Adversus Manichaeos (homilia 1)

 περικάρδιον αἷμα περὶ τὴν ἔξωθεν ἐπιφάνειαν διαχέοντος, καὶ μεταβολὴ γέγονεν, διὰ πά- θους τε καὶ ἐνεργείας, καὶ τῆς περὶ τὸ χρῶμα ποιότητος. Εἰ δὲ τὴ

 ἵνα οὕτως ἐξ ἀντιφράξεως, στερεμνίου σώματος μεσολα- βοῦντος, ὁ κατ' ἀντίθετον τοῦ φωτὸς κείμενος σκιάζοιτο τόπος ἐν ἀπουσίᾳ τῆς ἡλιακῆς ἀκτῖνος. Πῶς

 ὄντος φωτὸς εἴπω τὸ σκότος; Μᾶλλον οὖν, ὡς εἶπον, τὸ μήπω πεφωτι- σμένον τοῦ ἀέρος σκότος ὀνομαστέον. 11. Εἰ δέ τις καὶ λογικαῖς μεθόδοις τὴν τοῦ φωτὸ

 κοσμεῖσθαι ὑπὸ τοῦ ἀγαθοῦ; Εἰ μὲν γὰρ ἐφιεμένη κοσμεῖται ὑπὸ τοῦ θεοῦ, ἔστι τις ἐν αὐτῇ τοῦ ἀγαθοῦ ἔφεσις καὶ οὐκ ἂν εἴη ἀμιγῶς κακὴ ἡ τοῦ ἀγαθοῦ ἐφιε

 

κοσμεῖσθαι ὑπὸ τοῦ ἀγαθοῦ; Εἰ μὲν γὰρ ἐφιεμένη κοσμεῖται ὑπὸ τοῦ θεοῦ, ἔστι τις ἐν αὐτῇ τοῦ ἀγαθοῦ ἔφεσις καὶ οὐκ ἂν εἴη ἀμιγῶς κακὴ ἡ τοῦ ἀγαθοῦ ἐφιεμένη. Εἰ δὲ τοῦ θεοῦ διδόντος αὐτῇ τὰ ἀγαθά, πέφυκε καὶ οὕτω δέχεσθαι τὰ ἀμείνονα, πῶς φύσει κακὴ ἡ πεφυκυῖα δέχε- σθαι τὰ ἀγαθά; Λέγετε γὰρ ὑμεῖς ἐφίεσθαι μὲν τὴν ὕλην παρασπά- σασθαι τι τοῦ ἀγαθοῦ, τὸν δὲ θεὸν ἀναιρεῖν αὐτήν. Εἰ δὲ τοῦτο δοθείη, πῶς οὐ μᾶλλον ἡμῖν ἐστιν ἀγαθοειδὴς ὡς ἐφιεμένη τοῦ ἀγαθοῦ; Ὁ δὲ ἀναιρῶν αὐτὴν καὶ μὴ διακοσμῶν, πῶς οὐκ ἂν φθαρτικὸς εἴη τῶν ὄντων καὶ οὐκ ἀγαθός; Καὶ εὑρεθήσεται τὸ ἐναντίον τῶν παρ' ἡμῖν δογματιζομένων. 15. Ἔτι, εἰ τὸ ἀγαθὸν καὶ κακὸν οὐσίαι ἀντικείμεναι, ἡ δὲ ζωὴ καθάπερ τι εἶδος τὰς ὑποκειμένας | οὐσίας εἶδος ποιεῖ, ἔσονται κατὰ τὴν ζωὴν καὶ τὸ εἶναι κοινωνοῦσαι ἀλλήλαις καὶ οὐ διὰ πάντων ἐναντίαι, ὡς ὑμεῖς ἠπατημένοι φατέ· οὐδεμία γὰρ ἀντίθεσις ἐξ ὅλων ἐναντίων ἀντίκειται, τῷ καὶ κοινὰ ὑπάρχειν τινὰ τοῖς ἐναντίοις, οἷον τὸ λευκόν, ἐναντίον ὑπάρχον τῷ μέλανι, κατὰ μόνας τὰς διαφορὰς ἔχει τὴν ἐναντίωσιν, ὄντων αὐτοῖς κοινῶν τῶν τῆς ποιότητος χρωμάτων. Οὐδὲν δὲ τῶν τοιούτων τὴν περὶ αὐτὰ ἐναντιότητα προτέραν ἔχει, ὑστέραν δὲ καὶ μετὰ τὰ κοινὰ ἐπιθεωρεῖσθαι τοῖς πράγμασι πέφυκεν· ἐν δὲ τοῖς κοινοῖς, καθὰ κοινὰ τυγχάνει, οὐκ ἔστιν ἡ ἐναντιότης. ∆εῖ δὲ κοινὸν χρῶμα καὶ ποιότητα εἶναι, ἵνα οὕτω τὸ λευκὸν καὶ μέλαν εἴη. Ὡσαύτως καὶ μετὰ τὸ ποιόν, τὴν διάθεσιν, ἡ ἀρετὴ καὶ ἡ κακία. 16. Εἰ τοίνυν ἀγένητοι δύο ἀρχαὶ καὶ αὐταὶ ἐναντίαι, ἢ ἐξ ὅλων εἰσὶ τὴν ἐναντιότητα ἔχουσαι ἢ ὑπάρχει τινὰ αὐταῖς κοινά. Ἀλλ' οὐδὲν ἐξ ὅλων δέχεται ἐναν- τιότητα, ἔχουσιν ἄρα καὶ αὐταὶ κοινὰ τὸ εἶναι καὶ τὸ οὐσίαι εἶναι καὶ εἴ τι ἕτερον εὑρίσκεται περὶ αὐτὰς κοινόν. Ἐναντίας δὲ ποιεῖ αὐτὰς τὸ τὴν μὲν ἀγαθόν, τὴν δὲ βδελυκτὸν εἶναι καὶ τὴν μὲν φῶς, τὴν δὲ σκότος. Προεπινοεῖται δὲ τὸ εἶναι αὐτὰς οὐσίας τοῦ ἀγαθὸν εἶναι ἢ κακόν. Ἐναντιότης ἄρα οὐ κατὰ τὸ κοινόν, ὅπερ ἐστὶν ἀρχή, ἀλλὰ κατὰ τὴν ἰδιότητα. Τίθενται δὲ αὐτὰς ἀγενήτους εἶναι· οὐδὲν δὲ πρὸ ἀγενήτου· πρὸ τοῦ κακοῦ δὲ καὶ τοὺ ἀγαθοῦ ἐστιν αὐτὸ ὃ εἶπον κοινὸν αὐταῖς ὑπάρχειν τὸ ἀγένητον· οὐκ ἄρα ἀγένητοι ἀρχαί, ἀλλὰ μία ἀγένητος ἀρχή, αὐτὸ τὸ εἶναι ἀγένητον. Εἰ δὲ λέγοιεν μὴ κοινὸν αὐτῶν εἶναι τὸ ἀγένητον, φαμὲν οὐκοῦν εἰ θατέρῳ ὑπάρχει, τῷ λοιπῷ οὐχ ὑπάρχει. Ἔσται τοίνυν ἀγένητον ἢ τὸ ἀγαθὸν ἢ τὸ κακόν· ἀμφότερα ἀδύνατον, τό τε ἀγαθὸν καὶ τὸ κακόν. 17. Ταῦτα τοῦ Μάνεντος δόγματα· τούτοις ὡς ἀρραγέσι κατὰ τῆς ἀληθείας ἐξώπλισται· οὕτω τὰ τούτου παμμίαρα δόγματα ὑπὸ τῆς ἀληθείας ἀνατέτραπται. Τὴν γὰρ τῆς ὕλης ἀταξίαν πρὸς ἑαυτὴν καὶ ὅσα περὶ τοὺς ἱδρῶτας τῆς ὕλης ἐμυθολόγησεν, ἐκεῖθεν τοὺς ὑετοὺς τοῖς ἐπὶ γῆς καταρρήγνυσθαι φάσκων, καὶ ὅσα τούτοι προσελοιδόρησεν οὐδὲ λέγειν οἶμαι καλόν. Φεύγετε τοίνυν, ἀγαπητοί, τοὺς εἰσδεδεγμένους τοῦ Μάνεντος τὴν σηπε- δόνα, οἳ πολλάκις ὠχρότητι σώματος τὸ δοκεῖν ἐγκρατεῖς εἶναι θηρώμενοι, τῷ σχήματι καὶ τῷ βλέμματι καὶ τῇ τοῦ Χριστοῦ προσηγορίᾳ τοὺς ἁπλουστέρους ἐξαπατῶσι καὶ κῳδίῳ προβά- του τὸν ἔνδοθεν λύκον ὑποκρυπτόμενοι ἐπεισπηδῶσι καὶ τὴν Χριστοῦ ποίμνην διασπαράττειν ἐπιχειροῦσιν. Φεύγετε τοίνυν καὶ τοῖς τοιούτοις χαίρειν μὴ λέγετε· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Εἰ δέ τις ἐν ὑμῖν πρότερον τούτοις ἐρρυπωμένος τοῖς δόγμασιν, νῦν τῷ τῆς ἀληθείας κατηυγάσθη φωτί, φυλαττέτω τῶν προφητῶν καὶ ἀποστόλων τὰ δόγματα. Εἷς γὰρ τούτων ὁ σκοπὸς ἐξ ἁγίου πνεύματος εἰρημένος· ἕνα τὸν τοῦ παντὸς δημιουργὸν ἀνακηρυττέτω, ἐξ οὐκ ὄντων τὰ πάντα πεποιηκότα· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.