Adversus Manichaeos (homilia 1)

 περικάρδιον αἷμα περὶ τὴν ἔξωθεν ἐπιφάνειαν διαχέοντος, καὶ μεταβολὴ γέγονεν, διὰ πά- θους τε καὶ ἐνεργείας, καὶ τῆς περὶ τὸ χρῶμα ποιότητος. Εἰ δὲ τὴ

 ἵνα οὕτως ἐξ ἀντιφράξεως, στερεμνίου σώματος μεσολα- βοῦντος, ὁ κατ' ἀντίθετον τοῦ φωτὸς κείμενος σκιάζοιτο τόπος ἐν ἀπουσίᾳ τῆς ἡλιακῆς ἀκτῖνος. Πῶς

 ὄντος φωτὸς εἴπω τὸ σκότος; Μᾶλλον οὖν, ὡς εἶπον, τὸ μήπω πεφωτι- σμένον τοῦ ἀέρος σκότος ὀνομαστέον. 11. Εἰ δέ τις καὶ λογικαῖς μεθόδοις τὴν τοῦ φωτὸ

 κοσμεῖσθαι ὑπὸ τοῦ ἀγαθοῦ; Εἰ μὲν γὰρ ἐφιεμένη κοσμεῖται ὑπὸ τοῦ θεοῦ, ἔστι τις ἐν αὐτῇ τοῦ ἀγαθοῦ ἔφεσις καὶ οὐκ ἂν εἴη ἀμιγῶς κακὴ ἡ τοῦ ἀγαθοῦ ἐφιε

 

περικάρδιον αἷμα περὶ τὴν ἔξωθεν ἐπιφάνειαν διαχέοντος, καὶ μεταβολὴ γέγονεν, διὰ πά- θους τε καὶ ἐνεργείας, καὶ τῆς περὶ τὸ χρῶμα ποιότητος. Εἰ δὲ τὴν ὕλην διὰ τῆς πρὸς τὸν θεὸν συγκράσεώς τε καὶ καταπόσεως, ὡς αὐτοῖς φίλον ἐστὶ μυθοποιεῖν, σῶμα γενέσθαι φασίν, οὐδὲν αὐτοὺς ὠφελήσει τὸ βλάσφημον· σύντομος γὰρ καὶ ἀληθὴς λόγος ἀνατρέψει τὸ ψεῦδος. Πῶς γὰρ τῶν ἐναντίων, καθὼς αὐτοί φασι, καὶ ἀμίκτων γέγονε σύνοδος ἄνευ τεχνίτου τοῦ ταῦτα πρὸς σύνθεσιν ἄγοντος; Πῶς δὲ τῶν ἀσωμάτων ἡ κρᾶσις σῶμα πεποίηκεν; Ὡς γὰρ οὐκ ἂν λογικὸν ποιήσειε πολλῶν ἀλόγων συνδρομή, οὕτως οὐκ ἂν θεοῦ τε καὶ ὕλης, ἀσωμάτων ὄντων, ἡ συνάφεια σώματος φύσιν ἀποτελέσειεν. 5. Εἰ δὲ μεταβάλλοντες τὸν λόγον σῶμα τὴν ὕλην φήσουσιν εἶναι, καὶ οὕτως ἀνατραπή- σεται τὸ σοφὸν αὐτοῖς κατὰ τῆς ἐκκλησίας μηχάνημα· πᾶν γὰρ σῶμα σύνθετον ὑπάρχον, ἀλλότριον ὑπάρχει τῶν ἀγενήτων, τοῖς γενητοῖς συναριθμούμενον. Πάσης γὰρ συνθέσεως αἴτιος ὑπάρ- χει δημιουργὸς καὶ οὕτως οὐ μόνον γενητή, ἀλλὰ καὶ ἀρχὴν ἔχουσα ἡ πρεσβευομένη παρὰ τοῖς μανεῖσιν ἄναρχος ὕλη δειχθήσεται, ἐξ ἑτέρου τὸ εἶναι λαχοῦσα. Εἰ δὲ λέγοιεν ἀσώματον μὲν εἶναι τὴν ὕλην, δυνάμει δὲ σῶμα, ἰστέον ὡς τὸ δυνάμει ἐπὶ τῶν ἐνδεχομένων εὑρίσκεται, οἷον τὸ ὕδωρ δυνάμει θερμόν, τὸ παιδίον δυνάμει γραμματικόν· ἐνδέχεται γὰρ τὸ ὕδωρ θερμαίνεσθαι καὶ τὸ παιδίον εἶναι γραμματικόν. Ἀσώματον δὲ σῶμα γενέσθαι τῶν ἀδυνάτων. Πῶς οὖν δυνάμει σῶμα τὴν κατ' αὐτοὺς ἀσώματον ὕλην ὑποληπτέον; 6. Καὶ ταῦτα μὲν συντόμως εἰρήσθω· οὐ γὰρ οἷόν τε διατρίβειν ταῖς ἀποδείξεσιν, ἑτέρας ζητήσεως κατεπειγούσης. Φῶς γὰρ καὶ σκότος εἶναί φασιν ἄμφω ἀγένητά τε καὶ συναΐδια, ὑπάρχοντά τε καὶ ζῶντα· ἑκάτερον γὰρ οὐχ ὡς ἔχει φύσεως καταλαβόντες οἱ τοῦ Μάνεντος μυσταγωγοί, πρὸς τὸ βάραθρον ἐκπεπτώκασι τῆς ἀπωλείας, ἀντικειμένην τῷ θεῷ δύναμίν τινα τὸ σκότος ὑποστησάμενοι. Φασὶ γάρ· Εἰ φῶς ἐστι, τὸ τούτου πολέμιον σκότος ἂν εἴη, οὐκ ἐξ αὐτοῦ γεγονός· οὐδὲν γὰρ τῶν ἐναντίων παρὰ τοῦ ἐναντίου τὴν σύστασιν ἔχει· ἀΐδιον οὖν ἔσται τὸ σκότος, μὴ ὄντος δημιουργοῦ. Ὁ γὰρ θεός, φῶς καὶ ἀγαθὸς ὑπάρχων, οὐκ ἔστι τοῦ σκότους δημιουργός. Ταῦτα δαίμονός τινος ὑπάρχει κυήματα· τούτοις ὁ Σατανᾶς τοὺς ἁπλουστέρους σαγηνεύει καὶ ὑποσκελίζει τοῖς λογισμοῖς, ὅταν τῆς τοῦ Χριστοῦ διδασκαλίας ὑπερορῶντες ἑαυτοῖς ἐκ τριόδων ἐπισωρεύσωσι διδασκάλους, κνηθόμενοι τὴν ἀκοήν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψωσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσωνται, ὥς φησιν ὁ θεῖος ἀπόστολος. Σὺ δὲ τῆς τοῦ Χριστοῦ στρατιώτης ὑπάρχων αὐλῆς, ἀμύνου τοὺς προσιόντας κατακοντίζων τοῖς λόγοις. 7. Μίᾳ γὰρ καὶ μόνῃ φωνῇ τροπὴν ποιήσει τῶν ἀντιπάλων, λαμπρῶς τοιαῦτα βοῶν· Ἀποδειξάτω τις τοῦ σκότους τὴν ὕπαρξιν αὐτοῦ καὶ τότε δικαίαν σχήσει τῆς πλάνης τὴν ἀφορμήν. Ἀλλ' οὐκ ἂν ἔχοιεν σκότους ὑπόστασιν εἰπεῖν, οὐκ ἀϊδίως προκόσμιον, οὐχ ὕστερον ὑποστᾶσαν. Εἰ δὲ ὅλως πρὸς τὸ τῆς ἀληθείας φέγγος ἀτενίζειν ἐθέλοιεν, ἀλλὰ μὴ ὡς σκότους υἱοὶ διαλέγεσθαι, εὑρήσουσι τὸ σκότος οὐ | πρᾶγμα καθ' ἑαυτὸ ὑφεστός, ἀλλ' "6ἀέρα τινὰ ἀφώτιστον ἢ τόπον ἐξ ἀντιφράξεως σώματος σκιαζόμενον"6 ἢ ἁπλῶς εἰπεῖν "6τόπον φωτὸς ἐστερημένον"6, ὡς καὶ ὁ μέγας εἶπεν Βασίλειος, ὁ τὴν τοῦ παντὸς κτίσιν ἐπ' ἀκριβείας κατὰ τὴν τοῦ Μωϋσέως προφητείαν ἐξηγησάμενος. Σκότος οὖν ὁριστέον τὸ ἀφεγγὲς τοῦ ἀέρος στερήσει φωτός, οὐκ οὐσίᾳ ὑφεστηκός· ὃ οὖν οὐχ ὑφέστηκε καθ' ἑαυτό, πῶς θεοποιεῖν ἡμᾶς οἱ τῆς μανείσης αἱρέσεως ἀναγ- κάζουσιν; 8. Ὅτι γὰρ οὐδὲ ὅλως τὸ σκότος ἰδιάζουσαν ἔχει τὴν ὕπαρξιν, καὶ διὰ τῶν νυνὶ παρ' ἕκαστα γινομένων ἕτι σαφέστε- ρον ἀποδειχθήσεται· τρία γὰρ δεῖ πρότερον συνδραμεῖν εἰς τὸ σκότος ἤτοι σκιὰν ἐπισυμβῆναι, τὸ φῶς, τὸ σῶμα, τὸν ἀλαμπῆ τόπον,