὶ δὲ εἱλκωμένον παραμυθεῖται. Καὶ ἔλαβεν ὄστρακον καὶ ἔξεε τοὺς ἰχῶρας· ὀστράκῳ τὸ ὄστρακον παρεμυθεῖτο καὶ τὸν θησαυρὸν τῆς πίστεως οὐ κατεμόλυνε πειθόμενος Παύλῳ τῷ λέγοντι· Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν. Ἔλαβεν ὄστρακον καὶ ἀπέξεε τοὺς ἰχῶρας αὐτοῦ. Ὢ φοβερᾶς περιοδίας, μᾶλλον δὲ ὢ γενναιοτάτης καρτερίας. Ὀστράκῳ τοὺς ἰχῶρας ἀπέξεεν. Μόνον εἶδεν ὁ Ἰὼβ ὅτι εἵλκωται πανταχόθεν καὶ ὅτι ῥερύπωται ἀπὸ κεφαλῆς ἕως ὀνύχων, θεασάμενος ἑαυτὸν καὶ συλλογισάμενος ὅτι βασιλεύς ἐστι λογικὸς ἀνδριάς, θᾶττον λαβὼν τὸ ὄστρακον ὡς ἐν γενεθλίῳ πανδήμῳ ἀποξέει τὸν ἀνδριάντα ὅπως καθαρὸν ἀποδείξῃ τῇ ὑπομονῇ. ∆ιὸ καὶ ὁ διάβολος ὡς εἶδε ταύτην τὴν ἐργασίαν τὸν Ἰὼβ μετιόντα, ἐδυσχέραινεν, συνέπεσεν, ἑαυτὸν κατέτεμνε λέγων ἐν ἑαυτῷ· Τί ποιήσω; Ἥττημαι τῷ Ἰώβ, δικαίως αὐτῷ ὁ κύριος προσεμαρτύρησεν· ἐσφάλην προσελθὼν τῇ πάλῃ, γενναιότερον αὐτὸν ἀπέδειξαν οἱ πειρασμοί· ἐγὼ πᾶσαν αὐτοῦ τὴν ὕπαρξιν ἔλαβον καὶ οὐ μόνον οὐ κατεκάμφθη λυπηθείς, ἀλλὰ τοὐναντίον καὶ ὃν ἐφόρει χιτῶνα ὡς ῥάκκος μοι προσέρριψε λέγων μεγαλοφώνως· Ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Τί ποιήσω; ∆ιὰ πάντων γενναιΐζει, ὡς ἀθλητής μοι παρίσταται, τὴν κόμην ἐκείρατο, κόνιν κατεπάσατο, πεσὼν προσεκύνησε τῷ ἀγωνοθέτῃ, ὡς νικητὴς ἤδη πτερύσσεται. Τὴν γυμνότητα λαμπροτέραν ἡγεῖται τῆς ἁλουργίδος· τὸν βασιλικὸν αὐτοῦ θρόνον συνέτριψα καὶ λαμπρότερος ἐπὶ τῆς κοπρίας καθέζεται. Εἰ αὐτὸς μηδένα πρὸ αὐτοῦ θεωρήσας οὕτω μου κατεξανίσταται, οἱ μετ' αὐτὸν τοῦτον βλέποντες τί κατεργάσονται; Οὐχὶ παίγνιόν με λογίσονται; Ἐγὼ καὶ προσάγων τὰ πάθη κάμνω καὶ οὗτος οὐ δυσχεραίνει· πανταχόθεν αὐτὸν τῷ πάθει κατεζωγράφησα καὶ οὗτος ἐπιτείνει