1

 2

 3

 4

 5

2

ὑπόστασις ἐπὶ Χριστοῦ. διὰ τί φύσεων διαφορὰν λέγοντες οὐ λέγετε καὶ ὑποστάσεων διαφορὰν ἐπ' αὐτοῦ; ∆ιὰ τί δὲ ἐκ φύσεων λέγοντες δύο τὸν Χριστὸν οὔ φατε αὐτὸν καὶ ἐκ δύο ὑποστάσεων; Εἰ μιᾶς συνθέτου φύσεώς ἐστιν ὁ Χριστός, οὐκ ἔστιν ὁμοούσιος τῷ πατρί· ἁπλῆς γὰρ φύσεως ὁ πατήρ. Τὸ δὲ ἁπλοῦν καὶ σύνθετον οὐχ ὁμοούσια. Εἰ κατὰ τὴν αὐτὴν οὐσίαν ὁμοούσιός ἐστι τῷ πατρὶ καὶ ὁμοούσιος ἡμῖν ὁ Χριστός, μιᾶς οὐσίας ἔσται ὁ πατὴρ καὶ ἡμεῖς. Εἰ ὁμοφυὴς ὁ Χριστὸς τῷ πατρὶ καὶ ὁμοούσιος ἁπλῆς ὄντι φύσεως, ἔχει δὲ καὶ σύνθετον φύσιν ὁ Χριστός, δύο ἕξει φύσεις, μίαν ἁπλῆν καὶ μίαν σύνθετον. Εἰ ταὐτὸν φύσις καὶ ὑπόστασις καθ' ὑμᾶς, ἢ τριῶν οὐσῶν ὑποστάσεων τῆς ἁγίας θεότητος τρεῖς ἔσονται αὐτῆς καὶ φύσεις ἢ μιᾶς οὔσης φύσεως μία ἔσται καὶ ἡ ὑπόστασις. Εἰ ἑτέραν τὴν κοινὴν φύσιν φατὲ καὶ ἑτέραν τὴν ἐν ἀτόμῳ θεωρουμένην, ἣν καὶ μερικὴν ὀνομάζετε, οὐ μόνον τὸν Χριστόν, ἀλλὰ καὶ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον δύο ἔχειν φύσεις ὁμολογεῖν ἀναγκασθήσεσθε, μίαν κοινὴν καὶ μίαν σύνθετον. Εἰ ἄκτιστος καὶ ἄναρχος ἡ θεότης, κτιστὴ δὲ καὶ ἠργμένη ἡ ἀνθρωπότης, πῶς τὸ ἄναρχον καὶ τὸ ἠργμένον μιᾶς ἔσται φύσεως; 3 Ἐπειδὴ δὲ προφέρουσιν ἡμῖν τὴν τοῦ ἁγίου Ἀθανασίου καὶ Κυρίλλου τοῦ ἁγιωτάτου χρῆσιν τὴν λέγουσαν «μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην», φαμέν, ὅτι ἴσον ἐστὶ τούτῳ καὶ τὸ τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου ῥητὸν τὸ φάσκον· «Ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη.» Ὥσπερ γὰρ τὸ πυρούμενον οὐ μεταβολὴν δηλοῖ τοῦ πυρουμένου, ἀλλ' ἕνωσιν τὴν πρὸς τὸ πῦρ, οὕτω καὶ ἡ θέωσις ἕνωσιν δηλοῖ πρὸς θεότητα καὶ ἡ σάρκω σις ἕνωσιν πρὸς σάρκα. Μίαν οὖν φύσιν τοῦ θεοῦ λόγου γινώσκομεν, τουτέστι τῆς θεότητος αὐτοῦ σεσαρκωμένην, τουτέστιν ἡνωμένην σαρκί, καὶ μίαν φύσιν τῆς σαρκὸς τοῦ λόγου τεθεωμένην, τουτέστι ἡνωμένην θεότητι. Ὥστε δύο εἰσὶ φύσεις ἡνωμέναι ἀλλήλαις. Εἰ μὲν γὰρ εἶπε μίαν φύσιν τοῦ θεοῦ λόγου καὶ σεσαρκωμένου, ἀναντιρρήτως μίαν ἐδήλου φύσιν τὸ συναμφότερον. Εἰπὼν δὲ «μίαν τοῦ λόγου φύσιν» καὶ προσθεὶς τὸ «σεσαρκωμένην», διὰ τοῦ εἰπεῖν «σεσαρκωμένην» ἐδήλωσε τῆς σαρκὸς τὴν οὐσίαν, καθὼς καὶ αὐτὸς ἑαυτὸν ἑρμηνεύων ἐν τῇ πρὸς Σούκενσον ἐπιστολῇ φησιν· «Εἰ μὲν γὰρ εἰπόντες «μίαν φύσιν τοῦ θεοῦ λόγου» σεσιγήκαμεν μὴ ἐπενεγκόντες τὸ «σεσαρκωμένην», ἦν αὐτοῖς ἄρα καὶ οὐκ ἀπίθανος ὁ λόγος προσποιουμένοις ἐρωτᾶν· Εἰ μία φύσις τὸ ὅλον, ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι; Ἐπειδὴ δὲ διὰ τοῦ «σεσαρκωμένην» εἰσηνέχθη τῆς σαρκὸς ἡ δήλωσις, παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες.» Ἰδοὺ σαφῶς ἀνεῖλε τὸ «μίαν φύσιν» λέγειν τὸ ὅλον, τουτέστι τὸ συναμφότερον· καὶ διὰ τοῦ «σεσαρκωμένην» ἔφησεν εἰσενηνέχθαι τῆς σαρκὸς τὴν δήλωσιν. Ἔχομεν οὖν «τὴν μίαν φύσιν τοῦ θεοῦ λόγου», καὶ διὰ τοῦ «σεσαρκωμένην» ἔχομεν τὴν σάρκα· ἡ δὲ σὰρξ οὐκ ἀνούσιος. Ἡ φύσις οὖν τοῦ λόγου καὶ ἡ ἐνούσιος σὰρξ δύο οὐσίαι ἔσονται. 4 ∆ιὰ τί δὲ φύσιν θεότητος καὶ φύσιν σαρκὸς ἐπὶ Χριστοῦ ὁμολογοῦντες καὶ ἄλλο καὶ ἄλλο λέγοντες δύο φύσεις οὐ λέγετε, ἐκεῖ φοβούμενοι φόβον, οὗ οὐκ ἔστι φόβος; Καί φασιν, ὅτι ὁ ἀριθμὸς ἀρχή ἐστι διαιρέσεως, καὶ τὴν διαίρεσιν φεύγοντες οὔ φαμεν δύο τοῦ Χριστοῦ τὰς φύσεις. Πρὸς οὓς λέγομεν, ὅτι πᾶς ἀριθμὸς τῆς ποσότητος τῶν ἀριθμουμένων ἐστὶ σημαντικός, οὐ τῆς σχέσεως· τρεῖς γὰρ ἀνθρώπους λέγοντες οὐ τρεῖς φύσεις διῃρημένας σημαίνομεν, καὶ τρεῖς ὑποστάσεις ἐπὶ τῆς θεότητος λέγοντες οὐ διῃρημένας ταύτας ὁμολογοῦμεν. Οὕτω καὶ δύο φύσεις ἐπὶ Χριστοῦ φάσκοντες καὶ τὸν ἀριθμὸν σημαίνοντες οὐ προσιέμεθα τὴν διαίρεσιν· ὥσπερ γὰρ ἐπὶ τῆς ἁγίας τριάδος αἱ τρεῖς ὑποστάσεις ἀδιαιρέτως ἅμα καὶ ἀσυγχύτως ἥνωνται-ἀδιαιρέτως μὲν διά τε τὸ