1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

11

πῶς ἄλλος ἐστὶ παρὰ τὸν θεὸν λόγον, τὸν τοῦ θεοῦ υἱόν; Καὶ εἰ ἡ εἰς αὐτὸν πίστις ζωή ἐστιν αἰώνιος, πῶς οὐκ ἔστι φύσει θεός; Οὐ γὰρ οἱ εἰς κτίσμα πιστεύοντες ἢ εἰς προφήτην ἔχουσι ζωὴν αἰώνιον, ἀλλ' οἱ εἰς τὸν ἀληθῆ θεὸν μόνον. Καὶ πάλιν· «Οὐχ ὅτι τὸν πατέρα ἑώρακέ τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα.» Καὶ πάλιν· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς.» Καὶ πάλιν· «Ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα, ὅπου ἦν τὸ πρότερον.» Εἰ μὴ ὁ αὐτός ἐστιν υἱὸς ἀνθρώπου καὶ υἱὸς θεοῦ ὁ προαιώνιος, πῶς, ὅπου ἦν τὸ πρότερον, ἀνέβη; Ἀνέβη μὲν γὰρ ὡς ἄνθρωπος, ὅπου ἦν τὸ πρότερον ὡς θεός, θεὸς ὢν ὁ αὐτὸς ὁμοῦ καὶ ἄνθρωπος. Καὶ πάλιν· «Ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.» Τίς ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχει, εἰ μὴ θεὸς μόνος; Καὶ πάλιν· «Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν·» Οὐκ ἐρεῖ ποτε ἄνθρωπος· Ἐγὼ καὶ ὁ θεὸς ἕν ἐσμεν, οὐδέ· Ἐγὼ καὶ ἄγγελος ἕν ἐσμεν, ἀλλ' οὔτε ἄγγελος ἂν εἴποι· Ἐγὼ καὶ ὁ θεὸς ἕν ἐσμεν, ἤ· Ἐγὼ καὶ ἄνθρωπος ἕν ἐσμεν. Κατεξαίρετον δὲ κτίσμα οὐκ ἐρεῖ ποτε· Ἐγὼ καὶ ὁ δημιουργὸς ἕν ἐσμεν. Ἐπὶ γὰρ τῶν κτισμάτων τυχὸν ἂν εἴποι ἄνθρωπος· Ἐγὼ καὶ ἄγγελος ἕν ἐσμεν, κατὰ τὸ κτιστόν, κατὰ τὸ δοῦλον· κτίσμα δὲ τῷ κτίστῃ κατ' οὐδὲν ἕν. Καὶ μετ' ὀλίγα σύγκρισιν ἑαυτοῦ πρὸς τοὺς θέσει καὶ οὐ φύσει θεοὺς ποιούμενός φησιν· «Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν· Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες; Εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ θεοῦ εἰμι;» Καὶ δεικνύς, ὅτι θεός ἐστι καὶ τῷ πατρὶ ὁμοούσιος, ἐκ τῆς τῶν ἔργων ὁμοιότητός φησιν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πέμψαντός με, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε, ἵνα γνῶτε καὶ πιστεύσητε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί.» Ὡς καὶ ἀνωτέρω φησίν· «Ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ υἱός, οὓς θέλει, ζωοποιεῖ,» «ὅτι υἱὸς ἀνθρώπου ἐστί. Μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ζήσονται.» Εἰπών· «Ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ», ἐπήγαγε· «Οὕτως καὶ ὁ υἱός, οὓς θέλει, ζωοποιεῖ» δεικνύς, ὅτι αὐτεξουσίως καὶ φύσει ἐστὶ ζωοποιὸς ὁ υἱὸς ὡς καὶ ὁ πατὴρ καὶ οὐ χάριτι. Εἶτα ἐπάγει· Ὅτι οὗτος ὁ υἱὸς τοῦ θεοῦ ὁ φύσει ζωοποιὸς «υἱὸς ἀνθρώπου ἐστίν.» Οὐκ εἶπε· Υἱὸς ἀνθρώπου λέγεται, ἀλλ' «ἔστι», καὶ «μὴ θαυμάζετε τοῦτο», φησίν, ὅτι «υἱὸς ἀνθρώπου ζωοποιεῖ». Οὗτος γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου υἱός ἐστι τοῦ θεοῦ οὐκ ὀνόματι οὐδὲ χάριτι, ἀλλὰ φύσει, ἐπειδὴ φύσει ζωοποιὸς ὥσπερ ὁ πατὴρ φύσει θεὸς ὥσπερ καὶ ὁ πατήρ. Καὶ πάλιν πρὸς τὴν Μάρθαν· «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται.» Καὶ πάλιν· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. Οὐ πιστεύεις, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί;» Καὶ πάλιν· «Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καί, ὃν ἀπέστειλας, Ἰησοῦν.» Τοῦ Φιλίππου εἰπόντος· «∆εῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν,» εἰδὼς ὁ κύριος, ὡς ἀμήχανον σωματικοῖς ὀφθαλμοῖς θεὸν ὁρᾶν αὖθις τε ὡς ἡ αὐτοῦ ἐπίγνωσις τοῦ πατρός ἐστιν ἐπίγνωσις ὡς ὁμοουσίου-τῶν γὰρ ὁμοουσίων μία καὶ ἡ αὐτὴ γνῶσις-, ἐπιπληκτικώτερόν φησι πρὸς αὐτόν· «Τοσοῦτον χρόνον ἔχω μεθ' ὑμῶν καὶ οὐκ ἔγνωκάς με, Φίλιππε;» Ἔγνω μὲν γὰρ αὐτὸν ἄνθρωπον, ἀλλ' ἐπιπλήττεται ὡς μὴ θεὸν αὐτὸν πίστει καὶ διανοίας ἐπεγνωκὼς ὄμμασιν. Εἰ γὰρ αὐτὸν ἐπεγνώκει θεόν, ἐπέγνω ἂν καὶ τὸν πατέρα· ὁ γὰρ ἑωρακὼς αὐτόν, θεὸν δηλαδή, ἐπέγνω καὶ τὸν πατέρα. Οὐ γὰρ ὁ ἄνθρωπον αὐτὸν ἐπιγνοὺς μόνον ἤδη καὶ τὸν πατέρα ἔγνω· οὐ γὰρ ἄνθρωπος ὁ πατήρ.