1

 2

 3

 4

 5

5

ἡ ἀνθρωπότης, τὸ ἀπαθὲς ἡ θεότης, τὸ παθητὸν ἡ ἀνθρωπότης καὶ τὰ τοιαῦτα. Ἀτρέπτως δέ, ὅτι μεμένηκεν ἑκάστη φύσις ἀναλλοίωτος, οὐ τραπεῖσα εἰς τὴν ἑτέραν οὐδὲ μία σύνθετος χρηματίσασα φύσις, ἀλλὰ δύο ὑπάρχουσαι καὶ διαιωνίζουσαι. Ἀδιαιρέτως δέ, ὅτι ἥνωνται ἀλλήλαις καθ' ὑπόστασιν μίαν ἔχουσαι ὑπόστασιν, τὴν προαιωνίως μὲν ἀσώματον καὶ ἁπλῆν, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων ἐκ τῆς ἁγίας ἀειπαρθένου σωματωθεῖσαν ἀμεταβλήτως· ὑπάρχει γὰρ τοῦτο κἀκεῖνο, ἀσώματος μὲν τῇ ἀνάρχῳ θεότητι, ἐνσώματος δὲ τῇ ἠργμένῃ ἤτοι τῇ προσληφθείσῃ σαρκί. Αὕτη δέ ἐστιν ὁ προαιώνιος υἱὸς καὶ λόγος τοῦ θεοῦ, ὃς αὐτός τέ ἐστιν ἀσώματος ὡς θεὸς καὶ ἐνσώματος ὡς ἐπ' ἐσχάτων γενόμενος ἄνθρωπος. Ἥνωνται τοίνυν αἱ φύσεις καθ' ὑπόστασιν μίαν καὶ περιχωροῦσιν.