1

 2

 3

 4

 5

3

μοναδικὸν τῆς φύσεως καὶ τὴν ἐν ἀλλήλαις ἀσύγχυτον περιχώρησιν, ἀσυγχύτως δὲ διὰ τὴν ὑποστατικὴν διαφορὰν ἤτοι τὸν τῆς ὑπάρξεως τρόπον, τὸ ἀγέννητόν φημι καὶ τὸ γεννητὸν καὶ τὸ ἐκπορευτόν-καὶ ὁ ἀριθμὸς τῶν ὑποστάσεων οὐκ εἰσάγει διαίρεσιν, οὕτω καὶ ἐπὶ τῆς τοῦ θεοῦ λόγου σαρκώσεως αἱ δύο φύσεις ἀδιαιρέτως ἅμα καὶ ἀσυγχύτως ἥνωνται- ἀδιαιρέτως μὲν διά τε τὸ μοναδικὸν τῆς ὑποστάσεως καὶ τὴν ἐν ἀλλήλαις τῶν φύσεων ἀσύγχυτον περιχώρησιν, ἀσυγχύτως δὲ διὰ τὴν οὐσιώδη διαφοράν, τὸ κτιστὸν λέγω καὶ τὸ ἄκτιστον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον, τὸ περιγραπτὸν καὶ ἀπερίγραπτον καὶ τὰ τοιαῦτα-καὶ ὁ ἀριθμὸς τῶν φύσεων οὐκ εἰσάγει διαίρεσιν. 5 Ἐπειδὴ δὲ ἀπορεῖν δοκοῦσιν ἡμῖν ἀβέβαια λαλοῦντες, ὅτι, εἰ οὐκ ἔστιν οὐσία ἀνυπόστατος οὐδὲ φύσις ἀπρόσωπος, δύο οὐσίας καὶ φύσεις ἐπὶ Χριστοῦ λέγοντες ἐξ ἀνάγκης δύο ἐρεῖτε ὑποστάσεις καὶ πρόσωπα, φαμέν, ὅτι οὐσία μὲν ἀνυπόστατος οὐκ ἔστιν οὐδὲ φύσις ἀπρόσωπος- ἐν γὰρ ταῖς ὑποστάσεσί τε καὶ προσώποις ἡ οὐσία καὶ ἡ φύσις θεωρεῖται -, οὐ μὴν δὲ ἡ οὐσία ὑπόστασίς ἐστιν οὐδὲ ἡ φύσις πρόσωπον. Εἰ γὰρ ἡ οὐσία ὑπόστασίς ἐστι καὶ ἡ φύσις πρόσωπον, ἀνάγκη ἐπὶ μὲν τῆς ἁγίας θεότητος ἢ μίαν λέγοντας οὐσίαν καὶ φύσιν μίαν ὁμολογεῖν ὑπόστασιν καὶ ἓν πρόσωπον ἢ τρεῖς ὑποστάσεις ὁμολογοῦντας καὶ πρόσωπα τρεῖς συνομολογεῖν οὐσίας καὶ φύσεις, ὁμοίως καὶ ἐπὶ τῆς ἀνθρωπότητος ἢ μίαν φύσιν καὶ μίαν ὑπόστασιν ὁμολογεῖν ἢ ἀπείρους λέγειν οὐσίας ὥσπερ καὶ τὰς ὑποστάσεις, ἀλλὰ καὶ ἐκ δύο φύσεων λέγοντας τὸν Χριστὸν ἐκ δύο αὐτὸν ὁμολογεῖν ὑποστάσεων. 6 Φαμὲν οὖν, ὅτι ἐν ὑποστάσεσι μὲν ἡ οὐσία θεωρεῖται, διὸ καὶ ἐνυπόστατός ἐστιν, ἀλλ' οὐχ ὑπόστασις. Οὐκ ἀνάγκη τοίνυν τὸ ἐνυπόστατον ὑπόστασιν λέγεσθαι. ∆ιττῶς γὰρ ἥ τε ὑπόστασις καὶ τὸ ἐνυπόστατον λέγεται. Ἡ μὲν γὰρ ὑπόστασις ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν δηλοῖ, καθὸ σημαινόμενον οὐ τὴν ἁπλῶς οὐσίαν σημαίνει, ἀλλὰ καὶ τὸ συμβεβηκός, ποτὲ δὲ τὸ ἄτομον ἤτοι τὸ πρόσωπον, ἥτις καθ' αὑτὸ λέγεται ὑπόστασις, ἥτις δηλοῖ Πέτρον, Παῦλον, τόνδε τὸν ἵππον καὶ τὰ τοιαῦτα. Τὸ δὲ ἐνυπόστατον ποτὲ μὲν τὴν οὐσίαν σημαίνει ὡς ἐν ὑποστάσει θεωρουμένην καὶ αὐθύπαρκτον οὖσαν, ποτὲ δὲ ἕκαστον τῶν εἰς σύνθεσιν μιᾶς ὑποστάσεως συνερχομένων, ὡς ἐπὶ ψυχῆς ἔχει καὶ σώματος. Καὶ ἡ θεότης τοίνυν καὶ ἡ ἀνθρωπότης τοῦ Χριστοῦ ἐνυπόστατός ἐστιν· ἔχει γὰρ ἑκατέρα κοινὴν τὴν μίαν σύνθετον αὐτοῦ ὑπόστασιν, ἡ μὲν θεότης προαιωνίως καὶ ἀιδίως, ἡ δὲ ἔμψυχος σὰρξ καὶ νοερὰ ἐπ' ἐσχάτων τῶν χρόνων ὑπ' αὐτῆς προσληφθεῖσα καὶ ἐν αὐτῇ ὑπάρξασα καὶ αὐτὴν ἐσχηκυῖα ὑπόστασιν. 7 Ἔτι φασίν, ὅτι οἱ ἅγιοι πατέρες τῷ ὑποδείγματι τοῦ ἀνθρώπου ἐχρήσαντο ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου· μία δὲ φύσις τῶν ἀνθρώπων ἐστί, μία τοίνυν καὶ τοῦ Χριστοῦ ἔσται φύσις. Ἀκουσάτωσαν τοίνυν· Τὸ τῆς φύσεως ὄνομα τάττεται καὶ ἐπὶ τοῦ εἴδους. Πάντες μὲν οὖν οἱ ἄνθρωποι λέγονται μιᾶς φύσεως εἶναι ὡς ὑφ' ἓν εἶδος ταττόμενοι, τὸ τῆς ἀνθρωπότητος. Οὐ μιᾶς δὲ φύσεως ὁ ἄνθρωπος ἐκ ψυχῆς ὢν καὶ τοῦ σώματος· οὐ γὰρ ἡ ἀσώματος καὶ ἀόρατος ψυχὴ τῷ ὁρατῷ σώματι ὁμοούσιος. Ὅταν μὲν οὖν ἄνθρωπος πρὸς ἄνθρωπον συγκρίνηται, ὁμοούσιοι λέγονται ὡς ὑφ' ἓν εἶδος τελοῦντες καὶ ὡς ἅπαντες ἐκ ψυχῆς συντεθειμένοι καὶ σώματος καὶ ὡς ἅπαντες δύο φέροντες φύσεις· ὅταν δὲ φυσιολογῆται ὁ ἄνθρωπος, δύο φύσεις ἐπ' αὐτοῦ θεωροῦνται, ψυχῆς λέγω καὶ σώματος, ἐν μιᾷ συντεθειμέναι ὑποστάσει. Ἐν γὰρ τῇ συγκρίσει τῆς ψυχῆς πρὸς τὸ σῶμα τίς οὕτως ἀνόητος, ὡς μίαν ἀμφοτέρων φύσιν εἰπεῖν; Ἐπὶ δὲ Χριστοῦ εἶδος οὐκ ἔστιν· οὐ γὰρ πολλοὶ Χριστοὶ ἐκ θεότητος συντεθειμένοι καὶ ἀνθρωπότητος, ἵνα πάντες ὑπὸ τὸ αὐτὸ εἶδος ταττόμενοι μιᾶς λεχθῶσι φύσεως, ἀλλ' εἷς ἐστι Χριστὸς ἐκ δύο καὶ ἐν δυσὶ γνωριζόμενος φύσεσι. Φησὶ γὰρ ὁ θεολόγος Γρηγόριος·