1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

4

17 Ὁ κύριος τὴν προαιώνιον ὕπαρξιν ἑαυτῷ μαρτυρῶν φησιν· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί», καὶ πάλιν· «Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ». Πῶς ὁ ἐκ σπέρματος ∆αυίδ, ὁ υἱὸς Ἀβραάμ, πρὶν Ἀβραὰμ γενέσθαι ἦν εἰ μὴ ὡς θεός; Πῶς δὲ υἱός ἐστι τοῦ Ἀβραὰμ ὁ αὐτὸς εἰ μὴ ὡς ἐπ' ἐσχάτων γενόμενος ἄνθρωπος; «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ»; Πῶς υἱὸς ἀνθρώπου ἐκ τοῦ οὐρανοῦ καταβέβηκε καὶ ἔστιν ἐν τῷ οὐρανῷ; Καὶ πῶς «ὁ ὢν ἐν τῷ οὐρανῷ» ἀναβαίνει εἰς τὸν οὐρανόν, ἢ ὅτι ὁ αὐτὸς θεὸς ὢν καὶ ἄνθρωπος καθὸ μὲν θεὸς συγκαταβατικῶς κάτεισι καὶ σαρκοῦται καὶ ἄνθρωπος γίνεται καὶ τῶν οὐρανῶν οὔτε μὴν τῶν πατρικῶν οὐκ ἐξίσταται κόλπων, καθὸ δὲ ἄνθρωπος γέγονεν, «ἄνεισιν, ὅπου ἦν τὸ πρότερον» ὡς θεός, καθὼς αὐτὸς πάλιν ὁ ἀψευδής, ἡ ἐνυπόστατος ἀλήθεια, εἴρηκε· «Ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνερχόμενον, ὅπου ἦν τὸ πρότερον»; Ὡς γὰρ θεὸς προαιώνιός τέ ἐστι καὶ ἀπερίγραπτος, κἂν εἰ καταβεβηκέναι λέγεται-κατάβασιν γὰρ ἐπ' αὐτοῦ τὴν συγκατάβασίν φαμεν καὶ ταπείνωσιν καὶ τὴν ἐπὶ γῆς φανέρωσιν-, ὡς δὲ ἄνθρωπος πεφηνὼς περιγραπτὸς καὶ ὑπὸ χρόνον. 18 Ἰωάννης ὁ πρόδρομος καὶ βαπτιστής φησιν· «Οὗτός ἐστι, περὶ οὗ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων», καὶ «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Σύνετε, ὅπως ἄνδρα λέγων καὶ ἀμνὸν ὀνομάζων οὐχ ἕτερόν φησι τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου καὶ τὸ μέγα τοῦτο καὶ ἐξαίσιον ἀληθῶς καὶ θεοπρεπὲς ἀξίωμα προσνενέμηκεν αὐτῷ. Ἔμπροσθεν δὲ καὶ πρῶτον εἶναί φησιν αὐτοῦ, καίτοι κατόπιν ἐρχόμενον, κατά γέ φημι τὸν τῆς κατὰ σάρκα γεννήσεως χρόνον. Εἰ γὰρ καὶ ἔστιν ὀψιγενὴς ὡς ἄνθρωπος ὁ Ἐμμανουήλ, ἀλλ' ἦν πρὸ παντὸς αἰῶνος ὡς θεός. Αὐτοῦ τοιγαροῦν καὶ τὸ πρόσφατον ἀνθρωπίνως καὶ τὸ ἀίδιον θεϊκῶς. ∆ιὸ καὶ Ζαχαρίας, ὁ Ἰωάννου πατήρ, τῷ ἑαυτοῦ παιδὶ προφητεύ ων φησί· «Καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.» 19 Ὁ ἐκ παρθένου υἱὸς ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· «Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;» Ἑτέρων οὖν λεγόντων ἕτερον καὶ ἕνα τῶν προφητῶν ὑποτοπαζόντων οὐκ ἀποδεξάμενος ὡς μὴ τἀληθῆ φασκόντων πάλιν ἠρώτα· «Ὑμεῖς δὲ» οἱ πλέον τῶν ἄλλων εἰδότες «τίνα με λέγετε;» Τότε ὁ πανάριστος Πέτρος, ἡ κορυφαία τῶν ἀποστόλων ἀκρότης, οὐ γυμνὸν οὐδ' ἄσαρκον καταθεώμενος λόγον οὐδὲ ψιλὸν καὶ θεοφόρον ἄνθρωπον, ἀλλ' υἱὸν θεοῦ καὶ θεὸν φύσει καὶ φύσει γενόμενον ἄνθρωπον καὶ ἕνα τοῦτό τε κἀκεῖνο ὄντα Χριστόν· «Σὺ εἶ ὁ Χριστός», ἔλεγεν, «ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.» Οὐκ εἶπεν· Χριστός, ἀσυνάρθρως, ἀλλ' «ὁ Χριστὸς» ὁ προσδοκώμενος, ὁ προφητευόμενος, καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλ' ἐπήγαγεν «ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος». Οὐκ εἶπεν· Υἱός, ἀλλ' «ὁ υἱός», ὁ μονογενής, ὁ εἷς, ὁ προαιώνιος, ἀκήκοέ τε· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.» «Οὐδεὶς γὰρ ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ.» 20 Καὶ οἱ μαθηταὶ τῆς ἐπὶ τῆς θαλάσσης πορείας τὴν θεοσημείαν κατατεθηπότες ἔφασαν· «Ἀληθῶς θεοῦ υἱὸς εἶ.» Ἀλλ' εἰ νόθος καὶ εἰσποιητός, οὐκ «ἀληθῶς». Ἐγκαλείσθωσαν τοίνυν οἱ μακάριοι μαθηταὶ πρὸς ὑμῶν. 21 Εἰ μία φύσις τῆς ἁγίας τριάδος καὶ μία ἐνέργεια καὶ πάντα ἐπ' αὐτῆς κοινὰ πλὴν τῆς ὑποστάσεως, σχέσει δὲ καὶ ἐνεργείᾳ ἥνωτο ὁ θεὸς λόγος τῇ σαρκὶ τῇ