1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

19

υἱοὺς Θεοῦ καλεῖσθαι τοὺς αὐτῆς ποιητὰς καὶ δημιουργούς· εἰκότως· ἐπεὶ καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἐπὶ τούτῳ ἦλθεν εἰς τὴν γῆν, εἰρηνοποιήσων τὰ ἐν τῇ γῇ, καὶ τὰ ἐν τοῖς οὐρανοῖς. Εἰ δὲ οἱ εἰρηνοποιοὶ υἱοὶ τοῦ Θεοῦ, οἱ νεωτεροποιοὶ υἱοὶ διαβόλου. Τί λέγεις; ἔρεις καὶ μάχας ἐμβάλλεις; Καὶ τίς οὕτως ἄθλιος, φησίν; Εἰσὶ γὰρ πολλοὶ χαίροντες ἐπὶ τοῖς κακοῖς, καὶ τὸ σῶμα τοῦ Χριστοῦ διασπῶντες μᾶλλον, ἢ οἱ στρατιῶται τῇ λόγχῃ διέτεμνον, ἢ οἱ Ἰουδαῖοι τοῖς ἥλοις διέκοψαν. Ἐκεῖνο τούτου ἔλαττον τὸ κακόν· ἐκεῖνα διατμηθέντα τὰ μέλη πάλιν συνήφθη· ταῦτα δὲ ἀποσπασθέντα, ἂν ἐνθάδε μὴ συναφθῇ, οὐκέτι συναφθήσεται, ἀλλὰ μένει τοῦ πληρώματος ἔξω. Ὅταν βούλῃ τῷ ἀδελφῷ πολεμῆσαι, ἐννόησον ὅτι τοῖς μέλεσι τοῦ Χριστοῦ πολεμεῖς, καὶ παῦσαι τῆς μανίας. Τί γὰρ, εἰ ἀπεῤῥιμμένος ἐστὶν, εἰ εὐτελής; τί γὰρ, εἰ εὐκαταφρόνητος; Οὕτως οὐκ ἔστι θέλημα, φησὶν, ἔμπροσθεν τοῦ Πατρός μου, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων· καὶ πάλιν· Οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Ὁ Θεὸς δι' αὐτὸν καὶ δοῦλος ἐγένετο, καὶ ἐσφάγη· σὺ δὲ οὐδὲν αὐτὸν εἶναι νομίζεις; Οὐκοῦν μάχῃ καὶ κατὰ τοῦτο τῷ Θεῷ, τὰς ἐναντίας αὐτῷ φέρων ψήφους. Ὅταν εἰσέλθῃ ὁ τῆς Ἐκκλησίας προεστὼς, εὐθέως 62.323 λέγει· Εἰρήνη πᾶσιν· ὅταν ὁμιλῇ, Εἰρήνη πᾶσιν· ὅταν εὐλογῇ, Εἰρήνη πᾶσιν· ὅταν ἀσπάζεσθαι κελεύῃ, Εἰρήνη πᾶσιν· ὅταν ἡ θυσία τελεσθῇ, Εἰρήνη πᾶσι. Καὶ μεταξὺ πάλιν, Χάρις ὑμῖν καὶ εἰρήνη. Πῶς οὖν οὐκ ἄτοπον, εἰ τοσαυτάκις ἀκούοντες εἰρήνην ἔχειν, ἐκπεπολεμώμεθα πρὸς ἀλλήλους, καὶ λαμβάνοντες, καὶ ἀντιδιδόντες, τῷ διδόντι τὴν εἰρήνην πολεμοῦμεν; Λέγεις, Καὶ τῷ πνεύματί σου, καὶ διαβάλλεις αὐτὸν ἔξω; Οἴμοι, ὅτι τὰ σεμνὰ τῆς Ἐκκλησίας, σχήματα γέγονε πραγμάτων μόνον, ἀλλ' οὐκ ἀλήθειά τις· οἴμοι, ὅτι μέχρι ῥημάτων τὰ σύμβολα μένει τοῦ στρατοπέδου τούτου. Ὅθεν καὶ ἀγνοεῖτε διὰ τί λέγεται, Εἰρήνη πᾶσιν. Ἀλλ' ἀκούετε τῶν ἑξῆς, τί φησιν ὁ Χριστός· εἰς ἣν δ' ἂν πόλιν ἢ κώμην εἰσέλθητε, Εἰσερχόμενοι εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν· καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἀποστραφήτω. ∆ιὰ τοῦτο οὐκ ἴσμεν, ὅτι τύπον ῥημάτων νομίζομεν ταῦτα εἶναι, καὶ οὐ συντιθέμεθα τῷ νῷ. Μὴ γὰρ ἐγὼ δίδωμι τὴν εἰρήνην; Ὁ Χριστὸς δι' ἡμῶν φθέγγεσθαι καταξιῶν. Εἰ καὶ τὸν ἄλλον ἅπαντα χρόνον κενοὶ τῆς χάριτός ἐσμεν, ἀλλ' οὐ νῦν δι' ὑμᾶς. Εἰ γὰρ εἰς ὄνον ἐνήργησε καὶ εἰς μάντιν ἡ τοῦ Θεοῦ χάρις, δι' οἰκονομίαν καὶ τὴν τῶν Ἰσραηλιτῶν ὠφέλειαν, εὔδηλον ὅτι οὐδὲ εἰς ἡμᾶς παραιτήσεται ἐνεργεῖν, ἀλλ' ἀνέξεται καὶ τοῦτο δι' ἡμᾶς. εʹ. Μηδεὶς τοίνυν εἴποι, ὅτι εὐτελὴς ἐγὼ καὶ ταπεινὸς καὶ οὐδενὸς ἄξιος λόγου, καὶ οὕτω μοι προσεχέτω. Εἰμὶ γὰρ τοιοῦτος· ἀλλ' ἀεὶ ἔθος τῷ Θεῷ διὰ τοὺς πολλοὺς καὶ τοῖς τοιούτοις ἐφίστασθαι. Καὶ ἵνα μάθητε, τῷ Κάϊν κατηξίωσε λαλῆσαι διὰ τὸν Ἄβελ, τῷ διαβόλῳ διὰ τὸν Ἰὼβ, τῷ Φαραὼ διὰ τὸν Ἰωσὴφ, τῷ Ναβουχοδονόσορ διὰ τὸν ∆ανιὴλ, τῷ Βαλτάσαρ διὰ τὸν αὐτόν. Καὶ μάγοι δὲ ἀποκαλύψεως ἔτυχον, καὶ Καϊάφας προεφήτευσε χριστοκτόνος ὢν καὶ ἀνάξιος, διὰ τὸ τῆς ἱερωσύνης ἀξίωμα. Λέγεται καὶ Ἀαρὼν διὰ τοῦτο μὴ λεπρωθῆναι. ∆ιὰ τί γὰρ, εἰπέ μοι, ἀμφοτέρων καταλαλησάντων, ἐκείνη μόνη τὴν δίκην ἔδωκε; Μὴ θαυμάσῃς· εἰ γὰρ ἐν τοῖς ἔξωθεν ἀξιώμασι, κἂν μυρία τις κατηγορῆται, οὐ πρότερον εἰς δικαστήριον ἄγεται, ἕως ἂν ἀπόθηται τὴν ἀρχὴν, ἵνα μὴ καὶ ἐκείνη μετ' αὐτοῦ ὑβρίζηται· πολλῷ μᾶλλον ἐπὶ τῆς ἀρχῆς τῆς πνευματικῆς κἂν ὁστισοῦν ᾖ, ἐνεργεῖ ἡ τοῦ Θεοῦ χάρις· ἐπεὶ πάντα ἂν ἀπόλωλεν· ὅταν δὲ αὐτὴν ἀπόθηται, εἴτε ἀπελθὼν, εἴτε καὶ ἐνταῦθα, τότε δὴ, τότε χαλεπωτέραν δώσει τὴν δίκην. Μὴ δὴ νομίζετε παρ' ἡμῶν ταῦτα λέγεσθαι· ἡ τοῦ Θεοῦ χάρις ἐστὶν ἡ καὶ εἰς ἀνάξιον ἐνεργοῦσα, οὐ δι' ἡμᾶς, ἀλλὰ δι' ὑμᾶς. Ἀκούσατε οὖν τί φησιν ὁ Χριστός· Ἐὰν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ 62.324 εἰρήνη ὑμῶν ἐπ' αὐτήν. Πῶς δὲ