1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

13

γίνεται σπορᾶς ἐξ ἀνδρὸς καταβαλλομένης, καὶ τῆς τοῦ ἀνδρὸς σπορᾶς ἐστιν ἡ σύλληψις· καὶ ἡ σπορά ἐστιν ἡ ὑπόστασις ἅμα τῇ συλλήψει χορηγούσης τῆς γυναικὸς τὰ οἰκεῖα αἵματα καὶ συναφείας γινομένης, καὶ ἐν τῇ τοῦ ἀνδρὸς σπορᾷ ὑφισταμένων τῶν αἱμάτων, καὶ αὐτῆς τῆς σπορᾶς γινομένης αὐτοῖς ὑποστάσεως καὶ κοινῆς ὑποστάσεως ἑαυτῇ καὶ τοῖς γυναικείοις αἵμασι τῆς σπορᾶς γινομένης. Ἐπὶ δὲ τῆς ἁγίας παρθένου οὐχ οὕτως· οὐ γὰρ ἐκ σπορᾶς ἀνδρὸς ἡ σύλληψις, ἀλλὰ μετὰ τὴν συγκατάθεσιν τῆς ἁγίας παρθένου πνεῦμα ἅγιον ἐπῆλθεν ἐπ' αὐτὴν κατὰ τὸν τοῦ κυρίου λόγον, ὃν εἶπεν ὁ ἄγγελος, καθαῖρον αὐτὴν καὶ δύναμιν δεκτικὴν τῆς τοῦ λόγου θεότητος παρέχον, καὶ τότε ἐπεσκίασεν ἐπ' αὐτὴν ἡ τοῦ θεοῦ τοῦ ὑψίστου ἐνυπόστατος σοφία καὶ δύναμις, ὁ υἱὸς τοῦ θεοῦ, ὁ τῷ πατρὶ ὁμοούσιος, οἱονεὶ θεῖος σπόρος, καὶ συνέπηξεν ἑαυτῷ ἐκ τῶν ἁγνῶν καὶ καθαρωτάτων αὐτῆς αἱμάτων σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, αὐτὸς γεγονὼς αὐτῇ ὑπόστασις. Οὕτω τε θεὸς ὑπάρχων ἐκ πατρὸς φύσει γέγονε καὶ φύσει ἄνθρωπος ἐκ μητρός. Ἔστι τε ὁ αὐτὸς τοῦτο κἀκεῖνο, θεὸς τέλειος ἀληθῶς καὶ φύσει τέλειος ἄνθρωπος ἀψευδῶς, μία ὑπόστασις ἐν δυσὶν ἀδιαιρέτως ταῖς φύσεσιν. Οὐ γὰρ ἄνθρωπον ἀποθεωθέντα ὁμολογοῦμεν, ἀλλὰ θεὸν σεσαρκωμένον καὶ ἐνανθρωπήσαντα· «ὁ λόγος γὰρ σὰρξ ἐγένετο.» Καὶ ὅλον θεὸν καὶ ὅλον ἄνθρωπον τὸν αὐτὸν καταγγέλλομεν, ὅλον θεὸν μετὰ τῆς σαρκὸς αὐτοῦ καὶ ὅλον ἄνθρωπον μετὰ τῆς ὑπερθέου αὐτοῦ θεότητος. Καὶ μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην δογματίζομεν. Καὶ δύο τοῦ φύσει υἱοῦ τοῦ θεοῦ καὶ θεοῦ τὰς γεννήσεις γινώσκομέν τε καὶ καταγγέλλομεν, μίαν τὴν ἐκ πατρὸς προαιώνιον ἀσωμάτως καὶ ἀναιτίως καὶ μίαν τὴν ἐπ' ἐσχάτων τῶν χρόνων διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ τῆς ἁγίας παρθένου σαρκωθέντος καὶ ἐνανθρωπήσαντος, σωματικήν τε καὶ χρονικήν. ∆ιὸ καὶ θεοτόκον τὴν ἁγίαν παρθένον κηρύττομεν ὡς θεὸν κυρίως καὶ ἀληθῶς ἐξ αὐτῆς σαρκωθέντα γεννήσασαν. Χριστοτόκον δὲ αὐτὴν ἴσμεν μέν-Χριστὸν γὰρ ἐγέννησε-, ἀλλ' ἐπειδὴ ἐπ' ἀναιρέσει τῆς θεοτόκος φωνῆς ὁ θεώλης Νεστόριος ταύτῃ κατεχρήσατο, οὐ χριστοτόκον, ἀλλ' ἐκ τοῦ κρείττονος ταύτην θεοτόκον κατονομάζομεν· χριστοτόκοι γὰρ καὶ ἄλλαι προφητῶν καὶ βασιλέων μητέρες, μόνη δὲ θεοτόκος ἡ ἁγία παρθένος Μαρία. ∆ύο δὲ τὰς φύσεις τοῦ ἑνὸς Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ἴσμεν καὶ δύο τὰς φυσικὰς θελήσεις τε καὶ ἐνεργείας· ἐνεργεῖ γὰρ ἐν ἑκατέρᾳ μορφῇ καὶ θέλει τοῦθ', ὅπερ ἴδιον ἔσχηκεν μετὰ τῆς θατέρου κοινωνίας. Καὶ τριάδι, οὐ τετράδι, καὶ μετὰ τὴν ἐνανθρώπησιν τοῦ υἱοῦ τοῦ θεοῦ λατρεύομεν, ἑνὶ πατρί, ἑνὶ υἱῷ τοῦ θεοῦ καὶ τῆς παρθένου, τῷ αὐτῷ θεῷ καὶ ἀνθρώπῳ, καὶ ἑνὶ ἁγίῳ πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.