Adversus Manichaeos (homilia 1)

 περικάρδιον αἷμα περὶ τὴν ἔξωθεν ἐπιφάνειαν διαχέοντος, καὶ μεταβολὴ γέγονεν, διὰ πά- θους τε καὶ ἐνεργείας, καὶ τῆς περὶ τὸ χρῶμα ποιότητος. Εἰ δὲ τὴ

 ἵνα οὕτως ἐξ ἀντιφράξεως, στερεμνίου σώματος μεσολα- βοῦντος, ὁ κατ' ἀντίθετον τοῦ φωτὸς κείμενος σκιάζοιτο τόπος ἐν ἀπουσίᾳ τῆς ἡλιακῆς ἀκτῖνος. Πῶς

 ὄντος φωτὸς εἴπω τὸ σκότος; Μᾶλλον οὖν, ὡς εἶπον, τὸ μήπω πεφωτι- σμένον τοῦ ἀέρος σκότος ὀνομαστέον. 11. Εἰ δέ τις καὶ λογικαῖς μεθόδοις τὴν τοῦ φωτὸ

 κοσμεῖσθαι ὑπὸ τοῦ ἀγαθοῦ; Εἰ μὲν γὰρ ἐφιεμένη κοσμεῖται ὑπὸ τοῦ θεοῦ, ἔστι τις ἐν αὐτῇ τοῦ ἀγαθοῦ ἔφεσις καὶ οὐκ ἂν εἴη ἀμιγῶς κακὴ ἡ τοῦ ἀγαθοῦ ἐφιε

 

ὄντος φωτὸς εἴπω τὸ σκότος; Μᾶλλον οὖν, ὡς εἶπον, τὸ μήπω πεφωτι- σμένον τοῦ ἀέρος σκότος ὀνομαστέον. 11. Εἰ δέ τις καὶ λογικαῖς μεθόδοις τὴν τοῦ φωτὸς ἐξερευνήσειε φύσιν, οὐκ ἐναντίον ἔσται τὸ σκότος πρὸς τὸ φῶς, ἀλλὰ μᾶλλον στέρησις τὸ σκότος. Τὸ δὲ φῶς οὐσία σωματικὴ καὶ ὑφεστῶσα δειχθήσεται διὰ τῆς ἐξ αὐτοῦ γινομένης ἀντανακλάσεως· αἱ γὰρ ἀντανακλάσεις μόνων σω- μάτων ὑπάρχουσιν. Τὸ γὰρ κλώμενον γωνίαν ποιεῖ, γωνία δὲ μέγεθος, τὸ δὲ μέγεθος ἐν γραμμῇ τε καὶ ἐπιφανείᾳ καὶ σώματι δείκνυται. Ἀλλὰ τὸ φῶς οὐκ ἔστι γραμμὴ οὔτε μὴν ἐπιφάνεια· ἑκάτερον γὰρ τούτων διὰ παντὸς τοῦ στερεοῦ σώματος φοιτᾶν ἀδυνατεῖ. Μία γὰρ ἐν γραμμῇ τυγχάνει διάστασις μῆκος ἀπλατὲς διαγράφουσα. Ἡ δὲ ἐπιφάνεια δύο ἔχει τὰς διαστάσεις ἐν μήκει καὶ πλάτει θεωρουμένας. Πῶς οὖν αὗται διὰ στερεοῦ σώματος διαφοιτήσειαν, τοῦ φωτὸς ἀεὶ τοῦτο ποιοῦντος καὶ ἀκαριαίως, ἄνευ χρονικῆς παρατάσεως, ὀξείᾳ τινὶ ῥοπῇ ἀνακιρναμένου δι' ὅλου τῇ τοῦ ἀέρος λεπτῇ τε καὶ ἀραιοτάτῃ φύσει; Λείπεται τοίνυν τριχῇ διαστατὸν εἶναι τὸ φῶς, ὅπερ ἴδιον σωμάτων ὑπάρχει. Μωϋσῆς μαρτυρεῖ ὅτι σῶμα τὸ φῶς. Ἐν γὰρ τῇ τῶν σωμάτων ἐξηρίθμησε δημιουργίᾳ, μετὰ τὴν οὐρανοῦ καὶ γῆς σύστασιν πρώτην φωνὴν θεοῦ τὸ Γενηθήτω φῶς ἀναγραψάμενος. 12. Εἰ δὲ τὸν θεὸν φῶς καλεῖν εἴωθεν ἡ γραφή, μὴ παρὰ τοῦτο φαντάζου ἀσώματον εἶναι τὸ φῶς, ἐπειδὴ τὸ θεῖον ἀσώμα- τον. Τοῖς γὰρ παρ' ἡμῖν φαιδροτέροις τε καὶ καλλίστοις ὁ θεὸς ὀνομάζεται, οὐ ταῦτα τυγχάνων, | ἀλλὰ πολύ τε καὶ ἀμέτρως τούτων ὑπεραναβεβηκὼς τὴν οὐσίαν, ὅση τοῦ ποιοῦντος πρὸς τὸ γινόμενον ὑπάρχει διαφορά. Κατὰ παράδειγμα τοίνυν ἀμυδρότα- τον τὸν θεὸν εἴωθε φῶς ὀνομάζειν ἡ θεία γραφή. Ἐπειδὴ γὰρ ὁ θεός, πάσης γνώσεως αἴτιος ὤν, ταῖς νοεραῖς οὐσίαις αὐτὸς ἑαυτὸν δίδωσι πρὸς κατανόησιν, χορηγῶν τε τὸ νοεῖν καὶ διὰ τῆς ἑαυτοῦ χάριτός τε καὶ χορηγίας, ὡς οἷόν τε, ταύταις ἐπιγινωσκό- μενος, οὕτω δὴ καὶ τὸ αἰσθητὸν φῶς αἴτιον τοῦ ὁρᾶν ἐπιγινόμενον τοῖς ὀφθαλμοῖς αὐτὸ πρῶτον ὑποπίπτει τῇ θέᾳ, ἐντεῦθεν ἡ θεόπνευστος διδασκαλία ἐν παραδείγματι φῶς τὸν θεὸν ἐπωνό- μασε, τοῖς τῷ παχεῖ τοῦ σώματος ἐνδεδεμένοις διὰ τῶν αἰσθητῶν παραδειγμάτων τὸν ὑπὲρ αἴσθησιν καὶ διανόησιν ὑπογράφουσα. 13. Καὶ περὶ μὲν σκότους καὶ φωτὸς ἐπὶ τοσοῦτον εἰρήσθω, μήπως εἰς ἄπειρον τοῦ λόγου διεξιόντος τῶν ἐφεξῆς ἡ ζήτησις ἡμᾶς διαλάθῃ. Φασὶ γὰρ τὸ ἀγαθόν τε καὶ κακὸν ἀγενήτως ὑπάρχειν, ἀλλήλοις ἐναντία καὶ οὐδαμῶς συμβῆναι δυνάμενα· πρὸς οὕς ἐστιν εἰπεῖν· Πλανᾶσθε, μὴ διακρίνειν εἰδότες τῶν πραγμάτων τὴν φύσιν· ἡ γὰρ τῶν ποιοτήτων ἐναντιότης ἐν τοῖς γενητοῖς, οὐκ ἐν τοῖς ἀγενήτοις γνωρίζεται. Ἐν μὲν γὰρ τοῖς γενητοῖς ὡς ἐξ οὐκ ὄντων εἰληφόσι τὴν γένεσιν διαφορὰν γενέ- σεώς ἐστιν ἰδεῖν· οὐ γὰρ μία τῶν γεγονότων ἐστὶν ἡ γένεσις, ὅθεν εἰκότως ἐν ταῖς διαφοραῖς ἐναντιότης εὑρεθήσεται, φυσικῶς μὲν περὶ τὴν τοῦ σώματος κρᾶσίν τε καὶ ἐπιφάνειαν, αὐθαιρέτως δὲ περὶ τὰς τῆς ψυχῆς ἐνεργείας, ἃς ἀρετήν τε καὶ κακίαν ὀνομάζειν εἰώθαμεν. Ἀγενησίας δὲ ποίαν τις διαφορὰν εὕροι ποτέ, ὥστε καὶ ἐναντιότητα διδόναι τοῖς ἀγενήτοις; Εἰ οὖν ἡ ὕλη ἀγένητος καθ' ὑμᾶς, ὡς πάντα τολμῶντας εἰπεῖν, ἀγένητος δὲ καὶ ὁ θεός, ἄμφω ἀγαθοὶ τυγχάνουσιν· οὐ γὰρ ἂν μανείην καθ' ὑμᾶς ἐναντιότητα τοῖς ἀγενήτοις ἐπιφημίσαι ποτέ. 14. Ἵνα δὲ καὶ ἐκ τῶν ὡμολογημένων ὑμῖν φληνάφων ὑμᾶς ἀπελέγξω, πῶς τὸ χεῖρον, ἣν ὕλην εἶναί φατε, ὑποτάττεται τῷ βελτίονι, ὅς ἐστι θεὸς καὶ καθ' ὑμᾶς, εἴπερ ἐπ' ἴσης εἰσὶν ἀγένητα καὶ ἀρχηγετικά; Πῶς δ' ἂν εἴη φύσει κακὸν ἡ ὕλη, εἰ δέχεται τὸ