1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

29

Τὸν γοῦν Ὀνήσιμον δραπέτην καὶ κλέπτην γενόμενον, καὶ τῶν δεσποτικῶν ὑφελόμενόν τι χρημάτων, ὑποδεξάμενος ὁ Παῦλος καὶ μεταβαλὼν, καὶ οὕτω πρὸς τὴν ἱερὰν χειραγωγήσας μυσταγωγίαν· εἶτα μέλλων ἀποδιδόναι τῷ δεσπότῃ πάλιν, τοῦτο πρὸς αὐτὸν ἔγραφε· ∆ιὸ πολλὴν ἐν Χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον διὰ τὴν ἀγάπην, μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος ἐν Χριστῷ Ἰησοῦ. Ὁρᾷς ὅτι τρία ἐπέθηκε, τὰ δεσμὰ τὰ διὰ τὸν Χριστὸν, τὴν πολιτείαν τὴν ἀπὸ τῆς ἡλικίας, τὴν αἰδῶ τὴν ἀπὸ τῆς προσηγορίας; Ἐπειδὴ γὰρ εἷς ἦν ὁ παρακαλῶν, τριπλοῦν ἐφιλονείκησε ποιῆσαι τὸν ὑπὲρ Ὀνησίμου δεόμενον, τὸν πρεσβύτην. Ὁρᾷς ὅτι καὶ αὐτὰ τὰ ὀνόματα αἰδέσιμα τοῖς πιστοῖς ἐστι καὶ φιλόθεα; Εἰ γὰρ παιδίου φιλουμένου προσηγορία ὀνομασθεῖσα πολλάκις καὶ μὴ βουλόμενον τὸν πατέρα ἔπεισε δοῦναι τὴν χάριν διὰ τὸ πρὸς τὸ ὄνομα φίλτρον, πολλῷ μᾶλλον ἐπὶ τῶν ἁγίων συμβαίνειν τοῦτο εἰκὸς ἦν. Ὅτι δὲ καὶ τοῖς ἁμαρτάνουσι φοβερὰ ἦν, καθάπερ παιδίοις ῥᾳθυμοῦσι τὰ τῶν διδασκάλων ὀνόματα, ἄκουσον πῶς Γαλάταις ἐπιστέλλων αὐτὸ τοῦτο ᾐνίξατο. Ἐπειδὴ γὰρ εἰς ἀσθένειαν ἀπέκλιναν Ἰουδαϊκὴν, καὶ περὶ τὴν πίστιν αὐτὴν ἐκινδύνευον, βουλόμενος αὐτοὺς ἀναστῆσαι καὶ πεῖσαι μηδὲν Ἰουδαϊκὸν ἐπεισάγειν τῇ τοῦ Εὐαγγελίου διδασκαλίᾳ, οὕτως ἔγραφεν· Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Εἶπες, Ἐγώ· τίνος ἕνεκεν προστιθεὶς τὸ ὄνομα; τὸ γὰρ, Ἐγὼ, οὐκ ἦν ἱκανὸν δηλῶσαι τὸν γράφοντα; Ἀλλ' ἵνα μάθῃς ὅτι καὶ αὐτὴ ἡ τοῦ ὀνόματος παρενθήκη ἱκανὴ τῶν ἀκουόντων καθάψασθαι, διὰ τοῦτο προστίθησι τὴν προσηγορίαν, εἰς ὑπόμνησιν αὐτοὺς ἄγων τοῦ διδασκάλου. Καὶ ἡμεῖς δὲ τὸ αὐτὸ τοῦτο πάσχομεν· ὅταν γὰρ ἀναμνησθῶμεν τῶν ἁγίων, κἂν ἐν ῥᾳθυμίᾳ ὦμεν, διανιστάμεθα, κἂν ἐν καταφρονήσει, φοβούμεθα. Παῦλον γοῦν τὸν ἀπόστολον ὅταν ἀκούσω ἐγὼ, ἐννοῶ τὸν ἐν θλίψεσι, τὸν ἐν στενοχωρίαις, τὸν ἐν πληγαῖς, τὸν ἐν φυλακαῖς, τὸν ἐν τῷ βυθῷ νυχθήμερον γενόμενον, τὸν εἰς τρίτον ἁρπαγέντα οὐρανὸν, τὸν ἐν τῷ παραδείσῳ τὰ ἄῤῥητα ῥήματα ἀκούσαντα, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν νυμφαγωγὸν τοῦ Χριστοῦ, τὸν εὐξάμενον ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν. Καὶ καθάπερ σειρά τις χρυσῆ, τῶν κατορθωμάτων ὁ ὁρμαθὸς μετὰ τῆς τοῦ ὀνόματος μνήμης τοῖς μετὰ ἀκριβείας προσέχουσιν ἐπεισέρχεται· καὶ οὐ μικρὸν ἡμῖν ἀπὸ τούτου γίνεται κέρδος. δʹ. Ἐνῆν καὶ πλείονα τούτων εἰς τὴν προσηγορίαν εἰπεῖν· ἀλλ' ἵνα καὶ τῆς δευτέρας ἁψώμεθα λέξεως, ἐνταῦθα τὴν περὶ τοῦ ὀνόματος στήσας θεωρίαν, ἐπ' ἐκείνην βαδιοῦμεν λοιπόν. Ὥσπερ γὰρ τὸ Παῦλος ὄνομα πολλὴν παρέσχεν ἡμῖν εὐπορίαν, οὕτω καὶ τὸ Κλητὸς, εἰ βουληθείημεν αὐτὸ καταμαθεῖν μετὰ τῆς προσηκούσης σπουδῆς, τῆς ἴσης ἢ καὶ πλείονος ἐμπλήσειε θεωρίας ἡμᾶς. Καὶ καθάπερ ἀπὸ κόσμου, ἢ διαδήματος βασιλικοῦ λίθον ἕνα τις ἐξελὼν, καὶ οἰκίας λαμπρὰς καὶ πολυτελεῖς ἀγροὺς, καὶ οἰκετῶν ἀγέλας, καὶ ἕτερα πολλῷ πλείονα τούτων πρίασθαι δύναιτ' ἂν, τὸν μαργαρίτην ἀποδόμενος ἐκεῖνον· οὕτω δὴ καὶ ἐπὶ τῶν θείων ῥημάτων, ἂν μιᾶς ῥήσεως ἔννοιαν ἀναπτύξαι θελήσῃς, πολλήν σοι παρέξει πνευματικῆς εὐπορίας ὑπόθεσιν, οὐκ οἰκίας, οὐδὲ ἀνδράποδα, οὐδὲ πλέθρα γῆς κομίζουσα, ἀλλὰ θεοσεβείας καὶ φιλοσοφίας ἀφορμὰς ἐνιεῖσα ταῖς τῶν προσεχόντων ψυχαῖς. Σκόπει οὖν αὐτὸ τοῦτο τὸ Κλητὸς, εἰς ὅσην ἡμᾶς χειραγωγεῖ πραγμάτων ἱστορίαν πνευματικῶν. ∆εῖ δὲ πρότερον μαθεῖν, τί ποτέ ἐστιν αὐτὸ τὸ Κλητός· καὶ δεύτερον ἐξετάσαι, τίνος ἕνεκεν Κορινθίοις ἐπιστέλλων μόνον καὶ Ῥωμαίοις οὕτως ἔγραψεν, ἄλλῳ δὲ οὐδενί. Οὐ γὰρ ἁπλῶς, οὐδὲ εἰκῆ τοῦτο ποιεῖ. Εἰ γὰρ ἡμεῖς τῶν ἐπιστολῶν τὰς προῤῥήσεις οὐχ ἁπλῶς ποιούμεθα, ἀλλ' ὑποδεεστέροις μὲν ἐπιστέλλοντες, Ὁ δεῖνα τῷ δεῖνι, γράφομεν, ὅταν δὲ ὁμοτίμοις, καὶ δεσπότην ἐν τῇ