1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

40

τοσοῦτον ἐνυβρίσαι τῇ τρυφῇ, ὥστε πλάτανον ποιῆσαι χρυσῆν, καὶ οὐρανὸν ἄνωθεν, καὶ οὕτω καθίσαι, καὶ ταῦτα ἐπιστρατεύων ἀνθρώποις πολεμεῖν μεμαθηκόσιν. Ἆρα οὐχ ἱπποκενταύρων αὕτη ἡ ἐπιθυμία; ἆρα οὐ Σκύλλης; Ἕτερος πάλιν εἰς βοῦν ξύλινον ἐνέβαλε τοὺς ἀνθρώπους. Ἆρα οὐ Σκύλλα τοῦτο; Τέως δὲ τῶν πρότερον ἐξ ἀνδρὸς γυναῖκα ἐποίησε τὸν βασιλέα, τὸν στρατιώτην· ἀπὸ γυναικὸς, τί εἴπω; θηρίον ἄλογον, καὶ ἔτι τούτου χεῖρον. Τὰ γὰρ θηρία ὑπὸ δένδρων ἂν ᾖ, ἀνέχονται τῆς φύσεως, καὶ πλέον οὐδὲν ἐπιζητοῦσιν· οὗτος δὲ καὶ τῶν θηρίων τὴν φύσιν ὑπερηκόντισεν. Ἆρα τί γένοιτ' ἂν τῶν πλουτούντων ἀνοητότερον; Τοῦτο δὲ ἀπὸ τῆς πλεονεξίας τῶν ἐπιθυμιῶν γίνεται. Ἆρα οὐχὶ πολλοὶ θαυμάζουσιν αὐτόν; Τοιγάρτοι τοῦ γέλωτος κοινωνοῦσιν αὐτῷ. Τοῦτο οὐ τὸν πλοῦτον ἐδείκνυ, ἀλλὰ τὴν ἄνοιαν. Πόσῳ τῆς χρυσῆς ἐκείνης πλατάνου ἡ τῆς γῆς βελτίων; τὰ γὰρ κατὰ φύσιν τῶν παρὰ φύσιν ἡδίω. Τί δέ σοι ὁ χρυσοῦς οὐρανὸς ἐβούλετο, ἀνόητε; Ὁρᾷς πῶς μαινομένους ὁ πλοῦτος ποιεῖ ὁ πολύς; πῶς φλεγμαίνει; Οἶμαι αὐτὸν καὶ τὴν θάλατταν ἀγνοεῖν, καὶ τάχα βαδίζειν βούλεσθαι ἐπ' αὐτῆς. Ἆρα οὐ χίμαιρα ταῦτα; ἆρα οὐχ ἱπποκένταυρος; Ἀλλ' εἰσὶ καὶ νῦν τινες οἳ οὐδὲ ἐκείνου ἀποδέουσιν, ἀλλὰ πολλῷ ἀνοητότεροι τυγχάνουσιν ὄντες. Τί γὰρ, εἰπέ μοι, τῆς χρυσῆς πλατάνου διαφέρουσι κατὰ ἄνοιαν οἱ κεράμια ποιοῦντες χρυσᾶ καὶ χύτρας καὶ ἀλάβαστρα; Τί δὲ αἱ γυναῖκες (αἰσχύνομαι μὲν οὖν, πλὴν ἀναγκαῖον εἰπεῖν), ἀμίδας ἀργυρᾶς ποιοῦσαι; Ὑμᾶς αἰσχύνεσθαι τὰς ταῦτα ποιούσας ἔδει. Τοῦ Χριστοῦ λιμώττοντος, σὺ οὕτω τρυφᾷς; μᾶλλον δὲ ἀνοηταίνεις; ποίαν αὗται κόλασιν οὐ τίσουσιν; Ἔτι οὖν ἐρωτᾷς, διὰ τί λῃσταὶ, διὰ τί ἀνδροφόνοι, διὰ τί τὰ κακὰ, οὕτως ὑμᾶς τοῦ διαβόλου παρασύραντος; Τὸ μὲν γὰρ πινάκια ἔχειν ἀργυρᾶ, οὐδὲ τοῦτο μὲν κατὰ φιλόσοφον ψυχὴν, ἀλλὰ τρυφῆς τὸ πᾶν· τὸ δὲ καὶ σκεύη ἀκάθαρτα ποιεῖν ἐξ ἀργύρου, ἆρα τρυφῆς; ἀλλ' οὐκ ἂν εἴποιμι τρυφῆς, ἀλλ' ἀνοίας· ἀλλ' οὐδὲ τοῦτο, ἀλλὰ μανίας, μᾶλλον δὲ καὶ μανίας χεῖρον. εʹ. Οἶδα ὅτι πολλοί με κωμῳδοῦσιν ἐπὶ τούτῳ, ἀλλ' οὐκ ἐπιστρέφομαι, μόνον γενέσθω τι πλέον. Ὄντως ἀνοήτους ποιεῖ τὸ πλουτεῖν καὶ μαινομένους. Εἰ τοσαύτη ἦν ἡ περιουσία, ἐβουλήθησαν ἂν καὶ τὴν γῆν εἶναι χρυσῆν, καὶ τοίχους χρυσοῦς, τάχα καὶ τὸν οὐρανὸν καὶ τὸν ἀέρα ἀπὸ χρυσοῦ. Τίς ἡ μανία, τίς ἡ παρανομία; τίς ὁ πυρετός; Ἕτερος τῷ κρυμῷ διαφθείρεται ὁ κατ' εἰκόνα Θεοῦ, σὺ δὲ τοιαῦτα κατασκευάζεις; Ὢ τοῦ τύφου· τί ἂν πλέον μαινόμενος ἐποίησε; τὰ ἀποπατήματα οὕτω τιμᾷς, ὥστε ἀργύρῳ ὑποδέχεσθαι; Οἶδα ὅτι ναρκᾶτε ἀκούοντες, ἀλλ' αἱ ποιοῦσαι ναρκᾷν ὀφείλουσι, καὶ οἱ τοῖς τοιούτοις νοσήμασιν ἄνδρες ὑπηρετούμενοι! ἀκολασία γάρ ἐστι καὶ ὠμότης καὶ ἀπανθρωπία καὶ θηριωδία καὶ ἀσέλγεια τοῦτο. Ποία Σκύλλα, ποία χίμαιρα, ποῖος δράκων, μᾶλλον δὲ ποῖος δαίμων, ποῖος διάβολος ταῦτα ἂν ἐποίησε· Τί τοῦ Χριστοῦ ὄφελος; τί δὲ τῆς πίστεως, ὅταν ἀνθρώπων ἀνέχηταί τις Ἑλλήνων, μᾶλ 62.350 λον δὲ οὐχ Ἑλλήνων, ἀλλὰ δαιμόνων; Εἰ χρυσῷ καὶ μαργαρίταις τὴν κεφαλὴν κοσμεῖν οὐ δεῖ, ὁ τῷ ἀργύρῳ εἰς ἀκάθαρτον οὕτως ὑπηρεσίαν κεχρημένος, ποίας συγγνώμης τεύξεται; οὐκ ἀρκεῖ τὰ λοιπὰ, καίτοι γε οὐδὲ ἐκεῖνα ἀνεκτὰ, καθέδραι καὶ ὑποπόδια ἐξ ἀργύρου πάντα; καίτοι καὶ ταῦτα ἀνοίας. Ἀλλὰ πανταχοῦ ὁ τῦφος ὁ περισσὸς, πανταχοῦ ἡ κενοδοξία· οὐδαμοῦ τῆς χρείας, ἀλλὰ πανταχοῦ τῶν περιττῶν. Ἐγὼ δέδοικα μὴ ὑπὸ τῆς μανίας ταύτης προβαῖνον τὸ γυναικεῖον γένος τεράτων ἀναλάβῃ μορφήν· εἰκὸς γὰρ αὐτὰς ἐπιθυμῆσαι καὶ τρίχας ἔχειν χρυσᾶς. Ἢ ὁμολογήσατε ὅτι οὐκ ἐπάθετέ τι πρὸς τὸ λεχθὲν καὶ διανέστητε καὶ εἰς ἐπιθυμίαν ἐνεπέσετε, καὶ εἰ μή γε ἡ αἰσχύνη κατεῖχεν, οὐκ ἂν παρῃτήσασθε. Εἰ γὰρ καὶ τὰ τούτων ἀτοπώτερα τολμᾶτε, πολλῷ μᾶλλον καὶ τρίχας ἔχειν οἶμαι ταύτας ἐπιθυμῆσαι χρυσᾶς, καὶ τὰ χείλη, καὶ τὰς ὀφρῦς, καὶ πάντα χρυσὸν