1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

14

ἀπὸ τοῦ ὀνόματος τῆς μητρὸς, ἵνα μὴ μεῖζον φρονῇ τῆς οἰκείας δυνάμεως· ἵνα ἀχείρωτος γένηται πρὸς τὴν ἀπάτην τοῦ διαβόλου· καὶ γὰρ ἔλεγεν· Ἔσεσθε ὡς θεοί. ∆εῦρο δὴ λοιπὸν, καὶ ἐφ' ἕτερον τὸν πρὸ αὐτῶν τῶν τόκων ὀνομασθέντα παρὰ τοῦ Θεοῦ μεταβάντες καταπαύσωμεν τὸν λόγον. Τίς οὖν μετὰ τὸν Ἀδὰμ ὑπὸ τοῦ Θεοῦ προσηγορίαν ἔλαβε πρὶν ἢ γενέσθαι; Ὁ Ἰσαάκ· Ἰδοὺ γὰρ, φησὶν, ἡγυνή σου Σάῤῥα λήψεται ἐν γαστρὶ, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ. Ἐπειδὴ δὲ ἔτεκεν αὐτὸν, ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰσαὰκ λέγουσα· Γέλωτά μοι ἐποίησεν ὁ Θεός. ∆ιὰ τί; Τίς γὰρ, φησὶν, ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι Σάῤῥα θηλάζει υἱόν; Προσέχετέ μοι ἀκριβῶς ἐνταῦθα, ἵνα 51.131 ἴδητε τὸ θαῦμα. Οὐκ εἶπεν, ὅτι ἔτεκε παιδίον, ἀλλ' ὅτι θηλάζει παιδίον. Ἵνα γὰρ μή τις ὑποβολιμαῖον εἶναι νομίσῃ τὸ παιδίον, αἱ τοῦ γάλακτος πηγαὶ τὸν τοκετὸν ἐνεγυήσαντο, ὥστε ἀναμιμνησκόμενος τοῦ ὀνόματος καὶ αὐτὸς ἱκανὴν εἶχε διδασκαλίαν τῆς παραδόξου γεννήσεως. ∆ιὰ τοῦτό φησι, Γέλωτά μοι ἐποίησεν ὁ Θεὸς, ὅτι ἦν ἰδεῖν γυναῖκα γεγηρακυῖαν ἐν βαθυτάτῃ πολιᾷ τιθηνουμένην, ὑπομάζιον ἔχουσαν παιδίον. Ἀλλ' ὁ γέλως τῆς τοῦ Θεοῦ χάριτος ὑπόμνησις ἦν, καὶ ἡ γαλακτοτροφία τὴν θαυματοποιίαν ἐπιστοῦτο· οὐδὲ γὰρ φύσεως ἔργον ἦν, ἀλλὰ τὸ πᾶν τῆς χάριτος κατόρθωμα ἐγίνετο. ∆ιὰ τοῦτό φησι καὶ ὁ Παῦλος, Κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Ὥσπερ γὰρ ἐκεῖ ἡ χάρις εἰργάσατο· οὕτω καὶ ἐνταῦθα προῆλθεν ἐκεῖνος ἀπὸ μήτρας κατεψυγμένης. Ἀνέβης σὺ ἀπὸ ὑδάτων ψυχρῶν· ὅπερ οὖν ἐκείνῳ ἡ μήτρα, τοῦτό σοι ἡ κολυμβήθρα ἐγένετο τῶν ὑδάτων. Εἶδες τόκου συγγένειαν; εἶδες χάριτος συμφωνίαν; εἶδες πανταχοῦ τὴν φύσιν σχολάζουσαν, καὶ τὴν δύναμιν τοῦ Θεοῦ τὸ πᾶν ἐργαζομένην; ∆ιὰ τοῦτο Κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Ἀλλ' 51.132 ἕν ἐστιν ἔτι τὸ ζητούμενον· περὶ ἡμῶν εἶπεν, ὅτι Οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός. Πῶς; Οὐδὲ Ἰσαὰκ ἐξ αἱμάτων· Ἐξέλιπε γὰρ Σάῤῥᾳ τοῦγίνεσθαι τὰ γυναικεῖα αὐτῆς. Ἀπεσβέσθησαν αἱ τοῦ αἵματος πηγαὶ, ἀνῃρέθη τῆς γεννήσεως ἡ ὕλη, ἄχρηστον ἦν τῆς φύσεως τὸ ἐργαστήριον, καὶ ὁ Θεὸς τὴν δύναμιν ἐπεδείξατο τὴν ἑαυτοῦ. Ἰδοὺ καὶ τῆς τοῦ Ἰσαὰκ προσηγορίας ἀπηρτισμένην τὴν διδασκαλίαν ἔχομεν. Λείπεται μὲν γὰρ ἐπὶ τὸν Ἀβραὰμ, καὶ τοὺς υἱοὺς Ζεβεδαίου καὶ τὸν Πέτρον ἐλθεῖν· ἀλλ' ὥστε μὴ ἐνοχλῆσαι τῷ μήκει, εἰς ἑτέραν ταῦτα διάλεξιν ὑπερθέμενοι καταπαύσομεν τὸν λόγον, παρακαλέσαντες ὑμᾶς, τοὺς γεννηθέντας κατὰ τὸν Ἰσαὰκ, μιμεῖσθαι τοῦ Ἰσαὰκ τὴν πραότητα καὶ τὴν ἐπιείκειαν καὶ τὴν ἄλλην ἅπασαν φιλοσοφίαν, ἵνα εὐχαῖς ἐκείνου τοῦ δικαίου καὶ τῶν προέδρων τούτων ἁπάντων εἰς κόλπους Ἀβραὰμ ἅπαντες καταντῆσαι δυνηθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πρὸς τοὺς ἐγκαλέσαντας ὑπὲρ τοῦ μήκους τῶν προοιμίων, καὶ ὅτι χρήσιμον τὸ φέρειν ἐλέγχους, καὶ τίνος ἕνεκεν οὐκ εὐθέως πιστεύσας μετωνομάσθη Παῦλος, καὶ ὅτι οὐκ ἐξ ἀνάγκης, ἀλλ' ἐκ προαιρέσεως γέγονεν αὐτῷ ἡ

μεταβολὴ, καὶ εἰς τὸ ῥητόν· "Σαῦλε, Σαῦλε, τί με διώκεις;" αʹ. Ἐνεκάλεσαν ἡμῖν τινες τῶν ἀγαπητῶν τῶν ἡμετέρων, ὅτι τοῦ λόγου τὰ προοίμια πρὸς μῆκος ἐκτείνομεν, καὶ εἰ μὲν δικαίως, ἢ ἀδίκως ἐνεκάλεσαν, τότε εἴσεσθε, ἐπειδὰν καὶ τὰ παρ' ἡμῶν ἀκούσαντες, ὡς ἐν κοινῷ δικαστηρίῳ τὴν ψῆφον ἐνέγκητε. Ἐγὼ δὲ καὶ πρὶν ἀποδεῖξαι τοῦτο, χάριν αὐτοῖς ἔχω τῶν ἐγκλημάτων· κηδεμονίας γὰρ, οὐ πονηρίας ἐστὶ τὰ ἐγκλήματα· καὶ τὸν φιλοῦντά με, οὐχ ὅταν ἐπαινῇ με μόνον, ἀλλὰ