1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

16

φρόνιμοι παρ' ἑαυτοῖς. Κἂν γὰρ μυριάκις εἶ σοφὸς, καὶ τὰ δέοντα συνορῶν, ἀλλ' ἄνθρωπος εἶ, καὶ χρείαν ἔχεις συμβούλου. Ὁ Θεὸς γὰρ μόνος ἐστὶν ἀνενδεὴς, καὶ μόνος οὐ δεῖται συμβούλου. ∆ι' ὃ καὶ περὶ ἐκείνου μόνου λέγεται· Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἄνθρωποι δὲ, κἂν μυριάκις ὦμεν σοφοὶ, μυριάκις ἐλεγχόμεθα, καὶ τὸ τῆς φύσεως ἡμῶν ἀσθενὲς διαφαίνεται. Οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις, φησί. ∆ιὰ τί; Ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου. Τί φωτεινότερον ἡλίου; Ἀλλ' ὅμως καὶ τοῦτο ἐκλείπει. Καθάπερ οὖν ἐκεῖνο τὸ φῶς τὸ λαμπρὸν, τὴν ἀπαστράπτουσαν ἀκτῖνα σκότος ἐπελθὸν ἀποκρύπτει· οὕτω πολλάκις καὶ τὴν σύνεσιν τὴν ἡμετέραν, καθάπερ ἐν σταθηρᾷ μεσημβρίᾳ λάμπουσαν καὶ διαφαινομένην, ἐπελθοῦσα ἄνοια ἀπέκρυψε πολλάκις· καὶ ὁ μὲν σοφὸς τὸ δέον οὐ συνεῖδεν, ὁ δὲ ἐλάττων ἐκείνου πολλῷ ὀξύτερον ἐκείνου τοῦτο ἐφώρασε. Καὶ τοῦτο γίνεται, ἵνα μήτε ὁ σοφὸς ἐπαίρηται, μήτε ὁ εὐτελὴς ἑαυτὸν ταλανίζῃ. Μέγα ἀγαθὸν ἐλέγχους δύνασθαι φέρειν, μέγα ἀγαθὸν δύνασθαι ἐλέγχειν· τοῦτο κηδεμονίας μεγίστης. Νυνὶ δὲ ἂν μὲν ἴδωμεν ἄνθρωπον τὸν χιτωνίσκον ἔχοντα παραλελυμένον ἐκ πλαγίων, ἢ τὴν ἄλλην στολὴν κακῶς περικειμένην, διορθοῦμεν καὶ ὑπομιμνήσκομεν· ἂν δὲ ἴδωμεν αὐτοῦ τὴν ζωὴν παραλελυμένην, οὐδὲ λόγον προϊέμεθα. Ἂν ἴδωμεν αὐτοῦ τὸν βίον ἀσχήμονα ὄντα, παρατρέχομεν· καίτοι τὰ μὲν τῶν ἱματίων, μέχρι γέλωτος, τὰ δὲ τῆς ψυχῆς, μέχρι κινδύνου καὶ τιμωρίας ἐστίν. Ὁρᾷς τὸν ἀδελφὸν, εἰπέ μοι, κατὰ κρημνοῦ φερόμενον, ἠμελημένον ἔχοντα βίον, οὐ συνορῶντα τὸ δέον, καὶ οὐκ ὀρέγεις χεῖρα, οὐκ ἀνιστᾷς ἐκ τοῦ πτώματος; οὐκ ἐγκαλεῖς, καὶ ἐλέγχεις; ἀλλὰ τὸ μὴ προσκροῦσαι αὐτῷ 51.134 καὶ φανῆναι ἐπαχθὴς προτιμᾷς τῆς ἐκείνου σωτηρίας; Καὶ ποίαν ἕξεις συγγνώμην παρὰ τοῦ Θεοῦ; τίνα ἀπολογίαν; Οὐκ ἤκουσας τί τοῖς Ἰουδαίοις ἐκέλευσεν ὁ Θεός· τὰ ὑποζύγια τῶν ἐχθρῶν μὴ περιορᾷν πλανώμενα, μηδὲ παρατρέχειν πεπτωκότα; Εἶτα Ἰουδαῖοι μὲν τὰ ἄλογα κελεύονται μὴ περιορᾷν τῶν ἐχθρῶν, ἡμεῖς δὲ τὰς ψυχὰς τῶν ἀδελφῶν καθ' ἑκάστην ὑποσκελιζομένας ἡμέραν περιοψόμεθα; Καὶ πῶς οὐκ ἐσχάτης τοῦτο ὠμότητος καὶ θηριωδίας, μηδὲ τοσαύτην ἀπονέμειν ἀνθρώποις πρόνοιαν, ὅσην τοῖς ἀλόγοις ἐκεῖνοι; Τοῦτο πάντα ἀνέτρεψε, τοῦτο τὸν βίον ἡμῶν συνέχεεν, ὅτι οὔτε ἐλεγχόμενοι φέρομεν γενναίως, οὔτε ἑτέρους ἐλέγχειν βουλόμεθα· διὰ γὰρ τοῦτο καὶ ἐπαχθεῖς ἐσμεν ἐλέγχοντες, ἐπειδὴ ἐκθηριούμεθα ἐλεγχόμενοι. Εἰ γὰρ ᾔδει ὁ ἀδελφὸς, ὅτι ἐλέγξας σε ἐπῃνεῖτο παρὰ σοῦ, καὶ αὐτὸς ἐλεγχόμενος τὴν αὐτὴν ἀμοιβὴν ἀπέδωκεν ἄν. βʹ. Βούλει μαθεῖν ὅτι κἂν σφόδρα συνετὸς ᾖς, κἂν σφόδρα ἀπηρτισμένος, κἂν πρὸς αὐτὴν τὴν ἄκραν κορυφὴν ἔλθῃς τῆς ἀρετῆς, χρείαν ἔχεις συμβούλου, καὶ διορθοῦντος καὶ ἐλέγχοντος; Ἄκουσον ἱστορίαν παλαιάν. Οὐδὲν Μωϋσέως ἦν ἴσον. Καὶ γὰρ πραότατος, φησὶν, ἦν πάντων ἀνθρώπων ἐκεῖνος, καὶ τῷ Θεῷ φίλος, καὶ τῆς ἔξωθεν φιλοσοφίας ἐνεπέπληστο, καὶ τῆς πνευματικῆς πλήρης ἦν συνέσεως. Ἐπαιδεύθη γὰρ, φησὶ, Μωϋσῆς πᾶσαν σοφίαν Αἰγυπτίων. Εἶδες ἀπηρτισμένην αὐτοῦ τὴν παίδευσιν; Καὶ ἦν δυνατὸς ἐν λόγῳ, καὶ ἄλλῃ ἀρετῇ. Ἀλλ' ἄκουσον καὶ ἑτέραν μαρτυρίαν. Πολλοῖς, φησὶ, προφήταις ὡμίλησεν ὁ Θεὸς, ἀλλ' οὐδενὶ οὕτως ὡμίλησεν· ἀλλὰ τοῖς μὲν ἄλλοις ἐν αἰνίγμασι καὶ δι' ὀνειράτων, τῷ δὲ Μωϋσῇ πρόσωπον πρὸς πρόσωπον. Τί μεῖζον τούτου ζητεῖς τεκμήριον τῆς ἀρετῆς ἐκείνου, ὅταν ὁ πάντων ∆εσπότης τῷ δούλῳ ὡς φίλῳ διαλέγηται; Ἦν τοίνυν σοφὸς καὶ τὴν ἔξω καὶ τὴν ἔσω παιδείαν· ἦν δυνατὸς ἐν λόγῳ καὶ ἔργῳ· ἐπέτασσεν αὐτῇ τῇ κτίσει, ἐπειδὴ φίλος ἦν τοῦ ∆εσπότου τῆς κτίσεως· ἐξήγαγε λαὸν τοσοῦτον ἐξ Αἰγύπτου· τὴν θάλασσαν ἔσχισε, καὶ πάλιν συνήγαγε· καὶ ἦν ἰδεῖν θαῦμα παράδοξον. Τότε γὰρ πρῶτον ἐπεῖδεν ἥλιος θάλασσαν οὐ πλεομένην, ἀλλὰ πεζευομένην, πέλαγος οὐχὶ κώπαις καὶ πλοίοις, ἀλλὰ ποσὶν ἵππων περώμενον. Ἀλλ'