1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

50

κατορθοῦντος. Ὅρα γὰρ, πῶς σοφός ἐστι, φησί· μεταδίδωσι τῶν ὄντων, ἐλεήμων ἐστὶ, φιλάνθρωπος· ἐπέγνω τὴν φύσιν ὅτι κοινή· ἐπέγνω τὴν τῶν χρημάτων χρῆσιν, ὅτι οὐδενὸς ἀξία λόγου· ὅτι τῶν σωμάτων τῶν οἰκείων δεῖ φείδεσθαι μᾶλλον, ἢ τῶν χρημάτων. ∆ιὸ δόξης καταφρονῶν καὶ φιλόσοφός ἐστιν· οἶδε γὰρ τὰ ἀνθρώπινα πράγματα. Τῶν θείων καὶ ἀνθρωπίνων πραγμάτων γνῶσις ἡ φιλοσοφία. Οὐκοῦν οἶδε μὲν ποῖα θεῖα, ποῖα δὲ ἀνθρώπινα, καὶ τῶν μὲν ἀπέχεται, ταῦτα δὲ ἐργάζεται· οἶδε, καὶ εὐχαριστεῖ τῷ Θεῷ ἐν πᾶσιν· οὐδὲν εἶναι νομίζει τὸν παρόντα βίον· διὰ τοῦτο οὐδὲ ἥδεται τοῖς χρηστοῖς, οὔτε λυπεῖται τοῖς ἐναντίοις. Μηδὲ περιμείνῃς ἕτερον διδάσκαλον· ἔχεις τὰ λόγια τοῦ Θεοῦ· οὐδείς σε διδάσκει ὡς ἐκεῖνα. Οὗτος μὲν γὰρ πολλὰ καὶ διὰ κενοδοξίαν καὶ διὰ βασκανίαν ἐπικρύπτει πολλάκις. Ἀκούσατε, παρακαλῶ, πάντες οἱ βιωτικοὶ, καὶ κτᾶσθε βιβλία φάρμακα τῆς ψυχῆς. Εἰ μηδὲν ἕτερον βούλεσθε, τὴν γοῦν Καινὴν κτήσασθε, τῶν ἀποστόλων τὰς Πράξεις, τὰ Εὐαγγέλια, διδασκάλους διηνεκεῖς. Ἂν λύπη συμβῇ, ὥσπερ εἰς ἀποθήκην φαρμάκων ἔγκυψον· λάβε παραμυθίαν ἐκεῖθεν τοῦ δεινοῦ, ἂν ζημία, ἂν θάνατος, ἂν ἀποβολὴ οἰκείων· μᾶλλον δὲ μὴ ἔγκυπτε, ἀλλὰ ἀνάλαβε πάντα, ἔχε ἐπὶ τῆς διανοίας. Τοῦτο πάντων αἴτιον τῶν κακῶν, τὸ μὴ εἰδέναι τὰς Γραφάς. Χωρὶς ὅπλων 62.362 εἰς πόλεμον βαδίζομεν· καὶ πῶς ἔδει σωθῆναι; Ἀγαπητὸν μετὰ τούτων σωθῆναι, μήτι γε χωρὶς τούτων. Μὴ τὰ πάντα ἐφ' ἡμᾶς ῥίπτετε· πρόβατά ἐστε, ἀλλ' οὐκ ἄλογα, ἀλλὰ λογικά· πολλὰ καὶ ὑμῖν ὁ Παῦλος ἐπιτρέπει. Οἱ διδασκόμενοι οὐ διαπαντὸς ἐπὶ τὸ μαθεῖν διατρίβουσιν, ἐπεὶ οὐ διδάσκονται· ἂν ἀεὶ μανθάνῃς, οὐδέποτε μαθήσῃ. Μὴ οὕτως ἔρχου, ὡς ἀεὶ μαθησόμενος· ἐπεὶ οὐδέποτε εἴσῃ, ἀλλ' ὡς καὶ ἀπομαθησόμενος, καὶ διδάξων ἕτερον. Εἰπὲ δέ μοι, οὐχὶ ὡρισμένους καιροὺς παραμένουσιν ἅπαντες ἐν τοῖς μαθήμασι, καὶ ἐν πάσαις ἁπλῶς ταῖς τέχναις; Οὕτως ἅπαντες ὁρίζομεν φανερὸν καιρόν· ἂν δὲ ἀεὶ μανθάνῃ, τεκμήριόν ἐστι τοῦ μηδὲν μαθεῖν. βʹ. Τοῦτο τὸ ὄνειδος τοῖς Ἰουδαίοις ὁ Θεὸς εἶπεν· Αἰρόμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἕως γήρως. Εἰ μὴ ἀεὶ τοῦτο προσεδοκᾶτε, οὐκ ἂν οὕτως εἰς τοὐπίσω πάντα ἀπῄει. Εἰ ἐνῆν τοὺς μὲν εἶναι μεμαθηκότας, τοὺς δὲ μέλλοντας, προέκοψεν ἂν τὸ ἔργον ἡμῖν· παρεχωρήσατε ἂν ἑτέροις, καὶ συναντελάβεσθε καὶ ἡμῖν. Εἰπέ μοι, εἰ πρὸς γραμματιστήν τινες ἀπίοιεν, εἶτα μένοιεν ἀεὶ τὰ στοιχεῖα μανθάνοντες, οὐ πολὺν τῷ διδασκάλῳ πόνον παρέξουσι; Μέχρι τίνος ὑμῖν περὶ βίου διαλεγόμεθα; Ἐπὶ τῶν ἀποστόλων οὕτως οὐκ ἦν, ἀλλὰ συνεχῶς μετεπήδων, τοὺς πρότερον μανθάνοντας διδασκάλους καθιστῶντες ἑτέρων τινῶν μαθητευομένων. Οὕτως ἠδυνήθησαν τὴν οἰκουμένην περιελθεῖν, τῷ μὴ προσδεσμεῖσθαι τόπῳ ἑνί. Πόσης οἴεσθε διδασκαλίας δεῖσθαι τοὺς ὑμετέρους ἀδελφοὺς τοὺς ἐπὶ τῶν ἀγρῶν, καὶ τοὺς ἐκείνων διδασκάλους; Ἀλλ' ὑμεῖς με κατέχετε προσηλώσαντες. Πρὶν ἢ γὰρ τὴν κεφαλὴν καλῶς διατεθῆναι, περιττὸν ἐπὶ τὸ λοιπὸν σῶμα ἱέναι. Πάντα ἡμῖν ἐπιῤῥίπτετε. Ὑμᾶς ἐχρῆν παρ' ἡμῶν μανθάνειν μόνον· τὰς δὲ γυναῖκας παρ' ὑμῶν, τὰ παιδία παρ' ὑμῶν· ἀλλὰ πάντα ἡμῖν καταλιμπάνετε. ∆ιὰ τοῦτο πολὺς ὁ κόπος. ∆ιδάσκοντες, φησὶ, καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς. Ὅρα καὶ τὸ ἀνεπαχθὲς τοῦ Παύλου. Ἐπειδὴ ἡ ἀνάγνωσις ἔχει πόνον, καὶ πολὺ τὸ φορτικὸν, οὐκ ἐφ' ἱστορίας ἤγαγεν, ἀλλ' ἐπὶ ψαλμοὺς, ἵνα ὁμοῦ καὶ τέρπῃς τὴν ψυχὴν ᾄδων, καὶ ὑποκλέπτῃς τὸν πόνον. Ὕμνοις, φησὶ, καὶ ᾠδαῖς πνευματικαῖς. Νῦν δὲ σατανικὰς μὲν ᾠδὰς καὶ ὀρχήσεις αἱροῦσιν οἱ παῖδες οἱ ὑμέτεροι, καθάπερ οἱ μάγειροι καὶ οἱ ὀψῶναι καὶ οἱ χορευταί· ψαλμὸν δὲ οὐδεὶς οὐδένα οἶδεν, ἀλλὰ καὶ αἰσχύνη τὸ πρᾶγμα δοκεῖ εἶναι καὶ χλευασία καὶ γέλως. Ἐκεῖθεν ἅπαντα τὰ κακὰ σώζεται. Ἐν οἵᾳ γὰρ ἂν ἑστήκῃ γῇ τὸ φυτὸν, τοιοῦτον φέρει